Ancient Greek · ~22 min
ΕΙΣ ΤΟ ΡΗΤΟΝ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ἵνα μὴ λυπῆσθε· καὶ εἰς τὸν Ἰὼβ καὶ τὸν Ἀβραάμ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7) 2.1-5
Not analysed yet
Πάλιν ἀνδριάντα τις ἔχων ἰῷ καὶ χρόνῳ διεφθαρμένον, καὶ πολλὰ τῶν μερῶν ἀποτεθλασμένον, συντρίψας αὐτὸν εἰς χωνευτήριον ἐμβάλλει, καὶ τήξας αὐτὸν ἀκριβῶς, οὕτω λαμπρότερον ἀποδίδωσιν. Ὥσπερ οὖν ἡ ἐν τῷ χωνευτηρίῳ συντριβὴ οὐκ ἀφανισμὸς, ἀλλὰ ἀνακαινισμός τίς ἐστι τοῦ ἀνδριάντος ἐκείνου· οὕτω καὶ τῶν ἡμετέρων σωμάτων ὁ θάνατος οὐκ ἀπώλειά τίς ἐστιν, ἀλλὰ ἀνανέωσις. Ὅταν τοίνυν ἴδῃς, καθάπερ ἐν χωνευτηρίῳ, καταῤῥέουσαν ἡμῶν τὴν σάρκα καὶ σηπομένην, μὴ στῇς μέχρι τῆς ὄψεως ταύτης, ἀλλὰ τὴν ἀναχώνευσιν ἀνάμενε· καὶ μηδὲ τῷ μέτρῳ τοῦ παραδείγματος ἀρκεσθῇς τούτῳ, ἀλλ' ἐπὶ τὸ πρότερον πρόελθε τῷ λόγῳ. Ὁ μὲν γὰρ ἀνδριαντοποιὸς χαλκοῦν ἐμβαλὼν σῶμα, οὐ χρυσοῦν καὶ ἀθάνατόν σοι ἀποδίδωσι τὸν ἀνδριάντα, ἀλλὰ χαλκοῦν ἐργάζεται πάλιν· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ πήλινον καὶ θνητὸν ἐμβαλὼν σῶμα, χρυσοῦν καὶ ἀθάνατον ἀποδίδωσί σοι τὸν ἀνδριάντα· φθαρτὸν γὰρ ἡ γῆ δεξαμένη τὸ σῶμα καὶ ἐπίκηρον, ἄφθαρτον καὶ ἀκήρατον ἀποδίδωσι τὸ αὐτό. Μὴ τοίνυν ἴδῃς ἐκεῖνον τὸν μεμυκότα τοὺς ὀφθαλμοὺς, τὸν ἄφωνον κείμενον, ἀλλὰ τὸν ἀνιστάμενον, τὸν ἀπολαμβάνοντα δόξαν ἄῤῥητον καὶ φρικώδη καὶ θαυμαστὴν, καὶ ἀπὸ τῆς παρούσης ὄψεως πρὸς τὴν μέλλουσαν ἐλπίδα μετάγαγε τοὺς λογισμούς. Ἀλλὰ συνήθειαν ἐπιζητεῖς, καὶ διὰ τοῦτο ὀδύρῃ καὶ θρηνεῖς; Καὶ πῶς οὐκ ἄτοπον, εἰ μὲν νυμφίῳ τὸ θυγάτριον δοίης, εἶτα λαβὼν εἰς μακρὰν ἐκεῖνος ἀπέλθοι χώραν, καὶ καλῶς πράττων διατελοίη, μηδὲν ἡγεῖσθαι δεινὸν τὸ γεγενημένον, τῇ τῆς εὐπραγίας φήμῃ παραμυθεῖσθαι τῆς ἀποδημίας τὴν ἀθυμίαν· ἐνταῦθα δὲ οὐκ ἀνθρώπου, οὐδὲ συνδούλου τινὸς, ἀλλ' αὐτοῦ τοῦ Δεσπότου λαβόντος τὸν προσήκοντα, ἀλγεῖν καὶ ὀδύρεσθαι; Καὶ πῶς οἷόν τε, φησὶ, μὴ ἀλγεῖν ἄνθρωπον ὄντα; Οὐδὲ ἐγὼ τοῦτο λέγω· οὐδὲ τὴν ἀθυμίαν, ἀλλὰ τὴν ἐπίτασιν τῆς ἀθυμίας ἀναιρῶ· τὸ μὲν γὰρ ἀθυμεῖν τῆς φύσεως, τὸ δὲ πέρα τοῦ μέτρου τοῦτο ποιεῖν μανίας καὶ παραφροσύνης καὶ γυναικώδους ψυχῆς. Ἄλγησον, δάκρυσον, ἀλλὰ μὴ ἀποδυσπετήσῃς, μὴ δυσχεράνῃς, μὴ ἀγανακτήσῃς· εὐχαρίστησον τῷ λαμβάνοντι, ἵνα κοσμήσῃς τὸν ἀπελθόντα, καὶ λαμπρὰ ταῦτα αὐτῷ συμπέμψῃ ἐντάφια. Ἂν μὲν γὰρ δυσχεράνῃς, κἀκεῖνον καθύβρισας, καὶ τὸν λαβόντα παρώξυνας, καὶ σαυτὸν κατέβλαψας· ἂν δὲ εὐχαριστήσῃς, κἀκεῖνον ἐκόσμησας, καὶ τὸν λαβόντα ἐδόξασας, καὶ σαυτὸν ὠφέλησας. Δάκρυσον ὡς ὁ Δεσπότης σου ἐδάκρυσε τὸν Λάζαρον, μέτρα τιθεὶς ἡμῖν καὶ κανόνας καὶ ὅρους ἀθυμίας, οὓς ὑπερβαίνειν οὐ δεῖ. Οὕτω καὶ Παῦλος εἶπε· Περὶ δὲ τῶν κεκοιμημένων, φησὶν, οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Λυποῦ, φησὶν, ἀλλὰ μὴ ὡς Ἕλλην ὁ ἀπογινώσκων ἀναστάσεως, ὁ ἀπελπίζων τὴν μέλλουσαν ζωήν. Αἰσχύνομαι, πιστεύσατε, καὶ ἐρυθριῶ, διὰ τῆς ἀγορᾶς χοροὺς γυναικῶν ὁρῶν ἀσχημονοῦντας, τρίχας τιλλομένας, βραχίονας τεμνομένας, παρειὰς σπαραττομένας, ὑπὸ τοῖς ὀφθαλμοῖς τῶν Ἑλλήνων ταῦτα γινόμενα. Τί γὰρ οὐκ ἐροῦσιν ἐκεῖνοι; τί δὲ οὐ φθέγξονται περὶ ἡμῶν; Οὗτοί εἰσιν οἱ περὶ ἀναστάσεως φιλοσοφοῦντες; Πάνυ γε. Οὐ γὰρ συμβαίνει τοῖς δόγμασι τὰ γινόμενα· ἐν ῥήμασι τὰ περὶ ἀναστάσεως φιλοσοφοῦσι, καὶ ἐν τοῖς πράγμασι τὰ τῶν ἀπεγνωκότων ποιοῦσιν· εἰ ἐθάῤῥουν οὗτοι, ὅτι ἀνάστασίς ἐστιν, οὐκ ἂν ταῦτα ἐποίησαν· εἰ πεπεικότες ἦσαν ἑαυτοὺς, ὅτι πρὸς βελτίονα λῆξιν ἀπῆλθεν οὗτος, οὐκ ἂν ἐθρήνησαν. Ταῦτα καὶ πλείονα τούτων λέγουσιν οἱ ἄπιστοι τῶν θρήνων ἐκείνων ἀκούοντες. Αἰσχυνώμεθα τοίνυν, καὶ σοφρωνῶμεν, καὶ μὴ τοσαύτην καὶ ἑαυτοῖς καὶ τοῖς ὁρῶσι προξενῶμεν τὴν βλάβην. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, δακρύεις οὕτω τὸν ἀπελθόντα; ὅτι πονηρὸς ἦν; Οὐκοῦν διὰ τοῦτο εὐχαριστεῖν δεῖ, ὅτι ἐνεκόπη τὰ τῆς κακίας αὐτῷ. Ἀλλὰ χρηστὸς καὶ ἐπιεικής; Καὶ διὰ τοῦτο χαίρειν δεῖ, ὅτι ταχέως ἡρπάγη, πρὶν ἢ τῇ κακίᾳ ἀλλάξῃ σύνεσιν, καὶ ἀπῆλθεν εἰς χωρίον ἔνθα ἐπ' ἀσφαλείας λοιπὸν ἕστηκε, καὶ μεταβολὴν οὐκ ἔστιν ὑποπτεῦσαί τινα. Ἀλλὰ νέος ἦν; Καὶ διὰ τοῦτο δόξασον τὸν λαβόντα, ὅτι ταχέως αὐτὸν πρὸς τὴν βελτίονα λῆξιν ἐκάλεσεν. Ἀλλὰ γεγηρακώς; Καὶ διὰ τοῦτο εὐχαρίστησον, καὶ τὸν λαβόντα δόξασον πάλιν. Αἰσχύνθητι τὸ σχῆμα τῆς ἐκφορᾶς· ψαλμῳδίαι, καὶ εὐχαὶ, καὶ πατέρων σύλλογος, καὶ πλῆθος ἀδελφῶν τοσοῦτον, οὐχ ἵνα κλαίῃς καὶ ὀδύρῃ καὶ ἀποδυσπετῇς, ἀλλ' ἵνα εὐχαριστῇς τῷ λαβόντι. Καθάπερ γὰρ τοὺς ἐπ' ἀρχὴν καλουμένους πολλοὶ προπέμπουσι ταῖς εὐφημίαις, οὕτω καὶ τῶν ἁγίων τοὺς ἀπιόντας, ἅτε ἐπὶ μείζονα κληθέντας τιμὴν, μετὰ πολλῆς ἅπαντες προπέμπουσι τῆς εὐφημίας. Ἀνάπαυσίς ἐστιν ὁ θάνατος, ἱδρώτων καὶ φροντίδων βιοτικῶν ἀπαλλαγή. Ὅταν οὖν ἴδῃς τινὰ τῶν προσηκόντων ἀπελθόντα ἐντεῦθεν, μὴ δυσχεράνῃς, ἀλλὰ κατανύγηθι, πρὸς σεαυτὸν ἐπάνελθε, τὸ συνειδὸς ἐξέτασον, σκόπησον ὅτι καὶ σὲ μικρὸν ὕστερον τοῦτο μένει τὸ τέλος. Γενοῦ σωφρονέστερος καὶ δέξαι φόβον ἀπὸ τῆς ἑτέρου τελευτῆς, καὶ ῥᾳθυμίαν περίκοψον ἅπασαν, ἀναλόγισαι τὰ πεπραγμένα, διόρθωσον τὰ ἡμαρτημένα, ἀρίστην ποίησον μεταβολήν. Τούτῳ διεστήκαμεν τῶν ἀπίστων, τῷ κρίσεις ἑτέρας περὶ τῶν πραγμάτων ἔχειν. Ὁρᾷ τὸν οὐρανὸν ὁ ἄπιστος, καὶ προσκυνεῖ· θεὸν γὰρ εἶναι νομίζει· ὁρᾷ τὴν γῆν, καὶ θεραπεύει, καὶ πρὸς τὰ αἰσθητὰ κέχηνεν. Ἀλλ' ἡμεῖς οὐχ οὕτως· ἀλλ' ὁρῶμεν τὸν οὐρανὸν, καὶ τὸν πεποιηκότα αὐτὸν θαυμάζομεν· οὐ γὰρ θεὸν αὐτὸν, ἀλλ' ἔργον εἶναι Θεοῦ πεπιστεύκαμεν. Ὁρῶ τὴν κτίσιν ἅπασαν, καὶ δι' αὐτῆς χειραγωγοῦμαι πρὸς τὸν δημιουργόν. Ὁρᾷ πλοῦτον ἐκεῖνος, καὶ κέχηνε καὶ ἐκπέπληκται· ὁρῶ πλοῦτον ἐγὼ, καὶ καταγελῶ. Ὁρᾷ πενίαν ἐκεῖνος, καὶ ὀδύρεται· ὁρῶ πενίαν ἐγὼ, καὶ ἀγάλλομαι. Ἑτέρως ἐγὼ βλέπω τὰ πράγματα, καὶ ἑτέρως ἐκεῖνος. Οὕτω καὶ ἐπὶ τοῦ θανάτου ποιοῦμεν· ὁρᾷ νεκρὸν ἐκεῖνος, καὶ νομίζει νεκρὸν εἶναι· ὁρῶ νεκρὸν ἐγὼ, καὶ ὕπνον ἀντὶ θανάτου βλέπω. Καὶ καθάπερ ἐπὶ τῶν γραμμάτων τοῖς μὲν αὐτοῖς ὁρῶμεν αὐτὰ ὀφθαλμοῖς οἵ τε εἰδότες, οἵ τε ἀγνοοῦντες τὰ γράμματα, οὐ τῇ αὐτῇ δὲ διανοίᾳ, ἀλλ' οἱ μὲν οὐκ εἰδότες γράμματα, ἁπλῶς εἶναι νομίζουσι τὰ βλεπόμενα, οἱ δὲ ἐπιστάμενοι μετὰ πολλῆς τέχνης τὸν ἐναποκείμενον νοῦν ἀναλέγονται· οὕτω δὴ καὶ ἐπὶ τῶν πραγμάτων τοῖς μὲν αὐτοῖς ὀφθαλμοῖς ὁρῶμεν τὰ συμβαίνοντα, οὐ τῇ αὐτῇ δὲ διανοίᾳ καὶ γνώμῃ. Οἱ τοίνυν ἐπὶ τῶν ἄλλων ἁπάντων διεστηκότες αὐτῶν, ἐν ταῖς περὶ τοῦ θανάτου συμπέσωμεν ψήφοις,