Ancient Greek · ~17 min
Εἰς τὸν Λάζαρον λόγος τρίτος, καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ἔλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, ἀλλ', Ἀπέλαβες· καὶ διὰ τί οἱ μὲν δίκαιοι κινδύνοις πολλάκις περιπίπτουσιν, οἱ δὲ ἁμαρτωλοὶ τούτους διαφεύγουσιν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7) 1.1-3
Not analysed yet
Οὐ τὰ τυχόντα ἡμᾶς ὤνησεν ἡ κατὰ τὸν Λάζαρον παραβολὴ, καὶ πλουσίους καὶ πένητας, τοὺς μὲν εὐκόλως φέρειν τὴν πενίαν παιδεύσασα, τοὺς δὲ οὐκ ἀφιεῖσα μέγα φρονεῖν ἐπὶ τῷ πλούτῳ, ἀλλὰ δι' αὐτῶν τῶν ἔργων διδάξασα, ὅτι πάντων ἐλεεινότερος ὁ τρυφῇ συζῶν, καὶ μηδενὶ τῶν ὄντων μεταδιδούς. Φέρε οὖν καὶ σήμερον τῆς αὐτῆς πάλιν ἁψώμεθα ὑποθέσεως· ἐπεὶ καὶ οἱ τὰ μέταλλα ἐργαζόμενοι, ἔνθα ἂν ἴδωσι πολλὰς τοῦ χρυσίου τὰς ἶνας, ἐκεῖ διασκάπτουσι πάλιν, καὶ οὐκ ἀφίστανται πρότερον, ἕως ἂν ἅπαν τὸ φαινόμενον ἐξαντλήσωσιν. Ἐπανίωμεν τοίνυν, ἔνθα πρώην κατελίπομεν τὸν λόγον ἵνα ἐκεῖθεν αὐτὸν ἀνελώμεθα. Ἐνῆν μὲν γὰρ καὶ ἐν ἡμέρᾳ μιᾷ πᾶσαν ὑμῖν ταύτην ἐξαπλῶσαι τὴν παραβολήν· ἀλλ' οὐχ ὅπως πολλὰ εἰπόντες ἀπέλθωμεν, τοῦτο ἐσπουδάκαμεν, ἀλλ' ὅπως μετὰ ἀκριβείας τὰ λεχθέντα δεξάμενοι καὶ κατασχόντες, λάβοιτέ τινα ἀπὸ τῆς φυλακῆς ταύτης αἴσθησιν ὠφελείας πνευματικῆς. Καὶ γὰρ μήτηρ φιλόστοργος μέλλουσα ἐπὶ στερεὰν τὸ γαλακτοτροφούμενον παιδίον ἄγειν τροφὴν, ἂν μὲν ἀθρόον ἐγχέῃ τῷ στόματι τὸν ἄκρατον, οὐδὲν ὀνίνησιν, ἀποβλύζοντος τοῦ παιδίου τὸ διδόμενον, καὶ διαβρέχοντος περὶ τῷ στήθει τὸν χιτωνίσκον· ἂν δὲ ἠρέμα καὶ κατὰ μικρὸν ἐγχέῃ, παραπέμπει τὸ δοθὲν ἀλύπως. Ἵν' οὖν καὶ ὑμεῖς τὸ δοθὲν μὴ ἀποβλύσητε, οὐκ ἀθρόον ὑμῖν ἐπεκλίναμεν τὸ τῆς διδασκαλίας ποτήριον, ἀλλ' εἰς πολλὰς ὑμῖν αὐτὸ κατεκερματίσαμεν ἡμέρας, ἐν ταῖς μεταξὺ ταύταις ἡμέραις διαναπαύεσθαι παρασχόντες ὑμῖν ἐκ τοῦ τῆς ἀκροάσεως πόνου, ἵνα καὶ τὰ καταβληθέντα παγῇ μετὰ ἀσφαλείας ἐν τῇ διανοίᾳ τῆς ὑμετέρας ἀγάπης, καὶ τὰ ῥηθήσεσθαι μέλλοντα ἀνειμένῃ καὶ ἀκμαζούσῃ δέξησθε ψυχῇ. Διὰ τοῦτο καὶ τὴν ὑπόθεσιν τῶν μελλόντων ῥηθήσεσθαι πολλάκις ὑμῖν προλέγομεν πρὸ πολλῶν ἡμερῶν, ἵνα ἐν ταῖς μεταξὺ ταύταις ἡμέραις τὸ βιβλίον λαβόντες, καὶ τὴν περικοπὴν ἅπασαν ἐπιόντες, καὶ καταμαθόντες τί μὲν εἴρηται, τί δὲ ὑπολέλειπται, εὐμαθεστέραν ὑμῶν ποιήσητε τὴν διάνοιαν πρὸς τὴν ἀκρόασιν τῶν μετὰ ταῦτα ῥηθησομένων. Καὶ τοῦτο ἀεὶ παρακαλῶ, καὶ παρακαλῶν οὐ παύσομαι, ἵνα μὴ μόνον ἐνταῦθα τοῖς λεγομένοις προςέχητε, ἀλλὰ καὶ οἴκοι γινόμενοι, τῇ τῶν θείων Γραφῶν ἀναγνώσει συνεχῶς ἐνδιατρίβητε. Τοῦτο καὶ τοῖς ἰδίᾳ συγγινομένοις ἡμῖν οὐ διέλιπον ἀεὶ παρεγγυῶν. Μὴ γάρ μοι λεγέτω τις τὰ ψυχρὰ ῥήματα ἐκεῖνα, καὶ πολλῆς καταγνώσεως ἄξια, ὅτι Δικαστηρίῳ προσήλωμαι, τὰ τῆς πόλεως πράττω πράγματα, τέχνην μετέρχομαι, γυναῖκα ἔχω, παιδία τρέφω, οἰκίας προΐσταμαι, ἀνήρ εἰμι βιωτικός· οὐκ ἔστιν ἐμὸν Γραφὰς ἀναγινώσκειν, ἀλλ' ἐκείνων τῶν ἀποταξαμένων, τῶν τὰς κορυφὰς τῶν ὀρέων κατειληφότων, τῶν τοῦτον τὸν βίον ἐχόντων διηνεκῶς. Τί λέγεις, ἄνθρωπε; οὐκ ἔστι σὸν ἔργον Γραφαῖς προσέχειν, ἐπειδὴ μυρίαις περιέλκῃ φροντίσι; Σὸν μὲν οὖν μᾶλλόν ἐστιν, ἢ ἐκείνων. Οὐ γὰρ οὕτως ἐκεῖνοι χρῄζουσι τῆς ἀπὸ τῶν θείων Γραφῶν βοηθείας, ὡς οἱ ἐν μέσῳ στρεφόμενοι πραγμάτων πολλῶν. Οἱ μὲν γὰρ μοναχοὶ τῆς ἀγορᾶς καὶ τῶν ἐκ τῆς ἀγορᾶς ἀπαλλαγέντες θορύβων, καὶ τὰς καλύβας ἐν ἐρημίᾳ πηξάμενοι, καὶ πρὸς οὐδένα κοινὸν οὐδὲν ἔχοντες, ἀλλ' ἐμφιλοσοφοῦντες μετὰ ἀδείας τῇ τῆς ἡσυχίας ἐκείνης γαλήνῃ, καθάπερ ἐν λιμένι καθήμενοι, πολλῆς τῆς ἀσφαλείας ἀπολαύουσιν· ἡμεῖς δὲ οἱ καθάπερ ἐν μέσῳ πελάγει σαλεύοντες, καὶ μυρίων ἁμαρτημάτων ἀνάγκας ἔχοντες, συνεχοῦς καὶ διηνεκοῦς ἀεὶ δεόμεθα τῆς ἀπὸ τῶν Γραφῶν παρακλήσεως. Ἐκεῖνοι πόῤῥω τῆς μάχης κάθηνται, διόπερ οὐδὲ πολλὰ δέχονται τραύματα· σὺ δὲ διηνεκῶς ἐπὶ τῆς παρατάξεως ἕστηκας, καὶ συνεχεῖς δέχῃ τὰς πληγάς· διὸ καὶ πλειόνων σοι δεῖ τῶν φαρμάκων. Καὶ γὰρ καὶ γυνὴ παροξύνει, καὶ υἱὸς λυπεῖ, καὶ οἰκέτης εἰς ὀργὴν ἐμβάλλει, καὶ ἐχθρὸς ἐπιβουλεύει, καὶ φίλος βασκαίνει, καὶ γείτων ἐπηρεάζει, καὶ συστρατιώτης ὑποσκελίζει, πολλάκις καὶ δικαστὴς ἀπειλεῖ, καὶ πενία λυπεῖ, καὶ ἀποβολὴ τῶν οἰκείων πένθος ἐργάζεται, καὶ εὐημερία φυσᾷ, καὶ δυσπραγία συστέλλει, καὶ πολλαὶ μὲν ὀργῆς, πολλαὶ δὲ φροντίδων, πολλαὶ δὲ ἀθυμίας καὶ λύπης, πολλαὶ δὲ κενοδοξίας καὶ ἀπονοίας ἀφορμαὶ καὶ ἀνάγκαι πάντοθεν ἡμᾶς περιστοιχίζονται, καὶ μυρία πανταχόθεν τὰ βέλη φέρεται· διὸ τῆς ἀπὸ τῶν Γραφῶν πανοπλίας χρεία διηνεκῶς. Ἐπίγνωθι γὰρ, φησὶν, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, καὶ ἐπὶ ἐπάλξεων πόλεως περιπατεῖς. Καὶ γὰρ αἱ τῆς σαρκὸς ἐπιθυμίαι χαλεπώτερον τῶν ἐν μέσῳ στρεφομένων κατεξανίστανται· καὶ γὰρ καὶ ὄψις εὐπρεπὴς, καὶ σῶμα λαμπρὸν διὰ τῶν ὀφθαλμῶν ἔβαλε, καὶ ῥῆμα αἰσχρὸν διὰ τῆς ἀκοῆς εἰσελθὸν ἐθορύβησεν ἡμῶν τὸν λογισμόν· πολλάκις δὲ καὶ μέλος κατακεκλασμένον τὸ τῆς ψυχῆς εὔτονον κατεμάλαξε. Καὶ τί λέγω ταῦτα; Τὸ γὰρ πάντων τούτων εὐτελέστατον εἶναι πολλάκις δοκοῦν, μύρων ὀσμὴ προσπεσοῦσά ποθεν παρὰ γυναικῶν ἑταιριζομένων ἐν τῇ παρόδῳ, λαβοῦσα ἀπῆλθεν αἰχμάλωτον ἀπὸ ψιλῆς τῆς συντυχίας.