Ancient Greek · ~17 min
Εἰς τὸν πλούσιον καὶ τὸν Λάζαρον λόγος τέταρτος· καὶ ὅτι τὸ συνειδὸς εἴωθεν ἡμᾶς ἀναμιμνήσκειν παλαιὰ ἁμαρτήματα, καὶ εἰς τὸν Ἰωσήφ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7) 5.1-4
Not analysed yet
Καὶ ὅρα σοφίαν Θεοῦ. Οὔτε διηνεκῆ τὴν κατηγορίαν ἐποίησεν εἶναι τοῦ συνειδότος (οὐ γὰρ ἂν ἠνέγκαμεν τὸ φορτίον, συνεχῶς ἐγκαλούμενοι), οὔτε οὕτως ἀσθενῆ, ὡς ἐκ πρώτης καὶ δευτέρας ἀπαγορεῦσαι παραινέσεως. Εἰ μὲν γὰρ καθ' ἑκάστην ἡμέραν καὶ ὥραν ἔμελλεν ἡμᾶς κεντεῖν, κἂν ἀπεπνίγημεν ἀπὸ τῆς ἀθυμίας· εἰ δὲ ἅπαξ καὶ δεύτερον ὑπομνῆσαν ἀπέστη τῆς ἐπιτιμήσεως, οὐκ ἂν πολλὴν ἐκαρπωσάμεθα τὴν ὠφέλειαν. Διὰ τοῦτο διηνεκῆ μὲν ταύτην ἐποίησεν εἶναι τὴν ἐπιτίμησιν, οὐ μὴν συνεχῆ· διηνεκῆ μὲν, ἵνα μὴ εἰς ῥᾳθυμίαν ἐμπίπτωμεν, ἀλλ' ἀεὶ καὶ μέχρι τελευτῆς ὑπομιμνησκόμενοι νήφωμεν· οὐ συνεχῆ δὲ οὐδὲ ἐπάλληλον, ἵνα μὴ καταπίπτωμεν, ἀλλὰ ἀνέσεις τινὰς λαμβάνοντες καὶ παραμυθίας ἀναπνέωμεν. Ὥσπερ γὰρ τὸ μηδ' ὅλως ἀλγεῖν ἐπὶ τοῖς ἁμαρτήμασιν ὀλέθριον, καὶ τὴν ἐσχάτην ἀναισθησίαν ἐντίκτον ἡμῖν, οὕτω τὸ συνεχῶς καὶ πέρα τοῦ μέτρου τοῦτο πάσχειν ἐπιβλαβές. Ἡ γὰρ ὑπερβολὴ τῆς ἀθυμίας ἴσχυε καὶ τῶν κατὰ φύσιν πολλάκις ἐκβαλοῦσα φρενῶν, ὑποβρύχιον ποιῆσαι τὴν ψυχὴν, καὶ πρὸς ἅπαντα ἄχρηστον ἐργάσασθαι τὰ καλά. Διὰ τοῦτο καὶ ἐκ διαλειμμάτων ἡμῖν τὸν τοῦ συνειδότος ἔλεγχον παρεσκεύασεν ἐπιτίθεσθαι, ἐπειδὴ σφόδρα ἐστὶν ἀπότομος, καὶ παντὸς κέντρου σφοδρότερον τὸν ἡμαρτηκότα νύττειν εἴωθεν. Οὐδὲ γὰρ ἡνίκα ἂν ἁμαρτάνωμεν αὐτοὶ, ἀλλὰ καὶ ἡνίκα ἂν ἕτεροι τὰ αὐτὰ πλημμελῶσιν ἡμῖν, διεγείρεται σφοδρῶς καὶ μετὰ πολλῆς ἡμῶν καταβοᾷ τῆς εὐτονίας. Καὶ γὰρ ὁ πόρνος, καὶ ὁ μοιχὸς, καὶ ὁ κλέπτης οὐ μόνον ὅταν αὐτὸς κατηγορῆται, ἀλλ' ὅταν καὶ ἑτέρων τοιαῦτα τολμησάντων ἀκούῃ κατηγορουμένων, αὐτὸς ἡγεῖται μαστίζεσθαι, ἐν ταῖς ἑτέρων ἐπιτιμήσεσι τῆς οἰκείας ἁμαρτίας λαμβάνων ἀνάμνησιν, καὶ ἐγκαλεῖται μὲν ἄλλος, πλήττεται δὲ οὗτος ὁ μηδὲν ἐγκαλούμενος, ὅταν ᾖ τὰ αὐτὰ ἐκείνῳ τετολμηκώς· ὥσπερ οὖν καὶ ἐπὶ τοῖς κατορθώμασιν, ἑτέρων ἐγκωμιαζομένων καὶ στεφανουμένων, οἱ τὰ αὐτὰ κατωρθωκότες ἐκείνοις χαίρουσι καὶ ἀγάλλονται, ὡς οὐκ ἐκείνων μᾶλλον ἢ αὐτῶν ἐπαινουμένων. Τί τοίνυν γένοιτ' ἂν τοῦ ἡμαρτηκότος ἀθλιώτερον, ὅταν, ἑτέρων κατηγορουμένων, αὐτὸς καταδύηται; τί δὲ τοῦ ζῶντος ἐν ἀρετῇ μακαριώτερον, ὅταν, ἑτέρων ἐπαινουμένων, αὐτὸς χαίρῃ καὶ διαχέηται, ἐν τοῖς ἑτέρων ἐγκωμίοις ὑπόμνησιν λαμβάνων τῶν οἰκείων κατορθωμάτων; Ταῦτα τῆς τοῦ Θεοῦ σοφίας τὰ ἔργα, ταῦτα τῆς μεγίστης αὐτοῦ προνοίας τὰ σημεῖα. Ἄγκυρα γάρ τίς ἐστιν ἱερὰ τοῦ συνειδότος ἡ ἐπιτίμησις, οὐκ ἐῶσα τέλεον ἡμᾶς εἰς τὸν τῆς ἁμαρτίας καταποντισθῆναι βυθόν. Οὐδὲ γὰρ παρ' αὐτὸν τῶν ἁμαρτημάτων τὸν καιρὸν μόνον, ἀλλὰ καὶ μετὰ πολλὰς ἐνιαυτῶν περιόδους οἶδεν ἡμᾶς πολλάκις παλαιᾶς ἀναμιμνήσκειν ἁμαρτίας· καὶ τούτου καὶ ἀπ' αὐτῶν παραστήσομαι τῶν Γραφῶν σαφῆ τὴν ἀπόδειξιν. Ἀπέδοντό ποτε τὸν Ἰωσὴφ οἱ ἀδελφοὶ, ἐγκαλεῖν μὲν οὐδὲν ἔχοντες, ὅτι δὲ ἐνύπνια ἑώρα τὴν μέλλουσαν αὐτῷ προαναφωνοῦντα δόξαν. Εἶδον γὰρ, φησὶ, τὰ δράγματα ὑμῶν προσκυνήσαντα τὸ ἐμὸν δράγμα. Καίτοι ὑπὲρ τούτων φυλάττειν αὐτὸν ἐχρῆν· στέφανος γὰρ τῆς οἰκίας ἁπάσης ἔμελλεν ἔσεσθαι, καὶ λαμπρότης τοῦ γένους παντός. Ἀλλὰ τοιοῦτον ἡ βασκανία· τοῖς οἰκείοις πολεμεῖ καλοῖς, καὶ μᾶλλον ἂν ἕλοιτο μυρία πάσχειν δεινὰ ὁ βασκαίνων, ἢ τὸν πλησίον ἰδεῖν εὐδοκιμοῦντα, κἂν εἰς αὐτὸν διαβαίνειν μέλλοι τὰ τῆς εὐδοξίας· οὗ τί γένοιτ' ἂν ἀθλιώτερον; Ὅπερ οὖν κἀκεῖνοι ἔπαθον, καὶ ἰδόντες αὐτὸν πόῤῥωθεν ἥκοντα, τροφὴν αὐτοῖς κομίζοντα, πρὸς ἀλλήλους ἔλεγον· Δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ ἴδωμεν τί ἔσται τὰ ἐνύπνια αὐτοῦ. Εἰ καὶ μὴ ὡς ἀδελφὸν ᾐδέσθης, οὐδὲ τὴν φύσιν ἐπέγνως, τὴν γοῦν τράπεζαν αὐτὴν αἰδεσθῆναι ἔδει, καὶ τὸν τῆς διακονίας τρόπον, ὅτι θρέψων σε παρεγένετο. Ἀλλ' ὅρα πῶς καὶ ἄκοντες προφητεύουσι· Δεῦτε, φασὶν, ἀποκτείνωμεν αὐτὸν, καὶ ἴδωμεν τί ἔσται αὐτοῦ τὰ ἐνύπνια. Εἰ γὰρ οὐκ ἐβουλεύσαντο, καὶ τὸν δόλον ὕφαναν, καὶ τὴν ἀναιδῆ βουλὴν ἔῤῥαψαν ἐκείνην, οὐκ ἂν ἔγνωσαν τῶν ἐνυπνίων ἐκείνων τὴν δύναμιν. Οὐ γὰρ ἦν ἴσον, μηδὲν παθόντα δεινὸν ἐπὶ τὸν θρόνον ἀναβῆναι τῆς Αἰγύπτου, καὶ διὰ τοσούτων τῶν κωλυμάτων καὶ τῶν ἐμποδίων τῆς αὐτῆς ταύτης ἐπιλαβέσθαι λαμπρότητος. Εἰ μὴ γὰρ ἐπεβούλευσαν, οὐκ ἂν εἰς Αἴγυπτον ἀπέδοντο· εἰ μὴ ἀπέδοντο εἰς Αἴγυπτον, οὐκ ἂν ἠράσθη ἡ δέσποινα· εἰ μὴ ἠράσθη ἡ δέσποινα, οὐκ ἂν ἐνεβλήθη εἰς τὸ δεσμωτήριον, οὐκ ἂν συνέκρινε τὰ ὁράματα, οὐκ ἂν τῆς βασιλείας ἐπέτυχεν· εἰ μὴ τῆς βασιλείας δὲ ἐπέτυχεν ἐκείνης, οὐκ ἂν ἦλθον οὗτοι κατ' ἐμπορίαν σίτου, καὶ προσεκύνησαν αὐτόν. Ὥστε ἐπειδὴ ἀπέκτειναν αὐτὸν, διὰ τοῦτο μάλιστα ἔγνωσαν αὐτοῦ τὰ ἐνύπνια. Τί οὖν; αὐτοὶ πρόξενοι τῶν μελλόντων ἀγαθῶν αὐτῷ πάντων ἐγένοντο καὶ τῆς περιφανείας ἐκείνης; Οὐδαμῶς, ἀλλὰ αὐτοὶ μὲν θανάτῳ καὶ ἀθυμίᾳ καὶ τῇ δουλείᾳ καὶ τοῖς ἐσχάτοις παραδοῦναι ἐβουλεύσαντο κακοῖς· ὁ δὲ εὐμήχανος Θεὸς τῇ τῶν ἐπιβουλευόντων πονηρίᾳ πρὸς τὴν τοῦ πραθέντος καὶ ἐπιβουλευθέντος εὐδοκίμησιν ἀπεχρήσατο.