Ancient Greek
Εἰς τὸν σεισμὸν καὶ εἰς τὸν Πλούσιον καὶ εἰς τὸν Λάζαρον, καὶ πόθεν ἡ δουλεία ἐγένετο.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7) 7.1-3
Not analysed yet
Οὐκ ἦν δοῦλος τὸ παλαιόν· ὁ γὰρ Θεὸς πλάττων τὸν ἄνθρωπον, οὐκ ἐποίησεν αὐτὸν δοῦλον, ἀλλ' ἐλεύθερον. Ἐποίησε τὸν Ἀδὰμ καὶ τὴν Εὔαν, καὶ ἀμφότεροι ἦσαν ἐλεύθεροι· πόθεν οὖν ἡ δουλεία ἐγένετο; Ἐξώκειλε τὸ γένος τῶν ἀνθρώπων, καὶ τὰ μέτρα τῆς ἐπιθυμίας ὑπερβάντες, εἰς ἀκολασίαν ἐπήρθησαν· καὶ ὅπως, ἄκουε· Ἐγένετο κατακλυσμὸς, τὸ κοινὸν τῆς οἰκουμένης ναυάγιον, καταῤῥάκται ἠνεῴχθησαν, καὶ ἄβυσσοι ἀνεβλύσθησαν, καὶ πάντα ἦν ὕδωρ, καὶ τὰ φαινόμενα ἀνεστοιχειοῦντο καὶ διελύοντο, καὶ γῆ οὐκ ἐφαίνετο, ἀλλ' ἦν ἅπαντα πέλαγος, ῥίζαν ἔχοντα τὴν ὀργὴν τοῦ Θεοῦ, καὶ πάντα κύματα ἦν, καὶ πάντα πελάγη· ὄρη πρὸς ὕψος ἀνατεταμένα, ἀλλὰ τὸ πέλαγος αὐτὰ ἐκάλυπτε· καὶ ἦν πέλαγος καὶ οὐρανὸς μόνον, καὶ ἦν τὸ γένος τῶν ἀνθρώπων ἀπολωλὸς, καὶ ἦν ὁ σπινθὴρ τοῦ γένους τοῦ ἡμετέρου ὁ Νῶε, σπινθὴρ ἐν μέσῳ πελάγους, καὶ μὴ σβεννύμενος, τὰς ἀπαρχὰς τοῦ γένους ἡμῶν ἔχων, γυναῖκα καὶ παιδία, περιστερὰν καὶ κόρακα, καὶ τὰ ἄλλα πάντα. Καὶ ἦσαν πάντες ἔνδον, καὶ ἐφέρετο ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος ἐν μέσῳ τοῦ κλύδωνος, καὶ οὐκ ἐναυάγει· εἶχε γὰρ κυβερνήτην τὸν τοῦ παντὸς Δεσπότην. Αἱ γὰρ σανίδες αὐτὸν οὐ διέσωσαν, ἀλλ' ἡ χεὶρ ἡ κραταιά· καὶ ὅρα θαῦμα· Ὅτε καὶ ἐξεκλύσθη ἡ γῆ, ὅτε ἀνῃρέθησαν οἱ τὰ κακὰ ἐργασάμενοι, ὅτε ἐλώφησεν ὁ χειμὼν, ἐφάνησαν αἱ κορυφαὶ τῶν ὀρέων, ἐκάθισεν ἡ κιβωτὸς, ἔπεμψε τὴν περιστερὰν ὁ Νῶε. Μυστήρια δὲ ἦν τὰ λεγόμενα, καὶ τῶν μελλόντων τύπος τὰ γινόμενα· οἷον, ἡ Ἐκκλησία κιβωτὸς, ὁ Νῶε ὁ Χριστὸς, ἡ περιστερὰ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ φύλλον τῆς ἐλαίας ἡ φιλανθρωπία τοῦ Θεοῦ. Τὸ ἥμερον ζῶον ἐξεπέμπετο, καὶ ἐξῆλθεν ἀπὸ τῆς κιβωτοῦ· ἀλλὰ τύπος ἐκεῖνα, ταῦτα δὲ ἀλήθεια. Ὅρα δὲ τὴν δαψίλειαν τῆς ἀληθείας. Καθάπερ ἡ κιβωτὸς ἐν μέσῳ τοῦ πελάγους διέσωζε τοὺς ἔσω ὄντας, οὕτω καὶ ἡ Ἐκκλησία διασώζει τοὺς πλανωμένους ἅπαντας. Ἀλλ' ἡ μὲν κιβωτὸς ἔσωζε μόνον, ἡ δὲ Ἐκκλησία πλέον τι ἐργάζεται. Οἷόν τι λέγω· Ἔλαβεν ἡ κιβωτὸς τὰ ἄλογα, καὶ ἔσωσεν ἄλογα· ἔλαβεν ἡ Ἐκκλησία ἀλόγους ἀνθρώπους, καὶ οὐ σώζει μόνον, ἀλλὰ καὶ μεταβάλλει· ἔλαβεν ἡ κιβωτὸς κόρακα, καὶ κόρακα ἔπεμψε· λαμβάνει ἡ Ἐκκλησία κόρακα, καὶ ἐκπέμπει περιστεράν· λαμβάνει λύκον, καὶ ἐκπέμπει αὐτὸν πρόβατον. Ὅταν γὰρ εἰσέλθῃ ἐνταῦθα ἄνθρωπος ἁρπάζων, πλεονεκτῶν, ἀκούσῃ δὲ τῶν θείων λογίων τῆς διδασκαλίας, μεταβάλλει τὴν γνώμην, καὶ ἀντὶ λύκου γίνεται πρόβατον· ὁ μὲν γὰρ λύκος καὶ τὰ ἀλλότρια ἁρπάζει, τὸ δὲ πρόβατον καὶ τὸ ἔριον αὐτοῦ προΐεται. Ἐκάθισεν ἡ κιβωτὸς, καὶ ἀνεῴγησαν αἱ θύραι. Ἐξῆλθε Νῶε ἐκ τοῦ ναυαγίου διασωθείς· βλέπει τὴν γῆν ἠρημωμένην, βλέπει τάφον ἐσχεδιασμένον ἰλὺν, τάφον κοινὸν κτήνεσι καὶ ἀνθρώποις, πάντα ὁμοῦ τὰ σώματα ἵππων καὶ ἀνθρώπων καὶ κτηνῶν ἀλόγων πάντων ὁμοῦ κατακεχωσμένα. Εἶδε τὴν τραγῳδίαν ἐκείνην, εἶδε τὴν γῆν πικρίας γέμουσαν· ἐν ἀθυμίᾳ πολλῇ ἦν, πάντες ἀπώλοντο· οὐκ ἄνθρωπος, οὐ κτῆνος, οὐκ ἄλλο τι τῶν ἔξω τῆς κιβωτοῦ διεσώθη· οὐρανὸν ἔβλεπε μόνον· ὑπὸ τῆς ἀθυμίας ἐτυραννεῖτο, κατείχετο ὑπὸ τῆς ὀδύνης, ἔπιεν οἶνον, ἔδωκεν ἑαυτὸν τῷ ὕπνῳ, ἵνα παραμυθήσηται τὸ ἕλκος τῆς ἀθυμίας. Ἔκειτο δὲ ἐπὶ τῆς κλίνης, καθάπερ ἰατρῷ τῷ ὕπνῳ ἑαυτὸν ἐκδοὺς, λήθην ἐργαζόμενος τῇ διανοίᾳ τῶν γεγενημένων, οἷα εἰκὸς γεγηρακότα, καὶ οἶνον πιόντα, καὶ ὕπνῳ κατεχόμενον. Δεῖ γὰρ ὑπὲρ τοῦ δικαίου ἀπολογήσασθαι, ὅτι οὐκ ἦν μέθης οὐδὲ πάθους ἐπιθυμία τὸ γινόμενον, ἀλλὰ δι' ἀμφοτέρων ἰᾶτο τὸ ἕλκος. Τοῦτο γὰρ καὶ ὁ Σολομὼν ἔλεγε· Δότε οἶνον τοῖς ἐν λύπῃ, καὶ μέθην τοῖς ἐν ὀδύναις. Διὰ τοῦτο πολλοὶ τῶν ἀνθρώπων, καὶ μάλιστα ἐν τοῖς ἐπικηδείοις, ὅταν τις παιδίον ἢ γυναῖκα ἀποβάλῃ, ἐπειδὴ τὸ πάθος τυραννεῖ, ἐπειδὴ ἀθυμία περιγίνεται, ἐπειδὴ κρατεῖ τὸ συνειδὸς, λαμβάνει φίλους εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ, καὶ συμπόσιον δαψιλὲς ποιεῖ, καὶ οἶνος ἄκρατος δίδοται τῷ λυπουμένῳ, ἵνα παραμυθήσηται τὸ ἕλκος. Τοῦτο ἔπαθε καὶ ὁ γέρων ἐκεῖνος τότε. Ὑπὸ γὰρ τῆς ἀθυμίας τυραννούμενος, καθάπερ φαρμάκῳ τῷ οἴνῳ ἐχρήσατο, καὶ ἀπὸ τοῦ οἴνου δέδωκεν ἑαυτὸν τῷ ὕπνῳ. Ἵνα δὲ μάθητε πόθεν ἡ δουλεία ἐδόθη, μετὰ μικρὸν εἰσελθὼν ὁ ἐπικατάρατος ἐκεῖνος υἱὸς αὐτοῦ, υἱὸς μὲν αὐτοῦ τῇ φύσει, οὐχ υἱὸς δὲ προαιρέσει (πάλιν δὲ λέγω εὐγένειαν, οὐ προγόνων περιφάνειαν, ἀλλὰ τρόπον ἀρετῆς)· εἰσελθὼν ὁ υἱὸς εἶδε τὴν γύμνωσιν τοῦ πατρός. Δέον περιστεῖλαι, δέον περικαλύψαι διὰ τὸ γῆρας, διὰ τὸ πένθος, διὰ τὴν συμφορὰν, διὰ τὸ πατέρα αὐτοῦ εἶναι· ὁ δὲ ἐξελθὼν ἐξεπόμπευσε καὶ ἐξετραγῴδησεν. Οἱ δὲ ἄλλοι αὐτοῦ ἀδελφοὶ λαβόντες πάλλιον ὀπισθοφανῶς, ἵνα μὴ ἴδωσι τὰ παρ' ἐκείνου ἐκπομπευόμενα, εἰσελθόντες ἐκάλυψαν τὸν πατέρα. Ἀναστὰς δὲ ὁ πατὴρ, ἔγνω πάντα, καὶ ἄρχεται λέγειν· Ἐπικατάρατος Χαναὰν παῖς· οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Δοῦλος ἔσῃ, ὅτι ἐξεπόμπευσας τὴν ἀσχημοσύνην τοῦ πατρός σου. Ὁρᾷς ὅτι ἀπὸ ἁμαρτίας ἡ δουλεία, καὶ ἡ πονηρία τὴν δουλείαν εἰσήγαγε; Βούλει δείξω σοι ἐλευθερίαν ἀπὸ δουλείας; Ἐγένετό τις Ὀνήσιμος οἰκέτης, κατάπτυστος δραπέτης· οὗτος ἔφυγε, καὶ ἀπῆλθε πρὸς τὸν Παῦλον, ἔτυχε τοῦ βαπτίσματος, ἀπελούσατο τὰ ἁμαρτήματα, παρέμενεν αὐτοῦ τοῖς ποσί· γράφει Παῦλος πρὸς τὸν δεσπότην αὐτοῦ· Ὀνήσιμον, τὸν ποτέ σοι ἄχρηστον, νῦν δὲ καὶ σοὶ καὶ ἐμοὶ εὔχρηστον, προς λαβοῦ αὐτὸν ὡς ἐμέ. Τί γὰρ ἐγένετο; Ὃν ἐγὼ ἐγέννησα ἐν τοῖς δεσμοῖς μου.