Ancient Greek · ~18 min
Εἰς τὸν Λάζαρον λόγος τρίτος, καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ἔλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, ἀλλ', Ἀπέλαβες· καὶ διὰ τί οἱ μὲν δίκαιοι κινδύνοις πολλάκις περιπίπτουσιν, οἱ δὲ ἁμαρτωλοὶ τούτους διαφεύγουσιν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7) 5.1-3
Not analysed yet
Τῶν γὰρ ἀνθρώπων οἱ μὲν ἐνταῦθα τιμωροῦνται μόνον, οἱ δὲ ἐνταῦθα μὲν οὐδὲν πάσχουσι δεινὸν, πᾶσαν δὲ ἐκεῖ τὴν τιμωρίαν ἀπολαμβάνουσιν, οἱ δὲ καὶ ἐνταῦθα καὶ ἐκεῖ κολάζονται. Τίνας οὖν ἐκ τῶν τριῶν μακαρίζετε τούτων; Πρώτους μὲν εὖ οἶδ' ὅτι τοὺς ἐνταῦθα κολαζομένους καὶ ἀποτιθεμένους τὰ ἁμαρτήματα. Δευτέρους δὲ μετ' ἐκείνους τίνας; Ὑμεῖς μὲν ἴσως τοὺς οὐδὲν ἐνταῦθα πάσχοντας, ἀλλ' ἐκεῖ πᾶσαν ὑπομένοντας τὴν τιμωρίαν· ἐγὼ δὲ οὐ τούτους, ἀλλὰ τοὺς καὶ ἐνταῦθα καὶ ἐκεῖ κολαζομένους. Ὁ μὲν γὰρ ἐνταῦθα τιμωρίαν δοὺς, κουφοτέρας αἰσθήσεται τῆς ἐκεῖ κολάσεως· ὁ δὲ πᾶσαν ἀναγκαζόμενος ἐκεῖ τὴν κόλασιν ὑπομεῖναι, ἀπαραίτητον ἕξει τὴν δίκην· καθάπερ καὶ οὗτος ὁ πλούσιος ἐνταῦθα μηδὲν διαλυσάμενος τῶν οἰκείων ἁμαρτημάτων, οὕτω χαλεπῶς ἐκολάζετο, ὡς μηδὲ σταγόνος μικρᾶς δυνηθῆναι ἐπιτυχεῖν. Καὶ τούτων δὲ αὐτῶν τῶν ἁμαρτανόντων μὲν, μηδὲν δὲ ἐνταῦθα πασχόντων δεινὸν, πολλῷ μᾶλλον ἐκείνους ταλανίζω τοὺς μετὰ τοῦ μὴ τιμωρεῖσθαι ἐνταῦθα καὶ τρυφῆς καὶ ἀδείας ἀπολαύοντας. Ὥσπερ γὰρ τὸ μὴ δοῦναι δίκην ἐνταῦθα τῶν ἁμαρτημάτων χαλεπωτέραν ἐκεῖ ποιεῖ τὴν τιμωρίαν· οὕτω δὴ τὸ πολλῆς ἀνέσεως ἀπολαύειν τοὺς ἁμαρτάνοντας καὶ τρυφῆς καὶ εὐπορίας, ἐφόδιον αὐτοῖς καὶ ὑπόθεσις κολάσεως καὶ τιμωρίας ἐκεῖ γίνεται μείζονος. Ὅταν γὰρ ἁμαρτάνοντες τιμώμεθα ὑπὸ τοῦ Θεοῦ, αὐτὸ τοῦτο ἡμᾶς μάλιστα εἰς τὸ πῦρ μειζόνως ἐμβαλεῖν δυνήσεται. Εἰ γὰρ μακροθυμίας τις ἀπολαύων μόνον, ἂν εἰς δέον αὐτῇ μὴ χρήσηται, χαλεπωτέραν ἕξει τὴν τιμωρίαν· ὅταν μετὰ τῆς μακροθυμίας καὶ τιμὰς ἔχῃ μεγίστας, εἶτα ἐπιμένῃ τῇ πονηρίᾳ, τίς αὐτὸν ἐξελεῖται τῆς κολάσεως ἐκείνης; Ὅτι γὰρ οἱ μακροθυμίας ἐνταῦθα ἀπολαύοντες συνάγουσιν ἑαυτοῖς ὁλόκληρον ἐκεῖ τὸ κακὸν, ἐὰν μὴ μετανοήσωμεν, ἄκουσον τί φησιν ὁ Παῦλος· Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ; Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ. Ὅταν οὖν ἴδωμέν τινας πλουτοῦντας, τρυφῶντας, μύρων ὄζοντας, ἐν μέθῃ διημερεύοντας, ἐν δυναστείᾳ ὄντας καὶ δόξῃ πολλῇ καὶ πολλῇ τῇ φαντασίᾳ καὶ περιφανείᾳ, καὶ ἁμαρτάνοντας, καὶ μηδὲν πάσχοντας δεινὸν, δι' αὐτὸ τοῦτο αὐτοὺς μάλιστα δακρύωμεν καὶ θρηνῶμεν, ὅτι ἁμαρτάνοντες οὐ κολάζονται. Ὥσπερ γὰρ εἴ τινα εἶδες ὑδέρῳ ἢ σπληνὶ κατεχόμενον, ἢ σηπεδόνα τινὰ ἔχοντα καὶ ἕλκη μυρία πάντοθεν, εἶτα ἐπὶ πᾶσι τούτοις μεθύοντα, τρυφῶντα, καὶ τὸ νόσημα ἐπιτείνοντα, οὐ μόνον οὐ θαυμάζεις, οὐδὲ μακαρίζεις διὰ τὴν τρυφὴν, ἀλλὰ δι' αὐτὸ τοῦτο μάλιστα ταλανίζεις αὐτόν· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς λογίζου. Ὅταν ἴδῃς ἄνθρωπον πονηρίᾳ συζῶντα, καὶ πολλῆς ἀπολαύοντα τῆς εὐημερίας, καὶ οὐδὲν πάσχοντα δεινὸν, διὰ τοῦτο μᾶλλον θρήνησον, ὅτι νοσήματι κατεχόμενος καὶ σηπεδόνι χαλεπωτάτῃ, τὴν ἀῤῥωστίαν ἐπιτείνει, διὰ τῆς τρυφῆς καὶ τῆς ἀνέσεως χείρων γινόμενος. Οὐ γὰρ ἡ κόλασις κακὸν, ἀλλ' ἡ ἁμαρτία κακόν. Αὕτη μὲν γὰρ τοῦ Θεοῦ διίστησιν, ἐκείνη δὲ συνάγει ἡμᾶς πρὸς τὸν Θεὸν, καὶ καταλύει τὴν ὀργήν. Πόθεν τοῦτο δῆλον; Ἄκουσον τοῦ προφήτου λέγοντος· Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, ἱερεῖς, λαλήσατε ἐπὶ τὴν καρδίαν Ἱερουσαλὴμ, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Καὶ πάλιν· Κύριος ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν. Καὶ ἵνα μάθητε ὅτι οἱ μὲν ἐνταῦθα, οἱ δὲ ἐκεῖ κολάζονται, οἱ δὲ καὶ ἐνταῦθα καὶ ἐκεῖ, ἀκούσατε τι φησιν ὁ Παῦλος κατηγορῶν τῶν ἀναξίως κοινωνούντων τοῖς μυστηρίοις· εἰπὼν γὰρ, ὅτι Ὁ ἐσθίων καὶ πίνων τὸ σῶμα καὶ αἷμα ἀναξίως τοῦ Κυρίου ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ, ἐπήγαγεν εὐθέως· Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· νῦν δὲ κρινόμενοι ὑπὸ τοῦ Κυρίου, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Ὁρᾷς πῶς ἡ ἐνταῦθα κόλασις ἐξαρπάζει τῆς ἐκεῖ τιμωρίας ἡμᾶς; Καὶ περὶ τοῦ πεπορνευκότος δέ φησι· Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ ἀπὸ τοῦ Λαζάρου δὲ τοῦτο δῆλον, ὅτι εἴ τι κακὸν ἐποίησεν, ἐνταῦθα τοῦτο ἀπονιψάμενος, οὕτως ἀπῆλθεν ἐκεῖ καθαρός· καὶ ἀπὸ τοῦ παραλελυμένου δὲ τοῦτό ἐστι δῆλον, ὃς τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ, διὰ τοῦ μήκους τῆς ἀῤῥωστίας καὶ τὰ ἁμαρτήματα ἀπέθετο. Ὅτι δὲ ἐξ ἁμαρτημάτων οὕτω διέκειτο, ἄκουσον τί φησιν ὁ Χριστός· Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Ὅτι μὲν οὖν τινες ἐνταῦθα κολάζονται, καὶ τὰ ἁμαρτήματα ἀποτίθενται, δῆλον ἐκ τούτων.