Ancient Greek · ~16 min
Εἰς τὸν σεισμὸν καὶ εἰς τὸν Πλούσιον καὶ εἰς τὸν Λάζαρον, καὶ πόθεν ἡ δουλεία ἐγένετο.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7) 2.1-6
Not analysed yet
Ἀλλ' ἐρεῖς μοι, καὶ τί ὠφελεῖς λέγων; Ὠφελῶ, ἐάν τίς μου ἀκούῃ· ἐγὼ τὸ ἐμαυτοῦ ποιῶ· ὁ σπείρων σπείρει. Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· καὶ τὰ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν, τὰ δὲ ἐπὶ τὴν πέτραν, τὰ δὲ ἐπὶ τὰς ἀκάνθας, τὰ δὲ ἐπὶ τὴν γῆν τὴν καλήν· τρία μέρη ἀπώλετο, καὶ ἓν ἐσώθη, καὶ οὐκ ἀπέστη τῆς γεωργίας, ἀλλ' ἐπειδὴ ἓν διεσώζετο, οὐκ ἐπαύσατο τῆς γεηπονίας. Καὶ νῦν δὲ ἀμήχανον ἐν τοσούτῳ πλήθει σπόρον καταβαλλόμενον μὴ ἐνεγκεῖν μοι στάχυν· κἂν μὴ πάντες ἀκούσωσιν, οἱ ἡμίσεις ἀκούσονται· κἂν μὴ οἱ ἡμίσεις, ἡ τρίτη μοῖρα· κἂν μὴ ἡ τρίτη μοῖρα, ἡ δεκάτη· κἂν μὴ ἡ δεκάτη, κἂν εἷς ἐκ τοῦ πλήθους ἀκούσῃ, ἀκουέτω. Οὐ μικρὸν γὰρ τὸ καὶ ἓν πρόβατον διασωθῆναι· ἐπεὶ καὶ ὁ ποιμὴν ἐκεῖνος τὰ ἐννενηκονταεννέα πρόβατα καταλιπὼν, ἐπὶ τὸ ἓν τὸ πεπλανημένον ἔδραμεν. Οὐ καταφρονῶ ἀνθρώπου· κἂν εἷς ᾖ, ἄνθρωπός ἐστι, τὸ περισπούδαστον τοῦ Θεοῦ ζῶον· κἂν δοῦλος ᾖ, οὐκ ἔστι μοι εὐκαταφρόνητος· οὐ γὰρ ἀξίωμα ζητῶ, ἀλλ' ἀρετήν· οὐ δεσποτείαν, οὐ δουλείαν, ἀλλὰ ψυχήν· κἂν εἷς ᾖ, ἄνθρωπός ἐστι, δι' ὃν οὐρανὸς ἐτανύσθη, καὶ ἥλιος φαίνει, καὶ σελήνη τρέχει, καὶ ἀὴρ ἐξεχέθη, καὶ πηγαὶ βρύουσι, καὶ θάλαττα ἡπλώθη, καὶ προφῆται ἐπέμφθησαν, καὶ νόμος ἐδόθη· καὶ τί δεῖ πάντα λέγειν; δι' ὃν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος ἐγένετο. Ὁ Δεσπότης μου ἐσφάγη, καὶ τὸ αἷμα αὐτοῦ ἐξέχεεν ὑπὲρ ἀνθρώπου· κἀγὼ καταφρονῆσαι ἔχω; καὶ ποίαν ἔχω συγγνώμην; Οὐκ ἀκούετε ὅτι Σαμαρείτιδι διελέγετο ὁ Κύριος, καὶ μυρίους ἠνάλωσε λόγους; καὶ οὐκ ἐπειδὴ Σαμαρεῖτις ἦν, κατεφρονεῖτο, ἀλλ' ἐπειδὴ ψυχὴν εἶχεν, ἐσπουδάζετο· οὐκ ἐπειδὴ πόρνη ἦν, ὑπερεωρᾶτο, ἀλλ' ἐπειδὴ ἔμελλε σώζεσθαι, καὶ πίστιν ἐπεδείξατο, πολλάκις ἀπήλαυσε τῆς ἐπιμελείας. Οὐ παύσομαι λέγειν ἐγὼ, κἂν μηδεὶς ᾖ ὁ ἀκούων· ἰατρός εἰμι, ἐπιτίθημι τὰ φάρμακα· διδάσκαλός εἰμι, παραινεῖν ἐκελεύσθην· λέγει γάρ· Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ. Οὐδένα διορθοῦμαι; Καὶ τί τοῦτο; ἀλλ' ἐγὼ τὸν μισθὸν ἔχω. Καὶ τοῦτο καθ' ὑπερβολὴν εἶπον· ἀμήχανον γὰρ ἐν πλήθει τοσούτῳ μὴ διορθωθῆναί τινα. Ἀλλ' αὐταὶ αἱ σκήψεις καὶ αἱ προφάσεις εἰσὶ τῶν ῥᾳθύμων ἀκροατῶν. Ἀκούω, φησὶ, καθ' ἡμέραν, καὶ οὐ ποιῶ. Ἄκουε, κἂν μὴ ποιῇς· ἐκ γὰρ τοῦ ἀκούειν καὶ τὸ πράττειν περιγίνεται· κἂν μὴ ποιῇς, αἰσχύνῃ ἐπὶ τῇ ἁμαρτίᾳ· κἂν μὴ ποιῇς, μεταβάλλῃ τὴν γνώμην· κἂν μὴ ποιῇς, καταδικάζεις σεαυτὸν, ὅτι οὐ ποιεῖς. Τοῦτο δὲ τὸ κατηγορεῖν σεαυτοῦ, πόθεν; Ὁ καρπὸς τῶν ἐμῶν λόγων. Ὅταν εἴπῃς· Οἴμοι, ἤκουσα, καὶ οὐ ποιῶ· τὸ οἴμοι προοίμιόν ἐστι τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς. Ἥμαρτες· ἐθρήνησας; ἔλυσας τὴν ἁμαρτίαν. Λέγε γὰρ σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς. Κἂν στυγνάσῃς, ἢ κατηφὴς γένῃ, ἔχει τινὰ σωτηρίαν ἡ κατήφεια, οὐ διὰ τὴν φύσιν τῆς κατηφείας, ἀλλὰ διὰ τὴν φιλανθρωπίαν τοῦ Δεσπότου. Τῷ ἔχοντι ἁμαρτίας οὐκ ὀλίγη παραμυθία τὸ λυπεῖν ἑαυτόν. Εἶδον γὰρ, φησὶν, ὅτι ἐλυπήθη καὶ ἐστύγνασε, καὶ ἰασάμην αὐτοῦ τὰς ὀδύνας. Ὢ φιλανθρωπίας ἀφάτου, καὶ ἀγαθότητος ἑρμηνευθῆναι μὴ δυναμένης. Ἐλυπήθη, καὶ ἰασάμην αὐτόν. Καὶ τί μέγα, ὅτι ἐλυπήθη; Οὐ μέγα μέν· ἀλλ' ἐγὼ ἀφορμὴν ἔλαβον τοῦ ἰᾶσθαι τὰς ὀδύνας αὐτοῦ. Εἴδετε πῶς ἐν βραχείᾳ καιροῦ ῥοπῇ πάντα συνήγαγε; Διηνεκῶς τοίνυν τὴν ἑσπέραν ἐκείνην τοῦ σεισμοῦ λογίζεσθε ἐν ἑαυτοῖς. Οἱ μὲν γὰρ ἄλλοι πάντες διὰ τὸν σεισμὸν ἐδεδοίκεσαν, ἐγὼ δὲ διὰ τὴν αἰτίαν τοῦ σεισμοῦ. Συνήκατε τί εἶπον; Οἱ μὲν ἐφοβοῦντο, μὴ πέσῃ ἡ πόλις, καὶ ἀποθάνωσιν· ἐγὼ δὲ δέδοικα, ὅτι ὁ Δεσπότης ἡμῖν ὀργίζεται· οὐ γὰρ χαλεπὸν τὸ ἀποθανεῖν, ἀλλὰ χαλεπὸν τὸ παροξῦναι τὸν Δεσπότην. Ὥστε οὐ διὰ τὸν σεισμὸν ἐφοβούμην, ἀλλὰ διὰ τὴν αἰτίαν τοῦ σεισμοῦ· ἡ γὰρ αἰτία τοῦ σεισμοῦ ἡ ὀργὴ τοῦ Θεοῦ, τῆς δὲ ὀργῆς αἴτιον αἱ ἁμαρτίαι ἡμῶν. Μηδέποτε φοβοῦ κόλασιν, ἀλλ' ἁμαρτίαν τὴν μητέρα τῆς κολάσεως. Σείεται ἡ πόλις; Καὶ τί τοῦτο; ἀλλὰ σοῦ μὴ σαλευθήτω ἡ διάνοια· ἐπεὶ καὶ ἐπὶ τῶν νοσημάτων καὶ τῶν τραυμάτων οὐκ ἐκείνους θρηνοῦμεν τοὺς θεραπευομένους, ἀλλὰ τοὺς τὰ ἀνίατα νοσοῦντας. Ὅπερ ἐστὶ νόσος καὶ τραῦμα, τοῦτό ἐστι καὶ ἁμαρτία· ὅπερ ἐστὶ τομὴ καὶ φάρμακον, τοῦτό ἐστι καὶ τιμωρία.