Ancient Greek · ~16 min
Εἰς τὸν σεισμὸν καὶ εἰς τὸν Πλούσιον καὶ εἰς τὸν Λάζαρον, καὶ πόθεν ἡ δουλεία ἐγένετο.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7) 6.1-5
Not analysed yet
Διὰ τοῦτο οὐκ ἄγω τὸν λόγον εἰς πλάτος, ἵνα μὴ συγχέω τὸν ἀκροατὴν τῷ πλήθει τῶν λεγομένων· ἀλλ' εἰς δύο προσωπεῖα τὴν ὑπόκρισιν τοῦ θεάτρου παραστῆσαι βούλομαι. Δύο προσωπεῖα μετεχειρισάμην, ἀπὸ τῶν δύο τούτων τέμνων ὑμῖν ὁδὸν, καὶ διδοὺς ἀφορμήν. Ἐνεπλάτυνα ὑμῶν τὴν διάνοιαν τῇ διηγήσει τοῦ παρόντος βίου, ὥστε ἕκαστον καταμαθεῖν τὴν διαφορὰν τῶν πραγμάτων. Δύο τοίνυν προσωπεῖα· ὁ μὲν προσωπεῖον εἶχε πλουσίου, ὁ δὲ πένητος· ὁ Λάζαρος προσωπεῖον πένητος, ὁ δὲ πλούσιος προσωπεῖον πλουσίου· προσωπεῖα τὰ φαινόμενα, οὐ πραγμάτων ἀλήθεια. Ἀπῆλθον ἀμφότεροι ἐκεῖ, ὅ τε πλούσιος, καὶ ὁ πένης· ἔλαβον τὸν Λάζαρον οἱ ἄγγελοι· μετὰ τοὺς κύνας ἄγγελοι, μετὰ τὸν πυλῶνα τοῦ πλουσίου ὁ κόλπος τοῦ Ἀβραὰμ, μετὰ τὸν λιμὸν εὐθηνία πέρας οὐκ ἔχουσα, μετὰ τὴν θλῖψιν ἄνεσις ἀκατάλυτος· ἐκεῖνον δὲ τὸν πλούσιον μετὰ τὸν πλοῦτον πενία, μετὰ τὴν τράπεζαν τὴν πλουσίαν κόλασις καὶ τιμωρία, μετὰ τὴν ἄνεσιν ὀδύναι ἀκαρτέρητοι. Καὶ ὅρα τί γίνεται· Ἀπῆλθον ἐκεῖ, καὶ ἐλύθη τὸ θέατρον· ἀπεκαλύφθη τὰ προσωπεῖα, φαίνονται λοιπὸν αἱ ὄψεις. Ἀπῆλθον ἀμφότεροι ἐκεῖ, καὶ ὁρᾷ ὁ πλούσιος ἀποτηγανιζόμενος τὸν Λάζαρον ἐν κόλποις τοῦ Ἀβραὰμ εὐθηνούμενον, ἀπολαύοντα, τρυφῶντα· καὶ λέγει πρὸς αὐτόν· Πάτερ Ἀβραὰμ, πέμψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ αὐτοῦ ἐπιστάξῃ μου τῇ γλώττῃ, ὅτι ἀποτηγανίζομαι. Τί οὖν ὁ Ἀβραάμ; Τέκνον, ἀπέλαβες τὰ ἀγαθά σου, καὶ Λάζαρος τὰ κακὰ αὐτοῦ· καὶ νῦν οὗτος παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ἄλλως δὲ καὶ χάος μεταξὺ ἡμῶν καὶ ὑμῶν ἐστήρικται, ἵνα, ἐάν τις βούληται ἐντεῦθεν ἐκεῖ διαβῆναι πρὸς ὑμᾶς, μὴ δύνηται. Προσέχετε· χρήσιμος γὰρ ὁ περὶ τούτων λόγος, φοβῶν μὲν, καθαίρων δὲ, ὀδυνῶν μὲν, διορθούμενος δέ. Δέχου τὰ λεγόμενα. Ὢν δὴ ἐν τοῖς βασάνοις ὁ πλούσιος ἀνέβλεψε, καὶ εἶδε τὸν Λάζαρον· εἶδε καινὰ πράγματα. Εἰς τὸν πυλῶνά σου ἦν καθ' ἑκάστην ἡμέραν· δεύτερον καὶ τρίτον εἰσήρχου καὶ ἐξήρχου, καὶ οὐκ ἔβλεπες αὐτόν· καὶ ὅτε εἰς τὰ τήγανα εἶ, ἀπὸ διαστήματος βλέπεις; Ὅτε ἐν τῷ πλούτῳ διῆγες, ὅτε ἐν τῇ βουλῇ σου τὸ ὁρᾷν ἦν, οὐ προέθου τοῦ ἰδεῖν αὐτόν· ἱνατί νῦν ὀξυδερκεῖς; οὐκ ἐν τῷ πυλῶνί σου ἦν; πῶς αὐτὸν οὐκ ἔβλεπες; ἐγγὺς ὄντα οὐκ εἶδες, καὶ νῦν ἀπὸ διαστήματος βλέπεις, καὶ τοσούτου χάους ὄντος; Καὶ τί ποιεῖ; Τὸν Ἀβραὰμ πατέρα καλεῖ. Τί λέγεις πατέρα, οὗ οὐκ ἐμιμήσω τὴν φιλοξενίαν; Πατέρα καλεῖ οὗτος, τέκνον ἐκεῖνος· τὰ ὀνόματα τῆς συγγενείας, καὶ οὐδαμοῦ ἡ ἀντίληψις. Ἀλλὰ προφέρει τὰ ὀνόματα, ἵνα μάθητε, ὅτι γένους ὄφελος οὐδέν. Εὐγένεια γὰρ οὐ προγόνων περιφάνεια, ἀλλὰ τρόπων ἀρετή. Μή μοι λέγε· Πατέρα ἔχω ὕπατον. Τί πρὸς ἐμέ; Οὐ λέγω τοῦτο. Μή μοι λέγε· Πατέρα ἔχω ὕπατον. Παῦλον τὸν ἀπόστολον ἐὰν ἔχῃς πατέρα, καὶ ἀδελφοὺς ἐὰν ἔχῃς μάρτυρας, σὺ δὲ μὴ μιμήσῃ αὐτῶν τὴν ἀρετὴν, οὐδέν σοι ὄφελος τῆς συγγενείας, ἀλλὰ μᾶλλον ἔβλαψε καὶ κατεδίκασεν. Ἡ μήτηρ μου, φησὶν, ἐλεήμων ἐστίν. Καὶ τί πρὸς σὲ τὸν ἀπάνθρωπον; ἡ γὰρ ἐκείνης φιλανθρωπία προσθήκη κατηγορίας τῆς σῆς κακοτροπίας. Τί γὰρ ὁ Βαπτιστὴς Ἰωάννης φησὶ πρὸς τὸν δῆμον τὸν Ἰουδαϊκόν; Ποιήσατε καρπὸν ἄξιον τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν· Πατέρα ἔχομεν τὸν Ἀβραάμ. Εὐδόκιμον ἔχεις πρόγονον; ἐὰν ζηλώσῃς, ἐκέρδανας· ἐὰν δὲ μὴ ζηλώσῃς, κατήγορος γίνεται ὁ εὐδόκιμος ὅτι ἀπὸ ῥίζης δικαίας πικρὸς ἔφυς καρπός. Μηδέποτε μακαρίσῃς ἄνθρωπον ἔχοντα συγγενῆ δίκαιον, ἐὰν μὴ μιμῆται αὐτοῦ τοὺς τρόπους. Μητέρα ἔχεις ἁγίαν; Οὐδὲν πρὸς σέ. Μητέρα ἔχεις πονηράν; Οὐδὲν πρὸς σέ. Ὥσπερ ἐκείνης ἡ ἀρετὴ οὐκ ὠφελεῖ σε μὴ ζηλοῦντα αὐτῆς τὴν ἀρετὴν, οὕτως οὐδὲ ἡ κακία αὐτῆς βλάπτει σε, ἐὰν μεταβάλῃς τὴν πονηρίαν. Ἀλλ' ὥσπερ ἐκεῖ μεῖζον τὸ ἔγκλημα, ὅτι, οἴκοθεν ἔχων ὑπόδειγμα, οὐκ ἐμιμήσω τὴν ἀρετήν· οὕτω καὶ ἐνταῦθα τὸ ἐγκώμιον μεῖζον, ὅτι μητέρα τις ἔχων πονηρὰν, οὐκ ἐμιμήσατο τὴν πονηρίαν αὐτῆς, ἀλλ' ἀπὸ ῥίζης πικρᾶς ἔφυ καρπός· οὐ γὰρ προγόνων περιφάνεια, ἀλλὰ τρόπος ἀρετῆς ζητεῖται. Ἐγὼ καὶ δοῦλον εὐγενῆ καλῶ, καὶ δεσπότην ἅλυσιν περικείμενον, ἐὰν καταμάθω αὐτοῦ τὸν τρόπον· ἐμοὶ καὶ ὁ ἐν ἀξιώματι δυσγενὴς, ἐὰν δούλην ἔχῃ τὴν ψυχήν. Τίς γάρ ἐστι δοῦλος, εἰ μὴ ὁ ποιῶν τὴν ἁμαρτίαν; Ἡ μὲν γὰρ ἄλλη δουλεία περιστάσεως πραγμάτων· αὕτη δὲ ἡ δουλεία διαφορὰ γνώμης, ἐπεὶ καὶ ἡ δουλεία ἐξ ἀρχῆς ἐντεῦθεν εἰσῆλθεν.