Ancient Greek · ~21 min
Πρὸς τοὺς εἰς τὰς ἱπποδρομίας ἀπελθόντας, καὶ εἰς τὸ ῥητὸν τοῦ Εὐαγγελίου· Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι' αὐτῆς· καὶ πρὸς τῷ τέλει εἰς Πλούσιον καὶ εἰς τὸν Λάζαρον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7) 1.1-7
Not analysed yet
Βούλομαι τῆς συνήθους ἅψασθαι πάλιν διδασκαλίας, καὶ τὴν πνευματικὴν ὑμῖν παραθεῖναι τράπεζαν· καὶ ὀκνῶ καὶ ἀναδύομαι, ὁρῶν οὐδὲν καρπουμένους ὑμᾶς ἐκ τῆς συνεχοῦς διδασκαλίας· ἐπεὶ καὶ γηπόνος, ἐπειδὰν δαψιλεῖ τῇ χειρὶ τὰ σπέρματα τοῖς κόλποις τῆς γῆς παρακατάθηται, καὶ μὴ ἀξίαν τῶν πόνων ἴδῃ τὴν βλάστην γινομένην, οὐ μετὰ τῆς αὐτῆς προθυμίας τῆς γεωργίας ἅπτεται· ἡ γὰρ ἐλπὶς ἀεὶ τῆς τῶν καρπῶν φορᾶς ὑποτέμνεται τὸ βαρὺ τῶν πόνων. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς τὸν πολὺν τοῦτον πόνον τῆς διδασκαλίας κούφως ἂν ἠνέγκαμεν, εἰ ἐμάθομεν πλέον τι γινόμενον ἐκ τῆς παραινέσεως τῆς ἡμετέρας εἰς ὠφέλειαν τὴν ὑμετέραν. Νυνὶ δὲ ὅταν θεασώμεθα, ὅτι μετὰ τὰς τοσαύτας ἡμῶν παραινέσεις, μετὰ τὰς τοσαύτας νουθεσίας καὶ ἐπιπλήξεις (οὐδὲ γὰρ ἐπαυσάμεθα συνεχῶς ὑμᾶς ὑπομιμνήσκοντες τοῦ φοβεροῦ δικαστηρίου καὶ τῶν εὐθυνῶν τῶν ἀπαραιτήτων, καὶ τοῦ πυρὸς ἐκείνου τοῦ ἀσβέστου, καὶ τοῦ σκώληκος τοῦ ἀτελευτήτου), τινὲς τῶν ταῦτα ἀκουόντων (οὐδὲ γὰρ κατὰ πάντων ἐκφέρω τὴν ψῆφον, μὴ γένοιτο), πάντων τούτων ἐπιλαθόμενοι, πάλιν ἐπὶ τὴν σατανικὴν θεωρίαν τῆς ἱπποδρομίας ἑαυτοὺς ἐκδεδώκασι, ποίᾳ λοιπὸν προσδοκίᾳ τῶν αὐτῶν ἁψόμεθα πόνων, καὶ τὴν διδασκαλίαν αὐτοῖς ταύτην τὴν πνευματικὴν παραθήσομεν, ὁρῶντες μηδὲν πλέον αὐτοὺς ἐντεῦθεν καρπουμένους, ἀλλ' ἁπλῶς συνηθείᾳ τινὶ κατακολουθοῦντας, καὶ κροτοῦντας μὲν τὰ παρ' ἡμῶν λεγόμενα, καὶ δεικνύντας ἡμῖν ὡς μεθ' ἡδονῆς δέχονται τοὺς ἡμετέρους λόγους, καὶ μετὰ τοῦτο πάλιν ἐπὶ τὸν ἱππόδρομον τρέχοντας, καὶ μείζονας τοὺς κρότους ἐπὶ τοὺς ἡνιόχους ἐπιδεικνυμένους καὶ ἀκάθεκτον τὴν μανίαν, καὶ μετὰ πολλοῦ τοῦ τόνου συντρέχοντας, καὶ πρὸς ἀλλήλους πολλάκις διαπληκτιζομένους καὶ λέγοντας, ὅτι ὁ μὲν τῶν ἵππων οὐ καλῶς ἔδραμεν, ὁ δὲ ὑποσκελισθεὶς κατέπεσεν, καὶ ὁ μὲν τούτῳ τῷ ἡνιόχῳ ἑαυτὸν προσνέμει, ὁ δὲ τῷ ἑτέρῳ· καὶ οὐδαμοῦ ἔννοια οὐδὲ ὑπόμνησις τῶν ἡμετέρων λόγων, οὐδὲ τῶν πνευματικῶν καὶ φρικτῶν μυστηρίων τῶν ἐνταῦθα τελουμένων, ἀλλὰ καθάπερ αἰχμάλωτοι γενόμενοι ὑπὸ τῶν τοῦ διαβόλου παγίδων, ἐκεῖ διημερεύουσι, τῇ σατανικῇ θεωρίᾳ ἑαυτοὺς ἐκδεδωκότες, καὶ εἰς αἰσχύνην προκείμενοι καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τοῖς τὰ ἡμέτερα διασύρειν βουλομένοις; Τίς ἂν οὖν, κἂν σφόδρα ᾖ λίθινος, ἢ καὶ ἀναίσθητος, ταῦτα ἀναλγήτως ἐνεγκεῖν δυνήσεται, μήτι γε ἡμεῖς οἱ πατρικὴν φιλοστοργίαν περὶ πάντας ὑμᾶς ἐπιδείκνυσθαι σπουδάζοντες; Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶ τὸ λυποῦν ἡμᾶς, ὅτι ἀνόνητον τὸν ἡμέτερον ἐπιδείκνυσθε κάματον, ἀλλὰ πολλῷ πλέον ἡμῶν καθάπτεται, ὅταν ἐννοήσωμεν ὅτι βαρυτέραν ἑαυτοῖς οἱ ταῦτα ποιοῦντες ἐργάζονται τὴν κατάκρισιν. Ἡμεῖς γὰρ τῶν πόνων τὴν ἀμοιβὴν ἀναμένομεν παρὰ τοῦ Δεσπότου· τὸ γὰρ ἡμέτερον ἅπαν πεποιήκαμεν, καὶ τὸ ἀργύριον κατεβάλομεν, καὶ τὸ τάλαντον τὸ ἐμπιστευθὲν ἡμῖν διενείμαμεν, καὶ οὐδὲν τῶν εἰς ἡμᾶς ἡκόντων παραλελοίπαμεν· οἱ δὲ τὰ ἀργύρια δεξάμενοι ταῦτα τὰ πνευματικὰ, ποίαν ἕξουσιν, εἰπέ μοι, ἀπολογίαν, ποίαν δὲ συγγνώμην, ὅταν μὴ μόνον αὐτὰ ἀπαιτῶνται, ἀλλὰ καὶ τὴν τούτων ἐργασίαν; ποίοις ὀφθαλμοῖς ὄψονται τὸν κριτήν; πῶς οἴσουσι τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν, τὰ κολαστήρια τὰ ἀφόρητα; Μὴ γὰρ εἰς ἄγνοιαν ἔχουσι καταφυγεῖν; Καθ' ἑκάστην ἡμέραν ἐνηχοῦμεν, παραινοῦμεν, προτρεπόμεθα, δεικνύομεν τῆς ἀπάτης τὸν ὄλεθρον, τῆς βλάβης τὸ μέγεθος, τῆς σατανικῆς πανηγύρεως τὸν δόλον, καὶ οὐδὲ οὕτω καθικέσθαι ἠδυνήθημεν. Καὶ τί λέγω τὴν ἡμέραν ἐκείνην τὴν φοβεράν; Τέως τὰ ἐνταῦθα γυμνάσωμεν. Πῶς, εἰπέ μοι, οἱ τῆς σατανικῆς ἐκείνης μετασχόντες θεωρίας δυνήσονται μετὰ παῤῥησίας ἐνταῦθα παραγενέσθαι, τὸ συνειδὸς ἔχοντες κατεξανιστάμενον καὶ καταβοῶν μεγάλα; Ἢ οὐκ ἀκούουσιν οὗτοι τοῦ μακαρίου Παύλου λέγοντος τοῦ διδασκάλου τῆς οἰκουμένης, Τίς κοινωνία φωτὶ πρὸς σκότος, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Πόσης γὰρ οὐκ ἂν εἴη καταγνώσεως ἄξιον, ὅταν ὁ πιστὸς καὶ τῶν ἐνταῦθα τελουμένων καὶ εὐχῶν καὶ φρικτῶν μυστηρίων καὶ πνευματικῆς διδασκαλίας ἀπολαύων, μετὰ τὴν ἐνταῦθα τελετὴν ἀπελθὼν καθέζηται εἰς τὴν σατανικὴν ἐκείνην θεωρίαν μετὰ τοῦ ἀπίστου, μετὰ τοῦ ἐν τῷ σκότει τῆς ἀσεβείας πλανωμένου, ὁ τῷ φωτὶ τοῦ τῆς δικαιοσύνης ἡλίου καταυγασθείς; Πῶς, εἰπέ μοι, λοιπὸν ἐπιστομίσαι δυνησόμεθα ἢ Ἕλληνας ἢ Ἰουδαίους; πῶς δὲ ἐναγαγεῖν αὐτοὺς ἰσχύσομεν, καὶ πείσομεν μετατάξασθαι εἰς τὴν εὐσέβειαν, ὅταν ὁρῶσι τοὺς μεθ' ἡμῶν τεταγμένους εἰς τὰ ὀλέθρια ἐκεῖνα καὶ πάσης λύμης γέμοντα θέατρα συμφυρομένους αὐτοῖς; Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, μετὰ τὸ παραγενέσθαι ἐνταῦθα, καὶ ἐκκαθᾶραι τὸν λογισμὸν, καὶ τὴν διάνοιαν εἰς νῆψιν ἀγαγεῖν καὶ κατάνυξιν, πάλιν ἀπελθὼν ἐκεῖ καταῤῥυπαίνεις ἑαυτόν; Ἢ οὐκ ἀκούεις σοφοῦ τινος λέγοντος· Εἷς οἰκοδομῶν καὶ εἷς καθαιρῶν τί ὠφέλησαν πλέον ἢ κόπους; Ὃ δὴ καὶ νῦν γίνεται. Ὅταν γὰρ τὰ ἐνταῦθα ὑφ' ἡμῶν οἰκοδομηθέντα διὰ τῆς συνεχοῦς διδασκαλίας καὶ τῆς παραινέσεως ταύτης τῆς πνευματικῆς, ἀπελθὼν ἀθρόον ἐκεῖ πάντα καθέλῃς, καὶ εἰς ἔδαφος, ὡς εἰπεῖν, καταγάγῃς, ποῖον ὄφελος πάλιν ἡμᾶς ἄνωθεν τὰ τῆς οἰκοδομῆς ἐπιδείκνυσθαι, καὶ πάλιν ὑμᾶς τὰ τῆς καθαιρέσεως; πόσης τοῦτο ἀνοίας οὐκ ἂν εἴη καὶ παραπληξίας; Εἰπὲ γάρ μοι, εἰ ἐθεάσω ἐν ταῖς αἰσθηταῖς ταύταις οἰκοδομαῖς ταῖς διὰ τῶν λίθων γινομέναις τοῦτό τινα ποιοῦντα, οὐχὶ ὡς μεμηνότι αὐτῷ προσέξεις καὶ εἰκῆ καὶ μάτην κοπτομένῳ, καὶ εἰς οὐδὲν δέον πάντα τὰ αὑτοῦ καταναλίσκοντι; Τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῆς οἰκοδομῆς ταύτης τῆς πνευματικῆς λογίζου, καὶ τὴν αὐτὴν ἔκφερε ψῆφον. Ἰδοὺ γάρ· ἡμεῖς μὲν, ἐπειδὴ εἰς τοῦτο ἐτάχθημεν παρὰ τῆς τοῦ Θεοῦ χάριτος, καθ' ἑκάστην ἡμέραν τὴν οἰκοδομὴν ταύτην τὴν πνευματικὴν εἰς ὕψος ἐγείρομεν, καὶ πρὸς τὴν τῆς ἀρετῆς διδασκαλίαν ὑμᾶς ἐνάγειν σπουδάζομεν· τινὲς δὲ τῶν ἐνταῦθα συντρεχόντων τὴν μετὰ πολλοῦ πόνου αὐξηθεῖσαν οἰκοδομὴν ἐν μιᾷ καιροῦ ῥοπῇ μονονουχὶ ταῖς οἰκείαις χερσὶ διὰ τῆς ἀφάτου ταύτης ῥᾳθυμίας εἰς ἔδαφος κατάγουσιν, ἡμῖν μὲν πολλὴν τὴν ἀθυμίαν ἐντεῦθεν τίκτοντες, ἑαυτοῖς δὲ μέγιστον τὸν ὄλεθρον καὶ τὴν ζημίαν ἀφόρητον.