Ancient Greek · ~14 min
Εἰς τὸν σεισμὸν καὶ εἰς τὸν Πλούσιον καὶ εἰς τὸν Λάζαρον, καὶ πόθεν ἡ δουλεία ἐγένετο.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7) 1.1-6
Not analysed yet
Εἴδετε Θεοῦ δύναμιν, εἴδετε Θεοῦ φιλανθρωπίαν; δύναμιν, ὅτι ἐτίναξε τὴν οἰκουμένην· φιλανθρωπίαν, ὅτι πίπτουσαν αὐτὴν ἔστησε· μᾶλλον δὲ ἐν ἑκατέρῳ καὶ δύναμιν καὶ φιλανθρωπίαν. Καὶ γὰρ τὸ σεῖσαι δυνάμεως, καὶ τὸ στῆσαι φιλανθρωπίας· ὅτι ἔσεισε τὴν γῆν καὶ ἐστήριξε τὴν οἰκουμένην, ὅτι σαλευομένην καὶ μέλλουσαν αὐτὴν πίπτειν ἤγειρεν. Ἀλλ' ὁ μὲν σεισμὸς παρῆλθεν, ὁ δὲ φόβος μενέτω· ὁ σάλος ἐκεῖνος παρέδραμεν, ἡ δὲ εὐλάβεια μὴ παραδραμέτω· ἐλιτανεύσαμεν τρεῖς ἡμέρας, ἀλλὰ μὴ καταλύσωμεν τὴν σπουδήν. Διὰ γὰρ τοῦτο ὁ σεισμὸς, διὰ τὴν ῥᾳθυμίαν τὴν ἡμετέραν· ἐῤῥᾳθυμήσαμεν, καὶ ἐκαλέσαμεν τὸν σεισμόν· ἐσπουδάσαμεν, καὶ ἀπεκρουσάμεθα τὴν ὀργήν· μὴ πάλιν ῥᾳθυμήσωμεν, ἵνα μὴ πάλιν καλέσωμεν τὴν ὀργὴν καὶ τὴν τιμωρίαν. Οὐ γὰρ βούλεται ὁ Θεὸς τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Εἴδετε τὸ ἐπίκηρον τοῦ γένους τῶν ἀνθρώπων; Ὅτε ὁ σεισμὸς ἐγένετο, ἐνενόουν ἐν ἑαυτῷ λέγων· Ποῦ αἱ ἁρπαγαί; ποῦ αἱ πλεονεξίαι; ποῦ αἱ τυραννίδες; ποῦ αἱ ἀπόνοιαι; ποῦ αἱ δυναστεῖαι; ποῦ αἱ καταπονήσεις; ποῦ αἱ λεηλασίαι τῶν πενήτων; ποῦ αἱ ὑπερηφανίαι τῶν πλουτούντων; ποῦ τῶν ἀρχόντων αἱ δυναστεῖαι; ποῦ αἱ ἀπειλαί; ποῦ οἱ φόβοι; Μία καιροῦ ῥοπὴ καὶ ἀράχνης εὐτελέστερον πάντα διεσπᾶτο, πάντα ἐκεῖνα παρελύετο, καὶ κωκυτὸς πόλεως ἦν, καὶ πάντες ἐπὶ τὴν ἐκκλησίαν ἔτρεχον. Ἐννοήσατε, εἰ ἔδοξε τῷ Θεῷ πάντα κατενέγκαι, τί ἂν ἐπάθομεν. Ταῦτα δὲ λέγω, ἵνα συνεχῶς ἀκμάζῃ ἐν ὑμῖν ὁ φόβος τῶν γενομένων, καὶ τὴν διάνοιαν πάντων στηρίζῃ. Ἔσεισεν, ἀλλ' οὐ κατέβαλεν· εἰ γὰρ ἐβούλετο καταβαλεῖν, οὐκ ἂν ἔσεισεν· ἀλλὰ ἐπειδὴ οὐκ ἐβούλετο. προέλαβε καθάπερ κήρυξ ὁ σεισμὸς, προαναγγέλλων ἅπασι τὴν ὀργὴν τοῦ Θεοῦ, ἵνα τῷ φόβῳ βελτίους γενόμενοι, ἀποκρουσώμεθα τὴν διὰ τῶν πραγμάτων τιμωρίαν. Οὕτω καὶ ἐπὶ τῶν βαρβάρων ἐποίησεν. Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται. Καὶ διὰ τί οὐ καταστρέφεις; ἀπειλεῖς κατασκάπτειν, καὶ διὰ τί οὐ κατασκάπτεις; Ἐπειδὴ οὐ βούλομαι κατασκάπτειν, διὰ τοῦτο ἀπειλῶ. Τί οὖν λέγεις; Ἵνα μὴ ποιήσω ἃ λέγω, προλαμβανέτω ὁ λόγος, καὶ κωλυέτω τὸ ἔργον. Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται, τότε ὁ προφήτης ἔλεγε, σήμερον οἱ τοῖχοι φωνὴν ἀφιᾶσι. Ταῦτα δὲ λέγω, καὶ λέγων οὐ παύσομαι. καὶ πρὸς πένητας καὶ πρὸς πλουσίους· ἐννοήσατε πόση τοῦ Θεοῦ ἡ ὀργὴ, πῶς αὐτῷ πάντα ῥᾴδια καὶ εὔκολα· καὶ στῶμέν ποτε τῆς πονηρίας. Ἐν βραχείᾳ καιροῦ ῥοπῇ καὶ τὴν διάνοιαν καὶ τὸν νοῦν οὕτω παρέλυσεν ἑκάστου, καὶ τὰ θεμέλια τῆς καρδίας διέσεισεν. Ἐννοήσωμεν, εἰ κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν, ὅτε οὐ μία καιροῦ ῥοπὴ, ἀλλ' ἄπειροι αἰῶνες, καὶ ποταμοὶ πυρὸς, καὶ ἀπειληφόροι ὀργαὶ, καὶ δυνάμεις ἐπὶ τὴν κρίσιν ἕλκουσαι, καὶ βῆμα φοβερὸν, καὶ δικαστήριον ἀδέκαστον, καὶ ἑκάστου τὰ πεπραγμένα πρὸ τῶν ὀφθαλμῶν ἕστηκε, καὶ οὐδεὶς ὁ βοηθῶν, οὔτε γείτων, οὔτε ῥήτωρ, οὔτε συγγενὴς, οὐκ ἀδελφὸς, οὐ πατὴρ, οὐ μήτηρ, οὐ ξένος, οὐκ ἄλλος οὐδεὶς, τί ποιήσομεν τότε; εἰπέ μοι. Ἄγω τὸν φόβον ἵνα κατασκευάσω τὴν σωτηρίαν· σιδήρου τομωτέραν εἰργασάμην τὴν διδασκαλίαν, ἵνα ἕκαστος ὑμῶν σηπεδόνα ἔχων, ἀπόθηται. Οὐκ ἀεὶ ἔλεγον, καὶ νῦν λέγω, καὶ λέγων οὐ παύσομαι, μέχρι πότε τοῖς παροῦσίν ἐστε προσηλωμένοι; Πρὸς πάντας μὲν λέγω, ἐξαιρέτως δὲ πρὸς τοὺς νοσοῦντας, καὶ μὴ προσέχοντας τοῖς λεγομένοις· μᾶλλον δὲ, ἑκατέρῳ χρήσιμος ὁ λόγος, τῷ μὲν νοσοῦντι, ἵνα ὑγιάνῃ, τῷ δὲ ὑγιαίνοντι, ἵνα μὴ νοσήσῃ. Μέχρι πότε χρήματα; μέχρι πότε πλοῦτος; μέχρι πότε περιφάνειαι οἰκοδομημάτων; μέχρι πότε λύσσα περὶ τὴν ἄψυχον φιληδονίαν; Ἰδοὺ ἦλθεν ὁ σεισμός· τί ὠφέλησεν ὁ πλοῦτος; Ὁ πόνος ἑκατέρων παρελύθη τῷ κεκτημένῳ τὸ κτῆμα συναπώλετο, ἡ οἰκία τῷ κατασκευάσαντι· κοινὸς τάφος ἁπάντων ἡ πόλις ἐγίνετο, τάφος ἐσχεδιασμένος, οὐκ ἐν χερσὶ τεχνιτῶν, ἀλλὰ τῇ συμφορᾷ κατεσκευασμένος. Ποῦ ὁ πλοῦτος; ποῦ αἱ πλεονεξίαι; Ὁρᾶτε ὅτι ἀράχνης πάντα εὐτελέστερα;