Ancient Greek
Πρὸς τοὺς εἰς τὰς ἱπποδρομίας ἀπελθόντας, καὶ εἰς τὸ ῥητὸν τοῦ Εὐαγγελίου· Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι' αὐτῆς· καὶ πρὸς τῷ τέλει εἰς Πλούσιον καὶ εἰς τὸν Λάζαρον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7) 2.1-7
Not analysed yet
Τάχα σφοδροτέραν τὴν ἐπιτίμησιν ἐποιησάμεθα· ὅσον μὲν πρὸς τὴν ἡμετέραν φιλοστοργίαν σφοδροτέραν, ὅσον δὲ πρὸς τὸ μέγεθος τοῦ πλημμελήματος οὐδὲ τὴν ἀξίαν. Ἀλλ' ὅμως ἐπειδὴ δεῖ καὶ τοῖς πεπτωκόσι χεῖρα ὀρέγειν, καὶ περὶ τοὺς τοσοῦτον ἐῤῥᾳθυμηκότας τὴν πατρικὴν εὔνοιαν ἐπιδείξασθαι, οὐδὲ οὕτως ἀπαγορεύομεν αὐτοῖς τὴν σωτηρίαν· μόνον ἐὰν βουληθῶσι μηκέτι τοῖς αὐτοῖς πάλιν περιπεσεῖν, ἀλλὰ μέχρι τούτου στῆσαι τὰ τῆς ῥᾳθυμίας, καὶ ἀπαγορεῦσαι ἑαυτοῖς τὴν ἐπὶ τὰς ἱπποδρομίας ἄνοδον, καὶ πᾶσαν τὴν τοιαύτην σατανικὴν θεωρίαν. Δεσπότην γὰρ ἔχομεν φιλάνθρωπον καὶ ἥμερον καὶ κηδεμονικὸν, ὃς, ἐπειδὴ οἶδε τὴν ἀσθένειαν τῆς φύσεως τῆς ἡμετέρας, ἐπειδὰν ἁμαρτήματί τινι περιπέσωμεν ῥᾳθυμίᾳ ὑποσκελισθέντες, ἓν μόνον ἐπιζητεῖ παρ' ἡμῶν, μὴ ἀπογνῶναι, ἀλλὰ ἀποστῆναι τοῦ πλημμελήματος, καὶ πρὸς τὴν ἐξομολόγησιν ἐπειχθῆναι. Κἂν τοῦτο ποιήσωμεν, ταχεῖαν ἡμῖν τὴν συγχώρησιν ἐπαγγέλλεται· αὐτὸς γάρ ἐστιν ὁ λέγων· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Ταῦτα τοίνυν εἰδότες, μὴ καταφρονῶμεν τοῦ οὕτω φιλανθρώπου Δεσπότου, ἀλλὰ περιγινώμεθα τῆς συνηθείας τῆς ἐπιβλαβοῦς· καὶ μὴ τὴν πλατεῖαν πύλην, καὶ εὐρύχωρον ὁδὸν βαδίζωμεν· καθάπερ σήμερον ἠκούσατε τοῦ κοινοῦ πάντων Δεσπότου παραινοῦντος ἐν τῷ Εὐαγγελίῳ, καὶ λέγοντος· Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι' αὐτῆς. Ἀκούσας πλατεῖαν πύλην, καὶ εὐρύχωρον ὁδὸν, μὴ τοῖς προοιμίοις ἀπατηθῇς, μηδὲ, ὅτι πολλοὶ εἰσέρχονται δι' αὐτῆς, τοῦτο ἴδῃς, ἀλλ' ἐννόει ὅτι εἰς στενὸν καταστρέφει τέλος. Κἀκεῖνο δὲ συνετῶς λογίζου, ὅτι οὐ περὶ αἰσθητῆς πύλης ἐστὶν ὁ λόγος, οὐδὲ περὶ ὁδοῦ ἁπλῶς, ἀλλὰ περὶ πάσης τῆς ζωῆς τῆς ἡμετέρας, καὶ περὶ ἀρετῆς καὶ κακίας ἐστὶν ἡ παραίνεσις. Διά τοι τοῦτο καὶ ἀρχόμενος οὕτως ἤρξατο λέγων, Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, τὴν τῆς ἀρετῆς πύλην οὕτω καλῶν. Εἶτα εἰπὼν, ὅτι Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, διδάσκει ἡμᾶς λοιπὸν τὴν αἰτίαν, δι' ἣν τοῦτο παραινεῖ. Εἰ γὰρ καὶ στενὴ, φησὶν, αὕτη, καὶ πολὺν ἔχει τὸν κάματον ἐν τῇ εἰσόδῳ, ἀλλ' ἐὰν μικρὸν κάμητε, εἰς πολὺ πλάτος ἐκβήσεσθε καὶ εὐρυχωρίαν πολλὴν τὴν ἄνεσιν δυναμένην ὑμῖν παρασχεῖν. Μὴ τοίνυν ὅτι στενή ἐστι, φησὶν, ἴδητε, μηδὲ τὰ προοίμια ὑμᾶς θορυβείτω, μηδὲ τὸ στενὸν τῆς εἰσόδου ὀκνηροὺς ἀπεργαζέσθω· ἡ γὰρ πλατεῖα αὕτη πύλη, καὶ ἡ εὐρύχωρος ὁδὸς εἰς ἀπώλειαν καταστρέφει. Διὸ καὶ πολλοὶ τῇ ἀρχῇ καὶ τοῖς προοιμίοις ἀπατώμενοι, καὶ οὐδὲν τῶν μελλόντων προορώμενοι, εἰς τὴν ἀπώλειαν ἑαυτοὺς ἐκδιδόασι. Διὰ τοῦτό φησιν, ὅτι Πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι' αὐτῆς. Καὶ καλῶς αὐτὴν πλατεῖαν πύλην ἐκάλεσε, καὶ εὐρύχωρον ὁδὸν τὴν ἐπὶ τὴν ἀπώλειαν ἀπάγουσαν. Οἱ γὰρ ἐπὶ τὰς ἱπποδρομίας ἀναβαίνειν σπεύδοντες, καὶ τὰς ἄλλας τὰς σατανικὰς θεωρίας, καὶ τῆς σωφροσύνης ἀμελοῦντες, καὶ τῆς ἀρετῆς οὐδένα λόγον ποιούμενοι, καὶ ἀσελγαίνειν βουλόμενοι, καὶ οἱ τῇ τρυφῇ καὶ τῇ γαστριμαργίᾳ ἑαυτοὺς ἐκδιδόντες, καὶ περὶ τὴν τῶν χρημάτων μανίαν καὶ λύτταν καθ' ἑκάστην ἡμέραν δαπανώμενοι, καὶ πρὸς τὰ τοῦ παρόντος βίου πράγματα κεχηνότες, διὰ τῆς πλατείας πύλης βαδίζουσι καὶ εὐρυχώρου ὁδοῦ· ἀλλ' ἐπειδὰν ἐπὶ πολὺ προέλθωσι, καὶ πολλὰ τῶν ἁμαρτημάτων ἑαυτοῖς τὰ φορτία συνάξωσι, καταδαπανώμενοι, ἐλθόντες εἰς τὸ τῆς ὁδοῦ τέλος, οὐκέτι περαιτέρω προελθεῖν δύνανται, τῆς στενότητος τῆς ὁδοῦ πιεζούσης αὐτοὺς, διὰ τὸ μὴ δύνασθαι τῷ ὄγκῳ τῷ ἁμαρτημάτων βαρυνομένους ταύτην διελθεῖν· διὸ ἀνάγκη εἰς αὐτὸν τῆς ἀπωλείας τὸν κρημνὸν αὐτοὺς καταστρέψαι. Ποῖον οὖν ὄφελος, εἰπέ μοι, πρὸς ὀλίγον τὴν εὐρύχωρον βαδίσαντας, ἐν διηνεκεῖ ἀπωλείᾳ γενέσθαι, καὶ ὄναρ, ὡς εἰπεῖν, τρυφήσαντας, ἐν ἀληθείᾳ κολάζεσθαι; Ὅπερ γάρ ἐστι μιᾶς νυκτὸς ὄναρ, τοῦτο ἅπας ὁ παρὼν βίος πρὸς τὴν διαδεξομένην ἡμᾶς κόλασιν καὶ τιμωρίαν. Μὴ γὰρ, ἵνα ἁπλῶς ἀναγινώσκωμεν, ταῦτα γέγραπται; Διὰ τοῦτο ἡ τοῦ Πνεύματος χάρις γραφῇ τοὺς τοῦ Κυρίου λόγους παραδοθῆναι πεποίηκεν, ἵνα προφυλακτικὰ τῶν παθῶν τῶν ἡμετέρων φάρμακα ἐντεῦθεν λαμβάνοντες, τὴν ἐπηρτημένην κόλασιν διαφυγεῖν δυνηθῶμεν. Διὰ τοῦτο καὶ τότε κατάλληλα τοῖς τραύμασιν αὐτῶν τὰ φάρμακα ἐπιτιθεὶς ὁ Δεσπότης ἡμῶν Χριστὸς ἔλεγε παραινῶν· Εἰσέλθετε διὰ τῆς στενῆς πύλης. Στενὴν δὲ αὐτὴν ἐκάλει, οὐκ ἐπειδὴ τῇ φύσει στενὴ τυγχάνει, ἀλλ' ἐπειδὴ ἡ γνώμη ἡ ἡμετέρα πρὸς ῥᾳθυμίαν μᾶλλον ῥέπουσα, στενὴν αὐτὴν εἶναι νομίζει. Οὐδὲ γὰρ ἵνα ἀποστρέψῃ ἡμᾶς, διὰ τοῦτο στενὴν αὐτὴν ὠνόμασεν, ἀλλ' ἵνα τὸ πλάτος τῆς ἑτέρας φυγόντες καὶ ἐκ τοῦ τέλους ἑκάστην καταμαθόντες, οὕτω ταύτην μᾶλλον ἑλώμεθα.