Ancient Greek · ~17 min
Εἰς τὸν σεισμὸν καὶ εἰς τὸν Πλούσιον καὶ εἰς τὸν Λάζαρον, καὶ πόθεν ἡ δουλεία ἐγένετο.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7) 3.1-6
Not analysed yet
Συνήκατε τί λέγω; Προσέχετε· φιλόσοφον γὰρ ὑμᾶς βούλομαι παιδεῦσαι λόγον. Διὰ τί τοὺς κολαζομένους θρηνοῦμεν, ἀλλ' οὐ τοὺς ἁμαρτάνοντας; Οὐ γὰρ οὕτω χαλεπὸν κόλασις, ὡς χαλεπὸν ἡ ἁμαρτία· τῆς γὰρ κολάσεως ὑπόθεσις ἡ ἁμαρτία. Ἐὰν τοίνυν ἴδῃς τινὰ σηπεδόνα ἔχοντα, καὶ σκώληκας καὶ ἰχῶρας ἀπὸ τοῦ σώματος κατερχομένους, καὶ ἀμελοῦντα τοῦ ἕλκους καὶ τῆς σηπεδόνος, ἕτερον δὲ τὰ αὐτὰ πάσχοντα ἰατρικῶν ἀπολαύοντα χειρῶν, καιόμενον, καὶ τεμνόμενον, καὶ πικρὰ πίνοντα φάρμακα, τίνα θρηνήσεις; εἰπέ μοι· τὸν νοσοῦντα, καὶ μὴ θεραπευόμενον, ἢ τὸν νοσοῦντα, καὶ θεραπευόμενον; Δῆλον ὅτι τὸν νοσοῦντα, καὶ μὴ θεραπευόμενον. Οὕτως ἔστωσαν δύο ἁμαρτωλοὶ, ὁ μὲν κολαζόμενος, ὁ δὲ μὴ κολαζόμενος. Μὴ λέγε, μακάριος οὗτος, ὅτι πλουτεῖ, ὀρφανοὺς ἀποδύει, χήρας βιάζεται. Καίτοι οὐ νοσεῖ, ἀλλ' ἁρπάζων εὐδοκιμεῖ, τιμῆς ἀπολαύει καὶ δυναστείας, οὐδὲν τῶν ἀνθρωπίνων ὑπομένει, οὐ πυρετὸν, οὐ κάκωσιν, οὐκ ἄλλην τινὰ νόσον· παίδων χορὸς περὶ αὐτὸν, γῆρας λιπαρόν· ἀλλὰ τοῦτον μάλιστα θρήνει, ὅτι καὶ νοσεῖ, καὶ οὐ θεραπεύεται· πῶς, ἐγὼ λέγω. Ἐὰν ἴδῃς τινὰ ὑδέρῳ κατεχόμενον, καὶ σπληνὶ χαλεπωτάτῳ τὸ σῶμα ἐξογκούμενον, καὶ μὴ τρέχοντα πρὸς τὸν ἰατρὸν, ἀλλὰ ψυχροποσίᾳ προσέχοντα, τράπεζαν ἔχοντα Συβαριτικὴν, καθ' ἑκάστην ἡμέραν μεθύοντα, δορυφορούμενον, καὶ ἐπιτείνοντα τὴν νόσον, εἰπέ μοι, μακαρίζεις τοῦτον, ἢ ταλανίζεις; Ἐὰν δὲ ἕτερον ἴδῃς ὑδέρῳ κατεχόμενον, ἰατρικῶν ἀπολαύοντα χειρῶν, λιμῷ ἑαυτὸν ἐκδιδόντα, ἐν ἀπορίᾳ πολλῇ ὄντα, φαρμάκοις προσκαρτεροῦντα πικροῖς, ἔχουσι μὲν ὀδύνην, τίκτουσι δὲ διὰ τῆς ὀδύνης ὑγείαν, οὐχὶ τοῦτον ὑπὲρ ἐκεῖνον μακαρίζεις; Ὡμολόγηται· ὁ μὲν γὰρ νοσεῖ, καὶ οὐ θεραπεύεται· ὁ δὲ νοσεῖ, καὶ ἀπολαύει ἰατρείας. Ἀλλ' ἐπίπονος ἡ ἰατρεία. Ἀλλ' ὠφέλιμον αὐτῆς τὸ τέλος. Οὕτως ἐστὶ καὶ ἐν τῷ παρόντι βίῳ. Ἀλλ' ἀπὸ τῶν σωμάτων ἄπαγε τὸν λόγον ἐπὶ τὰς ψυχὰς, ἀπὸ τῶν νοσημάτων ἐπὶ τὰ ἁμαρτήματα, ἀπὸ τῆς πικρίας τῶν φαρμάκων ἐπὶ τὰς τιμωρίας καὶ τὴν κρίσιν τοῦ Θεοῦ. Ὅπερ γάρ ἐστι τὸ φάρμακον τὸ παρὰ τοῦ ἰατροῦ, καὶ ἡ τομὴ καὶ τὸ πῦρ, τοῦτό ἐστιν ἡ τιμωρία ἡ παρὰ τοῦ Θεοῦ. Ὥσπερ γὰρ τὸ πῦρ πολλάκις ἐπαγόμενον καίει, καὶ τὴν νομὴν κωλύει, καὶ τὸ σιδήριον ἀφαιρεῖται τὴν σηπεδόνα, ἔχον μὲν ὀδύνην, παρέχον δὲ ὠφέλειαν· οὕτω καὶ λιμὸς καὶ λοιμοὶ καὶ ὅσα κακὰ δοκοῦντα εἶναι, ἀντὶ σιδήρου καὶ πυρὸς ἐπάγονται τῇ ψυχῇ, ἵνα τὴν νομὴν τῶν νοσημάτων κατὰ τὴν εἰκόνα τῶν σωμάτων κωλύσῃ καὶ βελτίονα ἐργάσηται. Πάλιν ἔστωσαν δύο πόρνοι, καὶ ὑποκείσθω τῷ λόγῳ ἡ εἰκών· δύο πόρνοι· ἀλλ' ὁ μὲν πλούσιος, ὁ δὲ πένης. Τίς μᾶλλον ἐλπίδας σωτηρίας ἔχει; Ὡμολόγηται δηλονότι ὁ πένης. Μὴ τοίνυν εἴπῃς, ὅτι ὁ πλούσιος πορνεύει καὶ πλουτεῖ, καὶ διὰ τοῦτο μακαρίζω αὐτόν. Μᾶλλον ἔδει σε μακαρίζειν αὐτὸν, εἰ πορνεύων ἐπένετο, εἰ πορνεύων ἐλίμωττεν· εἶχε γὰρ διδάσκαλον κατηναγκασμένον τῆς φιλοσοφίας τὴν πενίαν. Ὅταν ἴδῃς κακὸν εὐημεροῦντα, δάκρυσον· δύο γὰρ κακὰ, καὶ νόσος καὶ τὸ ἀνίατον. Ὅταν ἴδῃς κακὸν ἐν συμφοραῖς ὄντα, παραμυθοῦ, μὴ διὰ τοῦτο μόνον, ὅτι βελτίων γίνεται, ἀλλ' ὅτι πολλὰ τῶν ἁμαρτημάτων αὐτοῦ ἐνταῦθα διαλύεται. Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ. Πολλοὶ τῶν ἀνθρώπων καὶ ἐνταῦθα διαλύονται, καὶ ἐκεῖ κρίνονται· οἱ δὲ ἐνταῦθα μόνον, οἱ δὲ ἐκεῖ μόνον. Κάτεχέ μου τὴν διδασκαλίαν· οὗτος γὰρ διευκρινηθεὶς ὁ λόγος πολλοὺς θορύβους ἐκβαλεῖ σου τοῦ λογισμοῦ. Ἀλλ', εἰ δοκεῖ, παραγάγωμεν εἰς μέσον πρῶτον τὸν ἐκεῖ μὲν κολαζόμενον, ἐνταῦθα δὲ ἀπολαύσαντα τρυφῆς. Προσεχέτωσαν καὶ πλούσιοι καὶ πένητες τῷ λεγομένῳ· ἑκατέροις γὰρ χρήσιμος ἡ διδασκαλία. Ὅτι γὰρ καὶ ἐνταῦθα καὶ ἐκεῖ πολλοὶ κρίνονται, ἄκουε τοῦ Χριστοῦ λέγοντος· Εἰς ἣν δ' ἂν πόλιν ἢ οἰκίαν εἰσέλθητε, εἰσερχόμενοι εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτὴν, λέγοντες· Εἰρήνη τῷ οἴκῳ τούτῳ. Κἂν μὲν ᾖ ἡ οἰκία ἐξία, εἰσελθέτω ἡ εἰρήνη ὑμῶν ἐπ' αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν ἐφ' ὑμᾶς ἐπιστραφήτω. Καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ἔξω τῆς πόλεως, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥων ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. Εἰς ἣν δ' ἂν πόλιν ἢ οἰκίαν εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστι, κἀκεῖ μείνατε, ἕως ἂν ἐξέλθητε. Ἀπὸ τούτων δῆλον ὅτι οἱ Σοδόμων καὶ Γομόῤῥων καὶ ἐνταῦθα ἐκρίθησαν, καὶ ἐκεῖ κολάζονται. Ὅταν γὰρ λέγῃ, ὅτι ἀνεκτότερον ἔσται Σοδόμοις ἢ τούτοις, δείκνυσιν, ὅτι κολάζονται μὲν, οὐχ οὕτω δὲ ὡς οὗτοι.