Ancient Greek
ΕΙΣ ΤΟ ΡΗΤΟΝ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ἵνα μὴ λυπῆσθε· καὶ εἰς τὸν Ἰὼβ καὶ τὸν Ἀβραάμ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7) 1.1-5
Not analysed yet
Ἡμέρας τέσσαρας ἀνηλώσαμεν τὴν κατὰ τὸν Λάζαρον παραβολὴν ὑμῖν ἐξηγούμενοι, τὸν θησαυρὸν ἐξαντλοῦντες, ὃν εὑρήκαμεν ἐν ἡλκωμένῳ κείμενον σώματι· θησαυρὸν οὐχὶ χρυσίον καὶ ἀργύριον καὶ λίθους ἔχοντα πολυτελεῖς, ἀλλὰ φιλοσοφίαν, καὶ ἀνδρείαν, καὶ ὑπομονὴν, καὶ καρτερίαν πολλήν. Καθάπερ γὰρ ἐπὶ τῶν αἰσθητῶν θησαυρῶν τούτων συμβαίνει, τὴν μὲν ἐπιφάνειαν ἀκάνθας ἔχειν καὶ τριβόλους ἁπλῶς καὶ γῆν τραχυτέραν, εἰ δέ τις κάτω διασκάψειε, πολὺς ὁ πλοῦτος φαίνεται· οὕτω δὴ καὶ ἐπὶ τοῦ Λαζάρου συνέβαινεν· ἄνωθεν τραύματα, καὶ κάτωθεν πλοῦτος ἄφατος· παρειμένον τὸ σῶμα, ἀλλὰ γενναία καὶ ἐγρηγορυῖα ψυχὴ, καὶ τὸ ἀποστολικὸν ἦν ἰδεῖν ἐκεῖνο πληρούμενον ἐπὶ τούτου· Ὅσον ὁ ἔξω ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἐντὸς ἀνακαινοῦται. Καὶ ἐνῆν μὲν καὶ τήμερον εἰς τὴν αὐτὴν παραβολὴν εἰπεῖν, καὶ πρὸς τοὺς αἱρετικοὺς μαχήσασθαι τοὺς τὴν Παλαιὰν διαβάλλοντας, τοὺς τῶν πατριαρχῶν κατηγοροῦντας, τοὺς κατὰ τοῦ δημιουργοῦ τῶν ὅλων Θεοῦ τὴν γλῶτταν ἠκονηκότας· ἀλλ' ἵνα μὴ προσκορὴς ὑμῖν ὁ λόγος γένηται, τούτους εἰς ἕτερον ταμιευσάμενοι καιρὸν τοὺς ἀγῶνας, φέρε, πρὸς ἄλλην ὑπόθεσιν τὸν λόγον ἀγάγωμεν· ἐπεὶ καὶ τράπεζα μονοειδὴς μὲν οὖσα κόρον ἐντίθησιν, αἱ δὲ ποικίλαι τῇ συνεχείᾳ διεγείρουσι τὴν ὄρεξιν. Ἵν' οὖν καὶ ἐπὶ τῆς ἀκροάσεως τοῦτο γένηται, πρὸς τὸν μακάριον Παῦλον διὰ μακροῦ τοῦ χρόνου τήμερον ἐπανέλθωμεν· καὶ γὰρ εἰς εὔκαιρον ἡμῖν τήμερον τὸ χωρίον ἀνεγνώσθη τὸ ἀποστολικὸν, καὶ συνῳδὰ ἔσται τοῖς πρώην λεχθεῖσι τὰ ῥηθησόμενα. Ἠκούσατε τοίνυν τοῦ Παύλου σήμερον βοῶντος καὶ λέγοντος· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ἐκείνη εὐαγγελικὴ νευρὰ ἡ τοῦ Λαζάρου, οὗτος ἀποστολικὸς ὁ φθόγγος, ἀλλὰ μία ἡ συμφωνία. Καὶ γὰρ καὶ ἐν ἐκείνῃ τῇ παραβολῇ πολλὰ περὶ ἀναστάσεως καὶ τῶν ἐκεῖ δικαστηρίων ἐφιλοσοφήσαμεν, καὶ νῦν εἰς τὴν αὐτὴν ἡμᾶς ὑπόθεσιν ὁ λόγος ἤγαγε πάλιν. Ὥστε εἰ καὶ ἀποστολικὸν ἀνορύττομεν χωρίον, ἀλλὰ τὸν αὐτὸν καὶ ἐνταῦθα θησαυρὸν εὑρήσομεν. Καὶ γὰρ καὶ τότε ὁ λόγος ἡμῖν ἅπας τοῦτο παιδεῦσαι τοὺς ἀκροατὰς ἔσπευδε, μηδὲν τοῦ παρόντος βίου τὰ λαμπρὰ νομίζειν εἶναι πράγματα, ἀλλὰ περαιτέρω προϊέναι ταῖς ἐλπίσι, καὶ τὰς ἐκεῖ ψήφους καθ' ἑκάστην ἐννοεῖν τὴν ἡμέραν, καὶ τὸ φοβερὸν κριτήριον, καὶ τὸν ἀπαραλόγιστον δικαστήν. Ταῦτα καὶ ὁ Παῦλος διὰ τῶν ἀνεγνωσμένων ἡμῖν συμβουλεύει τήμερον. Ἀλλὰ προσέχετε· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν, ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Τοῦτο πρῶτον ἄξιον ἐπιστήσαντας ἐξετάσαι, τί δήποτε, ὅταν μὲν περὶ τοῦ Χριστοῦ διαλέγηται, θάνατον καλεῖ τὸν ἐκείνου θάνατον· ὅταν δὲ περὶ τῆς ἡμετέρας τελευτῆς, κοίμησιν αὐτὴν καὶ οὐ θάνατον ὀνομάζει. Οὐ γὰρ εἶπε, Περὶ δὲ τῶν ἀποθανόντων, ἀλλὰ τί; Περὶ δὲ τῶν κεκοιμημένων. Καὶ πάλιν· Οὕτως ὁ Θεὸς καὶ τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ· καὶ οὐκ εἶπε, Τοὺς ἀποθανόντας. Καὶ πάλιν· Ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Καὶ οὐδὲ ἐνταῦθα εἶπε τοὺς ἀποθανόντας, ἀλλὰ τρίτον μνημονεύσας, τὸ τρίτον κοίμησιν τὸν θάνατον αὐτῶν ὠνόμασε. Περὶ δὲ τοῦ Χριστοῦ οὐχ οὕτως, ἀλλὰ πῶς; Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε. Καὶ οὐκ εἶπεν, Ἐκοιμήθη, ἀλλὰ, Ἀπέθανε. Τίνος οὖν ἕνεκεν τὸν μὲν τοῦ Χριστοῦ θάνατον ἐκάλεσε, τὸν δὲ ἡμέτερον κοίμησιν; Οὐ γὰρ ἁπλῶς, οὐδὲ παρέργως ταύτῃ κέχρηται τῶν λέξεων τῇ παρατηρήσει, ἀλλὰ σοφόν τι καὶ μέγα κατασκευάζων. Ἐπὶ μὲν γὰρ τοῦ Χριστοῦ θάνατον ἐκάλεσεν, ἵνα τὸ πάθος πιστώσηται· ἐπὶ δὲ ἡμῶν κοίμησιν ἐκάλεσεν, ἵνα τὴν ὀδύνην παραμυθήσηται. Ἔνθα μὲν γὰρ προεχώρησεν ἡ ἀνάστασις, θαῤῥῶν καλεῖ θάνατον· ἔνθα δὲ ἐν ἐλπίσιν ἐστὶ τὸ πρᾶγμα, κοίμησιν καλεῖ, καὶ δι' αὐτῆς παραμυθούμενος τῆς προσηγορίας ἡμᾶς, καὶ χρηστὰς ὑποτείνων ἐλπίδας. Ὁ γὰρ κοιμώμενος ἀναστήσεται πάντως, καὶ οὐδὲν ἕτερόν ἐστι θάνατος, ἀλλ' ἢ ὕπνος μακρός. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι οὔτε ἀκούει, οὔτε φθέγγεται, οὔτε ὁρᾷ, οὔτε αἰσθάνεται ὁ τετελευτηκώς· οὐδὲ γὰρ ὁ καθεύδων. Εἰ δὲ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, τοῦ μὲν καθεύδοντος καὶ ἡ ψυχή πως καθεύδει· τοῦ δὲ τελευτήσαντος οὐχ οὕτως, ἀλλ' ἐγρήγορεν. Ἀλλ' ὁ τελευτήσας σήπεται καὶ διαφθείρεται, φησὶ, καὶ κόνις γίνεται καὶ τέφρα. Καὶ τί τοῦτο, ἀγαπητέ; δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα χαίρειν δεῖ. Καὶ γὰρ οἰκίαν τις μέλλων οἰκοδομεῖν σαθρωθεῖσαν καὶ παλαιὰν γενομένην, ἐκβαλὼν πρῶτον τοὺς οἰκοῦντας, οὕτω καταλύει τὴν οἰκίαν, καὶ ἀνοικοδομεῖ λαμπροτέραν. Καὶ τοὺς ἐκβληθέντας οὐ λυπεῖ τὸ γινόμενον, ἀλλὰ καὶ εὐφραίνει πλέον· οὐ γὰρ τῇ καθαιρέσει προσέχουσι τῇ βλεπομένῃ, ἀλλὰ τὴν μέλλουσαν οἰκοδομὴν φαντάζονται τὴν οὐ βλεπομένην. Οὕτω δὴ καὶ ὁ Θεὸς ποιεῖν μέλλων καταλύει ἡμῶν τὸ σῶμα, καὶ τὴν ἐνοικοῦσαν ἐν αὐτῷ ψυχὴν ἐξάγει πρότερον, καθάπερ ἐξ οἰκίας τινὸς, ἵνα λαμπροτέραν αὐτὴν οἰκοδομήσας, μετὰ πλείονος αὐτὴν δόξης εἰσαγάγῃ πάλιν. Μὴ τοίνυν τῇ καθαιρέσει προσέχωμεν, ἀλλὰ τῇ μελλούσῃ λαμπρότητι.