Ancient Greek · ~17 min
Εἰς τὸν Λάζαρον λόγος τρίτος, καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ἔλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, ἀλλ', Ἀπέλαβες· καὶ διὰ τί οἱ μὲν δίκαιοι κινδύνοις πολλάκις περιπίπτουσιν, οἱ δὲ ἁμαρτωλοὶ τούτους διαφεύγουσιν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7) 6.1-3
Not analysed yet
Ὅτι δέ τινες καὶ ἐνταῦθα καὶ ἐκεῖ κολάζονται, ὅταν μὴ τὴν ἀξίαν τοῦ μεγέθους τῶν ἁμαρτημάτων ἐνταῦθα ἀπολάβωσι τιμωρίαν, ἄκουσον περὶ τῶν Σοδομιτῶν τί φησιν ὁ Χριστός· εἰπὼν γὰρ, ὅτι Ὃς ἂν μὴ δέξηται ὑμᾶς, ἀποτινάξετε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν, ἐπήγαγε λέγων· Ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. Τῷ γὰρ εἰπεῖν ἀνεκτότερον, τοῦτο ἐδήλωσεν, ὅτι κἀκεῖνοι κολασθήσονται μὲν, κουφότερον δὲ, ἐπειδὴ καὶ ἐνταῦθα ἔδωκαν δίκην. Ὅτι δέ εἰσί τινες οἱ ἐνταῦθα μὲν οὐδὲν πάσχοντες δεινὸν, ἐκεῖ δὲ πᾶσαν ὑπομένοντες τιμωρίαν, ἐδήλωσεν ἡμῖν ὁ πλούσιος οὗτος, ἀπαραίτητον ἐκεῖ κόλασιν ὑπομένων, καὶ μηδὲ μικρᾶς ἀπολαύων παραμυθίας διὰ τὸ πᾶσαν ἐκεῖ τηρηθῆναι αὐτῷ τὴν τιμωρίαν. Ὥσπερ οὖν ἐπὶ τῶν ἁμαρτανόντων οἱ μηδὲν παθόντες ἐνταῦθα δεινὸν, μείζονα ὑφίστανται τὴν τιμωρίαν ἐκεῖ, οὕτως ἐπὶ τῶν κατορθούντων οἱ πολλὰ παθόντες ἐνταῦθα δεινὰ, πολλῆς ἀπολαύσονται τιμῆς ἐκεῖ. Καὶ καθάπερ ἁμαρτωλῶν ὄντων δύο, ἂν ὁ μὲν ἐνταῦθα κολασθῇ, ὁ δὲ μὴ κολασθῇ, μακαριώτερός ἐστιν ὁ κολασθεὶς τοῦ μὴ κολασθέντος· οὕτω δὴ καὶ δικαίων ἐνταῦθα ὄντων δύο, ἂν ὁ μὲν πλείους, ὁ δὲ ἐλάττους ὑπομείνῃ τὰς θλίψεις, μακαριώτερος ὁ τὰς πλείους ὑπομένων ἐστὶν, ἐπειδὴ ἑκάστῳ ἀποδώσει κατὰ τὰ ἔργα αὐτοῦ. Τί οὖν; οὐκ ἔστι τις καὶ ἐνταῦθα, φησὶ, καὶ ἐκεῖ ἀνέσεως ἀπολαύων; Ἀμήχανον τοῦτό ἐστιν, ἄνθρωπε, καὶ τῶν ἀδυνάτων ἕν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν ἐνταῦθα ῥᾳθυμίας καὶ ἀδείας ἀπολαύοντα, καὶ τρυφῶντα συνεχῶς ἐν πᾶσι, καὶ τὸν εἰκῆ καὶ ἁπλῶς ζῶντα βίον, τιμῆς ἀπολαῦσαι ἐκεῖ. Κἂν γὰρ πενία μὴ ἐνοχλῇ, ἀλλ' ἐπιθυμία ἐνοχλεῖ, καὶ διὰ ταύτης κατέχεται, καὶ οὐ μικρὸς ἐν τούτῳ ὁ πόνος· κἂν νόσος μὴ ἐπηρεάζῃ, ἀλλὰ θυμὸς ἐκκαίει, καὶ οὐχ ἡ τυχοῦσα ὀδύνη περιγενέσθαι ὀργῆς· κἂν πειρασμοὶ μὴ ἐπενεχθῶσιν, ἀλλὰ λογισμοὶ πονηροὶ συνεχῶς ἐπανίστανται. Οὐκ ἔστι δὲ τὸ τυχὸν χαλινῶσαι ἐπιθυμίαν ἄτοπον, παῦσαι κενοδοξίαν, καταστεῖλαι ἀπόνοιαν, τρυφῆς ἀποστῆναι, ἐν σκληραγωγίᾳ διάγειν· τὸν γὰρ μὴ ταῦτα καὶ τὰ τοιαῦτα ποιοῦντα ἀμήχανον σωθῆναί ποτε. Καὶ ὅτι οἱ τρυφῶντες οὐ σώζονται, ἄκουσον τί φησιν ὁ Παῦλος περὶ γυναικὸς χήρας· Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν. Εἰ δὲ περὶ γυναικὸς τοῦτο εἴρηται, πολλῷ μᾶλλον περὶ ἀνδρός. Καὶ ὅτι οὐκ ἔστι τινὰ ἄνετον ζῶντα βίον ἐπιτυχεῖν τῶν οὐρανῶν, καὶ ὁ Χριστὸς τοῦτο αὐτὸ δῆλον ἐποίησεν, οὕτως εἰπών· Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Πῶς οὖν λέγει, φησὶν, Ὁ ζυγός μου χρηστός ἐστι, καὶ τὸ φορτίον μου ἐλαφρόν; Εἰ γὰρ στενὴ ἡ ὁδὸς καὶ τεθλιμμένη, πῶς πάλιν αὐτὴν ἐλαφρὰν καὶ κούφην καλεῖ; Τὸ μὲν διὰ τὴν φύσιν τῶν πειρασμῶν, τὸ δὲ διὰ τὴν προαίρεσιν τῶν μετιόντων. Ἔστι γάρ τι καὶ τὸ ἀφόρητον τῇ φύσει γενέσθαι κοῦφον, ὅταν μετὰ προθυμίας αὐτὸ δεχώμεθα· ὥσπερ οὖν καὶ οἱ ἀπόστολοι μαστιγωθέντες ὑπέστρεφον χαίροντες ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἀτιμασθῆναι· καίτοι ἡ φύσις τῶν βασάνων θλῖψιν εἴωθεν ἐμποιεῖν καὶ ὀδύνην, ἀλλ' ἡ προαίρεσις τῶν μαστιγωθέντων καὶ τὴν φύσιν τῶν πραγμάτων ἐνίκησε. Διὰ τοῦτο καὶ ὁ Παῦλός φησι· Πάντες δὲ οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται. Ὥστε κἂν ἄνθρωπος μὴ διώκῃ, ἀλλ' ὁ διάβολος πολεμεῖ· καὶ πολλῆς ἡμῖν δεῖ τῆς φιλοσοφίας καὶ μεγάλης τῆς καρτερίας, ἵνα ἐν ταῖς εὐχαῖς νήφωμεν καὶ ἀγρυπνῶμεν, ἵνα τῶν ἀλλοτρίων μὴ ἐπιθυμῶμεν, ἵνα τὰ ὄντα πρὸς τοὺς δεομένους διανεμώμεθα, ἵνα πάσῃ τρυφῇ στένειν καὶ οἰμώζειν εἴπωμεν, καὶ τῇ διὰ τῶν ἱματίων, καὶ τῇ διὰ τῆς τραπέζης, ἵνα πλεονεξίαν φύγωμεν, ἵνα μέθην, ἵνα λοιδορίαν, ἵνα γλώττης κρατῶμεν, ἵνα μηδὲ βοῶμεν ἀτάκτως (Πᾶσα γὰρ πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν), ἵνα μὴ αἰσχρολογῶμεν, ἵνα μὴ ἀστεῖα λέγωμεν. Οὐ μικρὸς δὲ πόνος οὗτος, ἀκριβῆ τὴν τούτων παρατήρησιν ἐπιδείκνυσθαι. Καὶ ἵνα μάθῃς πόσον ἐστὶ τὸ φιλοσοφεῖν, καὶ ὡς οὐκ ἔχει τὸ πρᾶγμα ἄνεσιν, ἄκουσον τί φησιν ὁ Παῦλος· Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ· τοῦτο γὰρ εἰπὼν, ᾐνίξατο τὴν βίαν καὶ τὸν πολὺν πόνον, ὃν ὑπομένειν ἀνάγκη τοὺς βουλομένους ἐν ἅπασιν εὐήνιον κατασκευάζειν τὸ σῶμα. Καὶ ὁ Χριστὸς δὲ τοῖς μαθηταῖς ἔλεγεν· Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Αὕτη, φησὶν, ἡ θλῖψις ἄνεσιν ὑμῖν προξενεῖ· σκάμμα ἐστὶν ὁ παρὼν βίος· ἐν δὲ τῷ σκάμματι καὶ ἐν τοῖς ἀγῶσιν οὐκ ἂν δύναιτ' ἀπολαύειν ἀνέσεως ὁ στεφανοῦσθαι μέλλων. Ὥστε εἴ τις βούλοιτο στεφανωθῆναι, τὸν σκληρὸν καὶ ἐπίπονον αἱρείσθω βίον, ἵνα βραχὺν ἐνταῦθα πονήσας χρόνον, διηνεκοῦς ἀπολαύσῃ τιμῆς ἐκεῖ.