Ancient Greek
Εἰς τὸν πλούσιον καὶ τὸν Λάζαρον λόγος τέταρτος· καὶ ὅτι τὸ συνειδὸς εἴωθεν ἡμᾶς ἀναμιμνήσκειν παλαιὰ ἁμαρτήματα, καὶ εἰς τὸν Ἰωσήφ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7) 4.1-4
Not analysed yet
Οὐχ ὁρᾷς πόσοι βιώσαντες ἐν ἀρετῇ, μυρία παθόντες δεινὰ ἀπῆλθον, μηδὲν ἀπολαβόντες ἀγαθόν; ἕτεροι δὲ πάλιν πονηρίαν πολλὴν ἐπιδειξάμενοι, τὰς ἑτέρων ἁρπάσαντες οὐσίας, χήρας καὶ ὀρφανοὺς ἀποδύσαντες καὶ καταδυναστεύσαντες, πλούτου καὶ τρυφῆς καὶ μυρίων ἀπολαύσαντες ἀγαθῶν ἀπῆλθον, οὐδὲ τὸ τυχὸν παθόντες δεινόν; Πότε οὖν ἢ ἐκεῖνοι οἱ πρότεροι τῆς ἀρετῆς ἀπολήψονται τὰς ἀμοιβὰς, ἢ οὗτοι τῆς πονηρίας δώσουσι τὰς τιμωρίας, εἰ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα ἵσταται πράγματα; Ὅτι γὰρ, εἰ ἔστι Θεὸς, ὥσπερ οὖν καὶ ἔστι, δίκαιός ἐστι, πᾶς ὁστισοῦν ἂν εἴποι· ὅτι δὲ, εἰ δίκαιός ἐστι, καὶ τούτοις κἀκείνοις ἀποδώσει τὰ κατ' ἀξίαν, καὶ τοῦτο συνωμολόγηται. Εἰ δὲ μέλλοι κἀκείνοις καὶ τούτοις ἀποδιδόναι κατ' ἀξίαν, ἐνταῦθα δὲ οὐδεὶς αὐτῶν ἀπέλαβεν, οὔτε ἐκεῖνος τῆς πονηρίας τὴν κόλασιν, οὔτε οὗτος τῆς ἀρετῆς τὰς ἀμοιβὰς, εὔδηλον ὅτι λείπεταί τις καιρὸς, ἐν ᾧ τὴν προσήκουσαν ἀντίδοσιν ἑκάτεροι τούτων ἕξουσι. Τίνος δὲ ἕνεκεν ὅλως ἐν τῇ διανοίᾳ τῇ ἡμετέρᾳ κριτὴν οὕτω διηνεκῶς ἐγρηγορότα καὶ νήφοντα κατέστησεν ἡμῖν ὁ Θεός; τὸ συνειδὸς λέγω. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδεὶς δικαστὴς οὕτως ἄγρυπνος ἐν ἀνθρώποις, οἷον τὸ ἡμέτερον συνειδός. Οἱ μὲν γὰρ ἔξωθεν δικασταὶ καὶ ὑπὸ χρημάτων διαφθείρονται, καὶ κολακείαις χαυνοῦνται, καὶ διὰ φόβον καθυποκρίνονται, καὶ πολλὰ ἕτερά ἐστι τὰ λυμαινόμενα τὴν ὀρθὴν ἐκείνων ψῆφον· τὸ δὲ τοῦ συνειδότος δικαστήριον οὐδενὶ τούτων εἴκειν οἶδεν· ἀλλὰ κἂν χρήματα δῷς, κἂν κολακεύσῃς, κἂν ἀπειλήσῃς, κἂν ἕτερον ὁτιοῦν ἐργάσῃ, δικαίαν ἐξοίσει τὴν ψῆφον κατὰ τῶν ἡμαρτηκότων λογισμῶν· καὶ αὐτὸς ὁ τὴν ἁμαρτίαν ἐργασάμενος αὐτὸς ἑαυτὸν καταδικάζει, κἂν μηδεὶς ἕτερος κατηγορῇ. Καὶ οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις καὶ διὰ παντὸς τοῦ βίου τοῦτο ποιῶν διατελεῖ· κἂν πολὺς παρέλθῃ χρόνος, οὐδέποτε ἐπιλήσεται τῶν γεγενημένων, ἀλλὰ καὶ ἐν τῷ γίνεσθαι τὴν ἁμαρτίαν, καὶ πρὶν γενέσθαι, καὶ μετὰ τὸ γενέσθαι σφοδρὸς ἐφέστηκεν ἡμῖν κατήγορος, καὶ μάλιστα μετὰ τὸ γενέσθαι. Ἐν μὲν γὰρ τῷ πράττειν τὴν ἁμαρτίαν ὑπὸ τῆς ἡδονῆς μεθύοντες οὐχ οὕτως αἰσθανόμεθα· ἐπειδὰν δὲ γένηται καὶ λάβῃ τέλος, τότε δὴ μάλιστα, τῆς ἡδονῆς σβεσθείσης ἁπάσης, τὸ πικρὸν τῆς μετανοίας ἐπεισέρχεται κέντρον ἀπεναντίας ταῖς ὠδινούσαις γυναιξίν. Ἐπ' ἐκείνων μὲν γὰρ πρὸ τοῦ τόκου πολὺς καὶ ἀφόρητος ὁ πόνος καὶ ὠδῖνες δριμεῖαι διακόπτουσαι ταῖς ἀλγηδόσιν αὐτάς· μετὰ δὲ τὸν τόκον ἄνεσις, τῷ βρέφει τῆς ὀδύνης συνεξελθούσης· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ἕως μὲν ἂν ὠδίνωμεν καὶ συλλαμβάνωμεν τὰ διεφθαρμένα βουλεύματα, εὐφραινόμεθα καὶ χαίρομεν· ἐπειδὰν δὲ ἀποτέκωμεν τὸ πονηρὸν παιδίον τὴν ἁμαρτίαν, τότε τὸ αἶσχος τοῦ τεχθέντος ἰδόντες ὀδυνώμεθα, τότε διακοπτόμεθα τῶν ὠδινουσῶν γυναικῶν χαλεπώτερον. Διὸ παρακαλῶ μὴ δέχεσθαι μὲν μάλιστα παρὰ τὴν ἀρχὴν ἐπιθυμίαν διεφθαρμένην· εἰ δὲ καὶ δεξόμεθα, ἀποπνίγειν ἔνδον τὰ σπέρματα. Εἰ δὲ καὶ μέχρι τούτου ῥᾳθυμήσαιμεν, ἐξελθοῦσαν εἰς ἔργον τὴν ἁμαρτίαν ἀποκτείνειν πάλιν δι' ἐξομολογήσεως καὶ δακρύων, διὰ τοῦ κατηγορεῖν ἑαυτῶν. Οὐδὲν γὰρ οὕτως ὀλέθριον τῇ ἁμαρτίᾳ, ὡς κατηγορία καὶ κατάγνωσις σὺν μετανοίᾳ καὶ δάκρυσι. Κατέγνως σου τὴν ἁμαρτίαν; ἀπέθου τὸ φορτίον. Καὶ τίς ταῦτά φησιν; Αὐτὸς ὁ δικάζων Θεός. Λέγε σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Τίνος γὰρ ἕνεκεν αἰσχύνῃ καὶ ἐρυθριᾷς, εἰπέ μοι, τὰ ἁμαρτήματα εἰπεῖν; μὴ γὰρ ἀνθρώπῳ λέγεις, ἵνα ὀνειδίσῃ σε; μὴ γὰρ τῷ συνδούλῳ ὁμολογεῖς, ἵνα ἐκπομπεύσῃ; Τῷ Δεσπότῃ, τῷ κηδεμόνι, τῷ φιλανθρώπῳ, τῷ ἰατρῷ τὸ τραῦμα ἐπιδεικνύεις. Μὴ γὰρ, κἂν σὺ μὴ εἴπῃς, ἐκεῖνος οὐκ οἶδεν, ὅς γε καὶ πρὸ τοῦ πραχθῆναι ἠπίστατο; τίνος οὖν ἕνεκεν οὐ λέγεις; μὴ γὰρ ἐκ τῆς σῆς κατηγορίας φορτικώτερον γίνεται τὸ ἁμάρτημα; Ἡμερώτερον μὲν οὖν καὶ κουφότερον. Καὶ διὰ τοῦτο βούλεταί σε εἰπεῖν, οὐχ ἵνα κολάσῃ, ἀλλ' ἵνα συγχωρήσῃ· οὐχ ἵνα αὐτὸς μάθῃ τὴν ἁμαρτίαν· πῶς γὰρ, ὁ εἰδώς; ἀλλ' ἵνα σὺ μάθῃς πόσον σοι συγχωρεῖ χρέος. Βούλεται δέ σε μαθεῖν τῆς χάριτος τὸ μέγεθος, ἵνα εὐχαριστῶν διατελῇς, ἵνα ὀκνηρότερος πρὸς ἁμαρτίαν ᾖς, ἵνα προθυμότερος εἰς ἀρετήν. Ἂν μὴ εἴπῃς τοῦ χρέους τὸ μέγεθος, οὐκ ἐπιγινώσκεις τῆς χάριτος τὴν ὑπερβολήν. Οὐκ ἀναγκάζω, φησὶν, εἰς μέσον ἐλθεῖν σε θέατρον, καὶ μάρτυρας περιστῆσαι πολλούς· ἐμοὶ τὸ ἁμάρτημα εἰπὲ μόνῳ κατ' ἰδίαν, ἵνα θεραπεύσω τὸ ἕλκος, καὶ ἀπαλλάξω τῆς ὀδύνης. Διὰ τοῦτο τὸ συνειδὸς ἡμῖν ἐγκατέθηκε καὶ πατρὸς φιλοστοργότερον. Πατὴρ μὲν γὰρ ἅπαξ, ἢ δεύτερον, ἢ καὶ τρίτον, ἢ καὶ δεκάκις ἐπιτιμήσας τῷ παιδὶ, ἐπειδὰν ἴδῃ μένοντα ἀδιόρθωτον, ἀπαγορεύσας ἀποκηρύττει, καὶ τῆς οἰκίας ἐκβάλλει, καὶ τῆς συγγενείας διακόπτει· ἀλλ' οὐ τὸ συνειδός· ἀλλὰ, κἂν ἅπαξ, κἂν δεύτερον, κἂν τρίτον, κἂν μυριάκις εἴπῃ, καὶ παρακούσῃς, πάλιν ἐρεῖ, καὶ οὐκ ἀφίσταται ἕως ἐσχάτης ἀναπνοῆς· καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀμφόδοις, καὶ ἐν τραπέζῃ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν ὁδοῖς, πολλάκις δὲ καὶ ἐν ὀνείροις αὐτοῖς τῶν ἡμαρτημένων ἡμῖν τὰ εἴδωλα καὶ τὰς φαντασίας παρίστησι.