Ancient Greek · ~18 min
Εἰς τὸν πλούσιον καὶ τὸν Λάζαρον λόγος τέταρτος· καὶ ὅτι τὸ συνειδὸς εἴωθεν ἡμᾶς ἀναμιμνήσκειν παλαιὰ ἁμαρτήματα, καὶ εἰς τὸν Ἰωσήφ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7) 6.1-4
Not analysed yet
Ἵνα δὲ μὴ συντυχίας τινὸς, μηδὲ πραγμάτων περιπετείας τὰ συμβάντα εἶναι νομίζηται, δι' αὐτῶν τῶν ἐναντιουμένων, δι' αὐτῶν τῶν κωλυόντων, αὐτὰ κατασκευάζει τὰ κωλυόμενα ὁ Θεὸς, τοῖς ἐχθροῖς αὐτοῦ πρὸς τὴν εὐδοκίμησιν διακόνοις χρώμενος, ἵνα μάθῃς, ὅτι ἃ ὁ Θεὸς βεβούλευται, οὐδεὶς διασκεδάσει, καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν οὐδεὶς ἀποστρέψει· ἵν' ὅταν ἐπιβουλεύῃ παρά τινων, μὴ καταπίπτῃς, μηδὲ δυσχεραίνῃς, ἀλλ' εἰδέναι ἔχῃς, ὅτι πρὸς τέλος ἀπαντᾷ χρηστὸν ἡ ἐπιβουλὴ, μόνον ἂν γενναίως φέρῃς τὰ συμπίπτοντα. Ἰδοὺ γοῦν καὶ ἐνταῦθα φθόνος βασιλείαν ἔτεκε, καὶ βασκανία διάδημα προεξένησε, καὶ θρόνον ἐκόμισε, καὶ αὐτοὶ οἱ ἐπιβουλεύσαντες, αὐτοὶ συνώθησαν αὐτὸν πρὸς τὸ μέγεθος ἐκείνης τῆς ἀρχῆς· καὶ ὁ μὲν ἐπιβουλευθεὶς ἐβασίλευσεν, οἱ δὲ ἐπιβουλεύσαντες ἐδούλευον· κἀκεῖνος μὲν προσεκυνεῖτο, οὗτοι δὲ προσεκύνουν. Ὅταν τοίνυν ἐπέλθῃ σοι δεινὰ συνεχῆ καὶ ἐπάλληλα, μὴ θορυβοῦ, μηδὲ δυσχέραινε, ἀλλ' ἀνάμενε τὸ τέλος· πάντως γὰρ ἀπαντήσεται τῆς τοῦ Θεοῦ μεγαλοδωρεᾶς ἄξιον, μόνον ἐὰν εὐχαρίστως τὰ ἐν μέσῳ συμπίπτοντα ἐνέγκῃς. Ἐπεὶ καὶ οὗτος μετὰ τὰ ὀνείρατα ἐκεῖνα περὶ τῶν ἐσχάτων κινδυνεύσας, καὶ πραθεὶς ὑπὸ τῶν ἀδελφῶν, καὶ παρὰ τῆς δεσποίνης ἐπιβουλευθεὶς, καὶ πάλιν εἰς δεσμωτήριον ἐμπεσὼν, οὐκ εἶπε πρὸς ἑαυτὸν, Τί ποτε τοῦτό ἐστιν; ἀπάτη τὰ ὀνείρατα ἐκεῖνα ἦν, ἐξέπεσον τῆς πατρίδος, ἀπεστερήθην ἐλευθερίας· διὰ τὸν Θεὸν οὐκ εἶξα τῇ δεσποίνῃ πρὸς μοιχείαν καλούσῃ· διὰ σωφροσύνην καὶ ἀρετὴν κολάζομαι· καὶ οὐδὲ οὕτως ἤμυνεν, οὐδὲ χεῖρα ὤρεξεν, ἀλλ' εἴασε παραδοθῆναι δεσμοῖς ἐπαλλήλοις καὶ συνεχέσι συμφοραῖς· μετὰ γὰρ τὸν λάκκον δουλεία, μετὰ δουλείαν ἐπιβουλὴ, μετὰ ἐπιβουλὴν συκοφαντία, μετὰ συκοφαντίαν δεσμωτήριον. Ἀλλ' οὐδὲν τούτων αὐτὸν ἐθορύβει, ἀλλ' ἔμενε τῇ ἐλπίδι θαῤῥῶν, καὶ εἰδὼς ὅτι τὰ εἰρημένα οὐ διαπεσεῖται οὐδέποτε. Ἐδύνατο μὲν γὰρ ὁ Θεὸς καὶ παρ' αὐτὴν αὐτὰ πληρῶσαι τὴν ἡμέραν, ἀλλ' ἵνα καὶ τὴν αὐτοῦ δύναμιν ἐπιδείξηται, καὶ τὴν πίστιν τῶν αὐτοῦ δούλων, ἀφίησι χρόνον μεταξὺ παρεμπεσεῖν μακρὸν, καὶ πολλὰ γενέσθαι κωλύματα, ἵνα καὶ τὴν αὐτοῦ μάθῃς ἰσχὺν, τότε πληροῦντος τὰ ἐπηγγελμένα, ὅταν εἰς ἀπόγνωσιν ἐμπέσῃ, καὶ τὴν τῶν δούλων ἴδῃς ὑπομονὴν καὶ πίστιν, οὐδενὶ τῶν ἐν μέσῳ συμβαινόντων τῆς ἀγαθῆς προσδοκίας ἐκπιπτόντων. Ἀλλ', ὅπερ ἔλεγον, ἐπανῆλθον οὗτοι, τοῦ λιμοῦ, καθάπερ στρατιώτου τινὸς, ἐπὶ κεφαλὴν αὐτοὺς ὠθοῦντος καὶ παριστάντος ἄρχοντι τῷ Ἰωσὴφ, καὶ ἐβούλοντο πρίασθαι σῖτον· ὁ δὲ τί φησι πρὸς αὐτούς; Κατάσκοποί ἐστε. Οἱ δὲ εἶπον ἐν ἑαυτοῖς, Τί ποτε τοῦτό ἐστι; τροφὴν ἤλθομεν ἐμπορευσόμενοι, καὶ περὶ ψυχῆς κινδυνεύομεν; Εἰκότως, ἐπεὶ καὶ αὐτὸς τροφὴν ὑμῖν ἐκόμισε, καὶ περὶ τῆς ζωῆς ἐκινδύνευσεν· ἀλλ' αὐτὸς μὲν ἀληθείᾳ ὑπέμενεν, ὑμεῖς δὲ ὑποκρίσει τοῦτο πάσχετε· οὐ γὰρ ἐχθρὸς ἦν, ἀλλὰ προσωπεῖον ἀνέλαβεν ἐχθροῦ, ἵνα τὰ κατὰ τὴν οἰκίαν μετὰ ἀκριβείας μάθῃ. Ἐπειδὴ γὰρ πονηροὶ περὶ αὐτὸν ἐγένοντο καὶ ἀγνώμονες, τόν τε Βενιαμὶν οὐκ εἶδε μετ' αὐτῶν ὄντα, δείσας ὑπὲρ τοῦ παιδὸς, μήποτε κἀκεῖνος τὰ ἀδελφὰ αὐτῷ πέπονθε, κελεύει δεθῆναί τινα ἕνα καὶ ἀφεθῆναι ἐκεῖ· εἶτα αὐτοὺς λαβόντας τὸν σῖτον ἅπαντας ἀπελθεῖν, ἀπειλήσας θάνατον αὐτοῖς, εἰ μὴ τὸν ἀδελφὸν τὸν ἑαυτῶν ἐπαγάγοιεν. Ἐπεὶ οὖν ταῦτα ἐγένετο, καὶ εἶπεν, Ἄφετέ τινα ἐνταῦθα, καὶ τὸν ἀδελφὸν ὑμῶν ἀγάγετε· εἰ δὲ μὴ, θανάτῳ ἀποθανεῖσθε· τί πρὸς ἀλλήλους ἔλεγον ἐκεῖνοι; Ναὶ, ἐν ἁμαρτίαις ἐσμὲν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτε κατεδέετο ἡμῶν. Εἶδες μετὰ πόσον χρόνον τῆς ἁμαρτίας ἀνεμνήσθησαν ἐκείνης; Καὶ πρὸς μὲν τὸν πατέρα ἔλεγον· Θηρίον πονηρὸν κατέφαγε τὸν Ἰωσήφ· αὐτοῦ δὲ τοῦ Ἰωσὴφ παρόντος καὶ ἀκούοντος, τὴν ἁμαρτίαν ἐξήλεγχον. Τί τούτου παραδοξότερον γένοιτ' ἄν; Δικαστήριον χωρὶς ἐλέγχων γίνεται, καὶ ἀπολογία χωρὶς κατηγορίας, καὶ ἀπόδειξις ἄνευ μαρτύρων, αὐτῶν τῶν τὸ πρᾶγμα ἐργασαμένων ἑαυτοὺς ἐλεγχόντων, καὶ τὸ λάθρα γεγενημένον ἐκπομπευόντων. Τίς ἔπεισε, τίς ἠνάγκασεν εἰς μέσον ἐξενεγκεῖν τὰ πρὸ τοσούτου τολμηθέντα χρόνου· Οὐκ εὔδηλον, ὅτι τὸ συνειδὸς, ὁ ἀπαραλόγιστος δικαστὴς, συνεχῶς αὐτῶν κατέσειε τὴν διάνοιαν, καὶ τὴν ψυχὴν ἐθορύβει; Καὶ ὁ φονευθεὶς τότε ἐκάθητο σιγῇ δικάζων αὐτούς· καὶ μηδεμιᾶς ἐξενεχθείσης ἀποφάσεως καθ' ἑαυτῶν τὴν καταδικάζουσαν αὐτοὺς ψῆφον αὐτοὶ ἔφερον. Καὶ οὗτοι μὲν ταῦτα ἔλεγον· ἕτερος δὲ ἀπελογεῖτο, λέγων· Οὐκ ἐλάλησα πρὸς ὑμᾶς, οὕτω λέγων· Μὴ ἀδικήσητε τὸ παιδάριον, μηδὲ ποιήσητε αὐτὸν μηδὲν κακὸν, ὅτι ἀδελφὸς ἡμῶν ἐστι· καὶ ἰδοὺ νῦν τὸ αἷμα αὐτοῦ ἐκζητεῖται, φησὶν, ἐκ τῶν χειρῶν ἡμῶν; Καίτοι οὐδὲν αὐτὸς ὁ ταῦτα λέγων περὶ τοῦ φόνου καὶ τῆς σφαγῆς ἐκείνης εἶπεν, ἀλλ' αὐτὸς μὲν καθήμενος οὐδὲν τοιοῦτον ἐζήτει, ἀλλὰ τὸν ἕτερον ἀδελφὸν ἐπεζήτει· τὸ δὲ συνειδὸς αὐτῶν ἐπιλαβόμενον καιροῦ, διανέστη καὶ καθήψατο τῆς ἐκείνων διανοίας, καὶ μηδενὸς ἀναγκάζοντος, τὰ τετολμημένα ὁμολογῆσαι παρεσκεύασε. Ταῦτα καὶ ἡμεῖς πολλάκις πάσχομεν, παρελθόντων τῶν ἁμαρτημάτων· ἐν δεινοῖς γὰρ ἐξεταζόμενοι καὶ περιστάσεσι, μνημονεύομεν τῶν προτέρων ἁμαρτημάτων.