Ancient Greek · ~24 min
ΕΙΣ ΤΟ ΡΗΤΟΝ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ἵνα μὴ λυπῆσθε· καὶ εἰς τὸν Ἰὼβ καὶ τὸν Ἀβραάμ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7) 5.1-5
Not analysed yet
Εἰ δὲ λέγοις, ὅτι πολλοὺς εἶχεν οὗτος υἱοὺς, ἄλλος δὲ πολλάκις ἕνα μονογενῆ ἔχων ἀπώλεσε, καὶ οὐκ ἴσον τὸ πένθος, καλῶς λέγεις, κἀγώ σοί φημι ὅτι οὐκ ἴσον τὸ πένθος, ἀλλὰ πολλῷ μεῖζον τὸ τοῦ Ἰώβ. Τί γὰρ αὐτῷ τῆς πολυπαιδίας ὄφελος; Τρανοτέραν αὐτῷ τὴν συμφορὰν ἐποίησε καὶ πικροτέραν τὴν ὀδύνην τὸ ἐν πλείοσι σώμασι τὸ τραῦμα δέξασθαι. Εἰ δὲ βούλει καὶ ἕτερον ἰδεῖν ἅγιον μονογενῆ παῖδα ἔχοντα, καὶ τὴν αὐτὴν ἢ καὶ πλείονα ἀνδρείαν ἐπιδειξάμενον, ἀναμνήσθητι τοῦ πατριάρχου Ἀβραὰμ, ὃς οὐκ εἶδε τὸν Ἰσαὰκ ἀποθανόντα, ἀλλ', ὃ πολλῷ πικρότερον ἦν καὶ ὀδυνηρότερον, αὐτὸς αὐτὸν κατασφάξαι ἐπετάττετο, καὶ οὐκ ἀντεῖπε πρὸς τὸ ἐπίταγμα, οὐδὲ ἐδυσχέρανεν, οὐδὲ ἐφθέγξατό τι τοιοῦτον· Διὰ τοῦτό με πατέρα ἐποίησας, ἵνα παιδοκτόνον ἀπεργάσῃ; βέλτιον ἦν μὴ δοῦναι τὴν ἀρχὴν, ἢ δόντα τοιούτῳ τρόπῳ αὐτὸν ἀφελέσθαι. Βούλει λαβεῖν; τίνος ἕνεκεν κἀμὲ κατασφάξαι κελεύεις, καὶ τὴν δεξιὰν μιᾶναι τὴν ἐμαυτοῦ; Οὐκ ἀπὸ τούτου μοι τοῦ παιδίου τὴν οἰκουμένην ἐμπλῆσαι τῶν ἀπογόνων ὑπέσχου; πῶς οὖν τοὺς καρποὺς δίδως τὴν ῥίζαν ἀναιρῶν; πῶς δὲ ἀπογόνους ἐπαγγέλλῃ τὸν υἱὸν κατασφάττειν κελεύων; τίς ταῦτα εἶδε, τίς ταῦτα ἤκουσεν; Ἠπάτημαι, παρελογίσθην. Οὐδὲν τοιοῦτο οὐκ εἶπεν, οὐκ ἐνενόησεν, οὐκ ἀντεῖπε τῷ κελεύσαντι, οὐκ ἀπῄτησεν εὐθύνας, ἀλλὰ ἀκούσας· Λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ ἀνάγαγε αὐτὸν ἐφ' ἓν τῶν ὀρέων ὧν ἄν σοι εἴπω, μετὰ τοσαύτης προθυμίας τὸ ἐπίταγμα ἐπλήρωσεν, ὡς καὶ πλείονα τῶν ἐπιταχθέντων ποιῆσαι. Καὶ γὰρ τὸ γύναιον ἔκρυψε, καὶ τοὺς παῖδας ἔλαθε κάτω μένειν ἀφεὶς, καὶ μόνον τὸ ἱερεῖον λαβὼν ἀνῄει· οὕτως οὐκ ἄκων, ἀλλὰ μετὰ προθυμίας πολλῆς τὸ κελευσθὲν ἔπραττεν. Ἐννόησον τοίνυν ἡλίκον ἦν, μόνον μόνῳ διαλέγεσθαι τῷ παιδὶ, μηδενὸς παρόντος, ὅτε μᾶλλον τὰ σπλάγχνα διαθερμαίνεται, καὶ σφοδρότερον τὸ φίλτρον γίνεται, καὶ τοῦτο οὐκ ἐν μιᾷ ἢ δυσὶν, ἀλλὰ καὶ ἐν πλείοσιν ἡμέραις. Τὸ μὲν γὰρ ταχέως ποιῆσαι τὸ ἐπιταχθὲν, θαυμαστὸν καὶ μέγα, ἀλλ' οὐχ οὕτω θαυμαστὸν ὡς τὸ διὰ πολλῶν ἡμερῶν βασανιζομένης αὐτοῦ καὶ γυμναζομένης τῆς ψυχῆς μηδὲν παθεῖν πρὸς τὸ παιδίον ἀνθρώπινον. Διὰ γὰρ τοῦτο αὐτὸ καὶ μακρότερα σκάμματα ἐπέθηκεν ὁ Θεὸς, καὶ τὸ στάδιον ἐξέτεινεν, ἵνα ἀκριβέστερον ἴδῃς τὸν ἀθλητήν. Καὶ γὰρ ἦν ἀθλητὴς ὄντως, οὐκ ἀνθρώπῳ παλαίων, ἀλλ' αὐτῇ τῇ τῆς φύσεως τυραννίδι. Ποῖος λόγος παραστῆσαι δυνήσεται τὴν ἀνδρείαν; Ἀνήγαγε τὸ παιδίον, συνεπόδισε, τοῖς ξύλοις ἐπέθηκε, τὴν μάχαιραν ἥρπασεν, ἐπάγειν τὴν πληγὴν ἔμελλε. Πῶς εἴπω καὶ ποίῳ τρόπῳ, οὐκ ἔχω· μόνος αὐτὸς οἶδεν ὁ ταῦτα ἐργασάμενος· λόγος γὰρ οὐδεὶς παραστῆσαι δυνήσεται, πῶς οὐκ ἐνάρκησεν ἡ χεὶρ, πῶς οὐκ ἐλύθη τῶν νεύρων ὁ τόνος, πῶς οὐ συνέχεεν αὐτὸν ἡ ποθουμένη τοῦ παιδίου ὄψις. Ἄξιον ἐνταῦθα θαυμάσαι καὶ τὸν Ἰσαάκ. Ὥσπερ γὰρ ἐκεῖνος τῷ Θεῷ, οὕτω καὶ οὗτος ἐπείθετο τῷ πατρί· καθάπερ ἐκεῖνος, τοῦ Θεοῦ κελεύοντος θῦσαι, οὐκ ἀπῄτησεν εὐθύνας· οὕτω καὶ οὗτος, τοῦ πατρὸς δεσμεύοντος καὶ ἀνάγοντος ἐπὶ τὸν βωμὸν, οὐκ εἶπε· Τίνος ἕνεκεν ταῦτα ποιεῖς; ἀλλ' ὑπέκειτο τῇ χειρὶ τῇ πατρικῇ. Καὶ ἦν ἰδεῖν πατέρα καὶ ἱερέα γινόμενον τὸν αὐτὸν, καὶ θυσίαν χωρὶς αἵματος ἀναφερομένην, ὁλοκαύτωμα χωρὶς πυρὸς, θανάτου καὶ ἀναστάσεως τύπον ἐπὶ τοῦ βωμοῦ γινόμενον. Καὶ γὰρ ἔσφαξε τὸν υἱὸν, καὶ οὐκ ἔσφαξεν· οὐκ ἔσφαξε χειρὶ, ἀλλὰ τῇ προθυμίᾳ. Ἐπεὶ καὶ ὁ Θεὸς διὰ τοῦτο ἐκέλευσεν, οὐχ αἵματος χύσιν βουλόμενος ἰδεῖν, ἀλλὰ προαίρεσίν σοι δεῖξαι θέλων, καὶ τὸν γενναῖον ἐκεῖνον ἐν μέσῳ τῆς οἰκουμένης ἀνακηρῦξαι πάσης, καὶ παιδεῦσαι τοὺς μετὰ ταῦτα πάντας, ὅτι καὶ παίδων, καὶ φύσεως, καὶ τῶν ὄντων ἁπάντων, καὶ αὐτῆς τῆς ψυχῆς τοῦ Θεοῦ τὰ προστάγματα προτιμᾷν χρή. Κατῄει τοίνυν ζῶντα λαβὼν μάρτυρα τὸν Ἰσαάκ. Τίνα οὖν ἕξομεν συγγνώμην, εἰπέ μοι, ποίαν δὲ ἀπολογίαν, εἰ τὸν γενναῖον ἐκεῖνον μετὰ τοσαύτης εἴδομεν προθυμίας τῷ Θεῷ πειθόμενον, καὶ πάντων αὐτῷ παραχωροῦντα, καὶ ἡμεῖς δυσχεραίνομεν; Μὴ δή μοι τὸ πένθος εἴπῃς, μηδὲ τὸ τῆς συμφορᾶς ἀφόρητον, ἀλλ' ἐκεῖνο σκόπησον, ὅτι καὶ τοῦ πένθους χαλεποῦ ὄντος ἀνώτερος ἦν. Ἱκανὸν ἦν τὸ ἐπιταχθὲν θορυβῆσαι αὐτοῦ τὸν λογισμὸν, καὶ εἰς ἀπορίαν αὐτὸν ἐμβαλεῖν, καὶ τὴν πίστιν ὑπορύξαι τὴν ἐν τοῖς παρελθοῦσι. Τίς γὰρ τῶν πολλῶν οὐκ ἂν ἐνόμιζεν ἀπάτην εἶναι τὰ εἰρημένα περὶ τοῦ πλήθους τῶν ἐγγόνων, ὧν αὐτῷ ἐπηγγείλατο; Ἀλλ' οὐχ ὁ Ἀβραάμ. Καὶ τὸν Ἰὼβ δὲ τῆς ἐπὶ τῇ συμφορᾷ φιλοσοφίας οὐχ ἧττον, καὶ ὑπὲρ τούτου μάλιστα αὐτὸν θαυμάζειν χρὴ, ὅτι μετὰ τοσαύτην ἀρετὴν, μετὰ ἐλεημοσύνας καὶ φιλανθρωπίας, μετὰ τὸ μηδὲν μήτε ἑαυτῷ, μήτε τοῖς παισὶ συνειδέναι πονηρὸν, τοσοῦτον πένθος ἰδὼν οὕτω καινὸν καὶ παράδοξον καὶ μηδενὶ τῶν τὰ ἔσχατα τετολμηκότων συμβεβηκὸς, οὐκ ἔπαθε τὰ τῶν πολλῶν, οὐδὲ ἐνόμισεν ἀνόνητον εἶναι τὴν ἀρετὴν, οὐδὲ κακῶς βεβουλεῦσθαι τοῖς παρελθοῦσιν. Ὥστε δι' ἀμφότερα αὐτοὺς ταῦτα οὐ θαυμάζειν χρὴ μόνον, ἀλλὰ καὶ ζηλοῦν καὶ μιμεῖσθαι τὴν ἀρετήν. Καὶ μὴ λεγέτω τις, ὅτι ἐκεῖνοι θαυμαστοί τινες ἦσαν. Θαυμαστοὶ μὲν γὰρ ἦσαν καὶ μεγάλοι· ἀλλ' ἡμεῖς τανῦν πλείονα ἐκείνων ἀπαιτούμεθα φιλοσοφίαν καὶ τῶν ἐν τῇ Παλαιᾷ βεβιωκότων ἁπάντων. Ἐὰν γὰρ μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, φησὶν, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πάντοθεν τοίνυν σωφρονισθέντες, καὶ ταῦτα συλλέξαντες, καὶ τὰ περὶ ἀναστάσεως ἡμῖν εἰρημένα, καὶ τὰ περὶ τῶν ἁγίων τούτων, συνεχῶς ἐπᾴδωμεν ταῖς ψυχαῖς, μὴ μόνον κατὰ τὸν καιρὸν τοῦ πένθους, ἀλλὰ καὶ ἡνίκα ἂν καθαρεύωμεν ὀδύνης. Διὰ γὰρ τοῦτο καὶ ἐγὼ, καίτοι μηδενὸς ὄντος ἐν ἀθυμίᾳ, νῦν τούτους ἐκίνησα τοὺς λόγους, ἵν', ὅταν ἐμπέσωμεν εἴς τινα τοιαύτην συμφορὰν, μεμνημένοι τῶν εἰρημένων, ἱκανῆς ἀπολαύωμεν παραμυθίας· ἐπεὶ καὶ στρατιῶται, εἰρήνης οὔσης, τὰ τοῦ πολέμου μελετῶσιν, ἵνα τῆς μάχης ἐπιστάσης, καὶ τοῦ καιροῦ τὴν ἐμπειρίαν ἀπαιτοῦντος, εὐκαίρως ἐπιδείξωνται τὴν τέχνην, ἣν ἐν τῇ εἰρήνῃ κατώρθωσαν. Καὶ ἡμεῖς τοίνυν καὶ ὅπλα καὶ φάρμακα κατασκευάσωμεν ἑαυτοῖς ἐν τῷ καιρῷ τῆς εἰρήνης, ἵνα, εἴ ποτε πόλεμος ἐπιστῇ παθῶν ἀλόγων, ἢ πένθους, ἢ ὀδύνης, ἢ ἄλλου ὁτουοῦν τοιούτου, καθωπλισμένοι καλῶς καὶ πεφραγμένοι πάντοθεν, τὰς τοῦ Πονηροῦ προσβολὰς μετὰ πολλῆς ἀποκρουσώμεθα τῆς ἐμπειρίας, καὶ λογισμοῖς ὀρθοῖς, καὶ ταῖς ἀποφάσεσι τοῦ Θεοῦ, καὶ τοῖς ὑποδείγμασι τῶν ἀγαθῶν ἀνδρῶν, καὶ παντὶ τρόπῳ πάντοθεν ἑαυτοὺς τειχίσωμεν. Οὕτω γὰρ δυνησόμεθα καὶ τὴν παροῦσαν ζωὴν μετὰ εὐθυμίας διενεγκεῖν, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.