Ancient Greek · ~17 min
Εἰς τὸν Λάζαρον λόγος τρίτος, καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ἔλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, ἀλλ', Ἀπέλαβες· καὶ διὰ τί οἱ μὲν δίκαιοι κινδύνοις πολλάκις περιπίπτουσιν, οἱ δὲ ἁμαρτωλοὶ τούτους διαφεύγουσιν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7) 2.1-3
Not analysed yet
Καὶ πολλὰ τοιαῦτά ἐστι τὰ πολιορκοῦντα τὴν ἡμετέραν ψυχήν· καὶ δεῖ τῶν θείων φαρμάκων ἡμῖν, ἵνα καὶ τὰ γινόμενα ἕλκη θεραπεύωμεν, καὶ τὰ μηδέπω μὲν γινόμενα, μέλλοντα δὲ γίνεσθαι, προαναστέλλωμεν, πόῤῥωθεν τοῦ διαβόλου τὰ βέλη κατασβεννύντες καὶ ἀποκρουόμενοι διὰ τῆς συνεχοῦς τῶν θείων Γραφῶν ἀναγνώσεως. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τινὰ σωθῆναι μὴ συνεχῶς ἀναγνώσεως ἀπολαύοντα πνευματικῆς· ἀλλ' ὄντως ἀγαπητὸν, εἰ καὶ διηνεκοῦς ταύτης ἀπολαύοντες τῆς θεραπείας, δυνηθείημεν σωθῆναί ποτε. Ὅταν δὲ καθ' ἑκάστην μὲν πληττώμεθα τὴν ἡμέραν, ἰατρείας δὲ μηδεμιᾶς ἀπολαύωμεν, ποία σωτηρίας ἐλπίς; Οὐχ ὁρᾷς τοὺς χαλκοτύπους, τοὺς χρυσοχόους, τοὺς ἀργυροκόπους, τοὺς ἡντιναοῦν μετιόντας τέχνην, ἅπαντα τὰ τῆς τέχνης ἔχοντας ἀπηρτισμένα τὰ ἐργαλεῖα, κἂν λιμὸς ἀναγκάζῃ, κἂν πενία θλίβῃ, πάντα αἱρουμένους ὑπομεῖναι μᾶλλον, ἢ τῶν τῆς τέχνης ὀργάνων ἀποδόσθαι τι, καὶ διατραφῆναι; Πολλοὶ γοῦν πολλάκις δανείσασθαι μᾶλλον εἵλοντο, καὶ διαθρέψαι καὶ τὴν οἰκίαν καὶ τὰ παιδία, ἢ τῶν τῆς τέχνης ἐργαλείων κἂν τὸ μικρότατον ἀποδόσθαι· καὶ μάλα γε εἰκότως, Ἴσασι γὰρ ὅτι, πραθέντων ἐκείνων, ἄχρηστα τὰ τῆς τέχνης αὐτοῖς ἅπαντα, καὶ ἡ τῆς εὐπορίας ὑπόθεσις ἀνῄρηται πᾶσα. Ἐκείνων μὲν γὰρ μενόντων, δυνατὸν τὰ γινόμενα δανείσματα χρόνῳ ποτὲ διαλύσασθαι τῇ τέχνῃ συνεχῶς χρωμένους· εἰ δὲ φθάσαντες ἑτέροις αὐτὰ ἀπόδοιντο, οὐδεμίαν οὐκέτι παραμυθίαν τῇ πενίᾳ καὶ τῷ λιμῷ ποθεν ἐπινοῆσαι δυνήσονται. Οὕτως οὖν καὶ ἡμᾶς διακεῖσθαι χρή. Καθάπερ γὰρ ἐκείνοις ἐργαλεῖα τῆς τέχνης ἐστὶ σφῦρα καὶ ἄκμων καὶ πυράγρα· οὕτω δὴ καὶ ἡμῖν ἐργαλεῖα τῆς τέχνης ἐστὶν ἀποστολικὰ καὶ προφητικὰ βιβλία, καὶ πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος. Καὶ καθάπερ ἐκεῖνοι δι' ἐκείνων τὰ σκεύη πάντα, ἅπερ ἂν λάβωσι, διαπλάττουσιν· οὕτω δὴ καὶ ἡμεῖς διὰ τούτων τὴν ψυχὴν τὴν ἡμετέραν χαλκεύομεν, καὶ διεστραμμένην διορθοῦμεν, καὶ παλαιωθεῖσαν ἀνακαινίζομεν. Κἀκεῖνοι μὲν μέχρι τῶν σχημάτων τὴν ἑαυτῶν ἐπιδείκνυνται τέχνην· οὐ γὰρ δὴ τὴν ὕλην τῶν σκευῶν μεταβαλεῖν δύναιντ' ἂν, οὐδὲ τὸν ἄργυρον ποιῆσαι χρυσὸν, ἀλλὰ τοὺς τύπους αὐτῶν μεταῤῥυθμίζουσι μόνον· σὺ δὲ οὐχ οὕτως, ἀλλ' ἔχεις τι πλέον ἐκείνων, καὶ ξύλινον σκεῦος λαβὼν δυνήσῃ ποτὲ χρυσοῦν ποιῆσαι. Καὶ τούτου μάρτυς ὁ Παῦλος, οὕτω λέγων· Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα. Ἐάν τις οὖν ἐκκαθάρῃ ἑαυτὸν ἐκ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον, καὶ εὔχρηστον τῷ δεσπότῃ εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. Μὴ τοίνυν ἀμελῶμεν τῆς κτήσεως τῶν βιβλίων, ἵνα μὴ περὶ τὰ καίρια δεξώμεθα τὴν πληγὴν, μηδὲ χρυσίον κατορύττωμεν, ἀλλὰ βιβλία θησαυρίζωμεν ἑαυτοῖς πνευματικά. Τὸ μὲν γὰρ χρυσίον, ὅταν γένηται πλέον, τότε μάλιστα ἐπιβουλεύει τοῖς κεκτημένοις· τὰ δὲ βιβλία ἀποκείμενα πολλὴν παρέχει τοῖς ἔχουσι τὴν ὠφέλειαν. Ὥσπερ γὰρ ἔνθα ἂν ᾖ ἀποκείμενα ὅπλα βασιλικὰ, κἂν μηδεὶς ᾖ ὁ κεχρημένος, πολλὴν παρέχει τοῖς ἔνδον οἰκοῦσι τὴν φυλακὴν, οὔτε λῃστῶν, οὔτε τοιχωρύχων, οὔτε ἄλλου τινὸς τῶν κακουργούντων τολμῶντος ἐπιβῆναι τῆς οἰκίας· οὕτως ἔνθα ἂν ᾖ βιβλία πνευματικὰ, πᾶσα ἐκεῖθεν ἐλαύνεται ἐνέργεια διαβολικὴ, καὶ πολλὴ τοῖς ἐνοικοῦσιν ἀρετῆς παράκλησις γίνεται. Καὶ αὐτὴ γὰρ καθ' ἑαυτὴν τῶν βιβλίων ἡ ὄψις ὀκνηροτέρους ἡμᾶς πρὸς τὴν ἁμαρτίαν ἐργάζεται. Κἄν τε γὰρ τολμήσωμέν τι τῶν ἀπηγορευμένων, καὶ ἀκαθάρτους ἑαυτοὺς ἐργασώμεθα, ἐπανιόντες οἴκαδε, καὶ τὰ βιβλία ὁρῶντες, μᾶλλον ἡμῶν καταδικάζομεν τὸ συνειδὸς, καὶ πρὸς τὸ τοῖς αὐτοῖς περιπεσεῖν ὀκνηρότεροι γινόμεθα· ἄν τε πάλιν ἐν ἁγιωσύνῃ διατελῶμεν, πλείονα ἐκεῖθεν λαμβάνομεν τὴν ὠφέλειαν. Ἅμα γὰρ ἥψατό τις Εὐαγγελίου, καὶ μετεῤῥύθμισεν ἑαυτοῦ τὴν διάνοιαν εὐθέως, καὶ τῶν βιωτικῶν ἀπέστησε καὶ ἀπὸ τῆς ὄψεως μόνης αὐτῆς. Εἰ δὲ καὶ ἀνάγνωσις προσγένοιτο ἀκριβὴς, καθάπερ ἐν ἱεροῖς ἀδύτοις ἡ ψυχὴ τελουμένη, οὕτως ἐκκαθαίρεται καὶ βελτίων γίνεται, τοῦ Θεοῦ ὁμιλοῦντος αὐτῇ διὰ τῶν γραμμάτων ἐκείνων. Τί οὖν, ἂν μὴ εἰδῶμεν τὰ ἐγκείμενα; φησί, Μάλιστα μὲν κἂν μὴ εἰδῇς τὰ ἐγκείμενα, ἀπ' αὐτῆς τῆς ἀναγνώσεως πολὺς ὁ ἁγιασμὸς γίνεται. Ἄλλως δὲ, ἀδύνατον πάντα ἐπ' ἴσης ἀγνοεῖν· διὰ γὰρ τοῦτο ἡ τοῦ Πνεύματος ᾠκονόμησε χάρις τελώνας καὶ ἁλιέας καὶ σκηνοποιοὺς καὶ ποιμένας καὶ αἰπόλους καὶ ἰδιώτας καὶ ἀγραμμάτους ταῦτα συνθεῖναι τὰ βιβλία, ἵνα μηδεὶς τῶν ἰδιωτῶν εἰς ταύτην ἔχῃ καταφεύγειν τὴν πρόφασιν, ἵνα πᾶσιν εὐσύνοπτα ᾖ τὰ λεγόμενα, ἵνα καὶ ὁ χειροτέχνης, καὶ οἰκέτης, καὶ ἡ χήρα γυνὴ, καὶ ὁ πάντων ἀνθρώπων ἀμαθέστατος, κερδάνῃ τε καὶ ὠφεληθῇ παρὰ τῆς ἀκροάσεως. Οὐ γὰρ πρὸς κενοδοξίαν, καθάπερ οἱ ἔξωθεν, ἀλλὰ πρὸς τὴν σωτηρίαν τῶν ἀκουόντων ταῦτα πάντα συνέθηκαν οἱ παρὰ τὴν ἀρχὴν καταξιωθέντες τῆς τοῦ Πνεύματος χάριτος.