Ancient Greek · ~18 min
Μετὰ τὰς Καλάνδας τῇ ἑξῆς ἐν Ἀντιοχείᾳ λεχθεὶς κατὰ μεθυόντων, καὶ περὶ τῶν εἰς καπηλεῖα εἰσιόντων καὶ εἰς τὴν πόλιν χορείας τελούντων, καὶ ὅτι τὸν διδάσκαλον οὐ χρὴ ἀπογινώσκειν τῶν μαθητῶν, κἂν πρὸς τὸ παρὸν μὴ πείθωνται, καὶ εἰς τὸν πτωχὸν Λάζαρον καὶ τὸν πλούσιον. Λόγος πρῶτος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7) 7.1
Not analysed yet
Πρώτη μὲν οὖν κακία αὕτη ὠμότητος, καὶ ἀπανθρωπία ὑπερβολὴν οὐκ ἔχουσα. Οὐ γάρ ἐστιν ἴσον ἐν πενίᾳ ζῶντα μὴ βοηθεῖν τοῖς δεομένοις, καὶ τοσαύτης ἀπολαύοντα τρυφῆς, λιμῷ τηκομένους ἑτέρους περιορᾷν. Πάλιν οὐκ ἔστιν ἴσον, ἅπαξ ἢ δεύτερον ἰδόντα πτωχὸν, παραδραμεῖν, καὶ καθ' ἑκάστην ἡμέραν βλέποντα μηδὲ ὑπὸ τῆς κατὰ τὴν ὄψιν συνεχείας πρὸς τὸν ἔλεον καὶ τὴν φιλανθρωπίαν διαναστῆναι ταύτην. Πάλιν οὐκ ἔστιν ἴσον ἐν συμφοραῖς ὄντα καὶ ἀθυμίαις καὶ κακῶς τὴν ψυχὴν διακείμενον μὴ βοηθεῖν τοῖς πλησίον, καὶ τοσαύτης ἀπολαύοντα εὐφροσύνης καὶ διηνεκοῦς εὐπραγίας, λιμῷ τηκομένους ἑτέρους περιορᾷν, καὶ ἀποκλεῖσαι τὰ σπλάγχνα, καὶ μηδὲ ὑπὸ τῆς χαρᾶς αὐτῆς γενέσθαι φιλανθρωπότερον. Ἴστε γὰρ δήπου τοῦτο, ὅτι κἂν ἁπάντων ὦμεν ἀγριώτεροι, ταῖς εὐπραγίαις ἡμερώτεροι καὶ χρηστότεροι πεφύκαμεν γίνεσθαι. Ἀλλ' ἐκεῖνος οὐδὲ ὑπὸ τῆς εὐημερίας βελτίων ἐγένετο, ἀλλ' ἔμενεν ἐκτεθηριωμένος, μᾶλλον δὲ καὶ θηρίου παντὸς ὠμότητα καὶ ἀπανθρωπίαν τοῖς τρόποις ἀπέκρυψεν. Ἀλλ' ὅμως ὁ μὲν ἐν πονηρίᾳ ζῶν καὶ ἀπανθρωπίᾳ πάσης ἀπήλαυεν εὐπραγίας, ὁ δὲ δίκαιος καὶ ἀρετῆς ἐπιμελούμενος ἐν ἐσχάτοις ἦν κακοῖς. Ὅτι γὰρ δίκαιος ὁ Λάζαρος ἦν, πάλιν καὶ ἐνταῦθα τὸ τέλος ἀπέδειξε, καὶ πρὸ τοῦ τέλους αὐτὴ ἡ κατὰ τὴν πενίαν ὑπομονή. Ἆρα οὐ δοκεῖτε αὐτὰ παρόντα τὰ πράγματα ὁρᾷν; Πλήρης τῷ πλουσίῳ ἡ ναῦς τῆς ἐμπορίας ἦν, καὶ ἐξ οὐρίας ἔπλει. Ἀλλὰ μὴ θαυμάσητε· εἰς ναυάγιον γὰρ ἠπείγετο, ἐπειδὴ τὸν φόρτον οὐκ ἠθέλησε διαθέσθαι μετ' εὐλαβείας. Βούλει σοι καὶ ἑτέραν εἴπω κακίαν αὐτοῦ; Τὸ καθ' ἑκάστην ἡμέραν τρυφᾷν ἀδεῶς. Καὶ γὰρ καὶ τοῦτο κακία ἐσχάτη, οὐχὶ νῦν, ὅτε τοσαύτην ἀπαιτούμεθα φιλοσοφίαν, ἀλλὰ καὶ ἐν ἀρχῇ ἐπὶ τῆς Παλαιᾶς, ὅτε οὐ τοσαύτης φιλοσοφίας ἐπίδειξις ἦν. Ἄκουσον γοῦν τί φησιν ὁ προφήτης· Οὐαὶ οἱ ἐρχόμενοι εἰς ἡμέραν κακὴν, οἱ ἐγγίζοντες καὶ ἁπτόμενοι σαββάτων ψευδῶν. Τί ἐστιν, οἱ ἁπτόμενοι σαββάτων ψευδῶν; Οἱ Ἰουδαῖοι νομίζουσιν, ὅτι δι' ἀργίαν αὐτοῖς τὸ σάββατον δέδοται. Οὐκ ἔστι δὲ αὕτη ἡ αἰτία, ἀλλ' ἵνα τῶν βιωτικῶν ἑαυτοὺς ἀπαγαγόντες, τὴν σχολὴν ἅπασαν εἰς τὰ πνευματικὰ ἀναλίσκωσιν. Ὅτι γὰρ οὐκ ἀργίας ἐστὶ τὸ σάββατον, ἀλλ' ἐργασίας ἐστὶ πνευματικῆς ὑπόθεσις, ἀπ' αὐτῶν τῶν πραγμάτων δῆλον. Ὁ γοῦν ἱερεὺς διπλοῦν ἔργον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ποιεῖ καὶ καθ' ἑκάστην ἡμέραν ἁπλῆς ἀναφερομένης θυσίας, διπλῆν ἀναφέρειν κελεύεται τότε. Εἰ δὲ καθάπαξ ἀργίας ἦν τὸ σάββατον, πρὸ τῶν ἄλλων τὸν ἱερέα ἀργεῖν ἐχρῆν. Ἐπεὶ οὖν οἱ Ἰουδαῖοι τῶν βιωτικῶν ἀπαλλαγέντες πραγμάτων, τοῖς πνευματικοῖς οὐ προσεῖχον, σωφροσύνῃ καὶ ἐπιεικείᾳ καὶ ἀκροάσει θείων λογίων, ἀλλὰ τοὐναντίον ἐποίουν, γαστριζόμενοι, μεθύοντες, διαῤῥηγνύμενοι, τρυφῶντες, διὰ τοῦτο κατηγόρησεν αὐτῶν ὁ προφήτης. Εἰπὼν γὰρ, Οὐαὶ οἱ ἐρχόμενοι εἰς ἡμέραν κακὴν, καὶ ἐπαγαγὼν, Οἱ ἐφαπτόμενοι σαββάτων ψευδῶν, ἔδειξε διὰ τῆς ἐπαγωγῆς, πῶς ἦν αὐτοῖς τὰ σάββατα ψευδῆ. Πῶς οὖν αὐτὰ ἐποίουν ψευδῆ; Τῷ κακίαν ἐργάζεσθαι, τρυφῶντες, μεθύοντες, καὶ τὰ μυρία αἴσχιστα καὶ χαλεπὰ πράσσοντες. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τῶν ἑξῆς. Δείκνυσι γὰρ ὃ λέγω δι' ὧν εὐθὺς ἐπάγει καὶ λέγει· Οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ κατασπαταλῶντες ἐπὶ τῶν στρωμνῶν αὐτῶν, οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ βουκολίων γαλαθηνὰ, οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι. Ἔλαβες τὸ σάββατον, ἵνα τῆς πονηρίας ἀπαλλάξῃς τὴν ψυχήν· σὺ δὲ αὐτὴν κατεργάζῃ πλέον. Τί γὰρ ἂν γένοιτο τῆς βλακείας ταύτης χεῖρον, ἢ τὸ ἐπὶ κλινῶν ἐλεφαντίνων καθεύδειν; Αἱ ἄλλαι ἁμαρτίαι κἂν μικράν τινα ἡδονὴν ἔχωσιν, οἷον ἡ μέθη, ἡ πλεονεξία καὶ ἀσωτία· τὸ δὲ ἐπὶ κλινῶν ἐλεφαντίνων καθευδῆσαι, ποίαν ἡδονὴν ἔχει; ποίαν παραμυθίαν; Μὴ γὰρ ἡδίω καὶ γλυκύτερον ἡμῖν τὸν ὕπνον ἐργάζεται τῆς κλίνης τὸ κάλλος; Φορτικώτατον μᾶλλον μὲν οὖν καὶ ἐπαχθέστατον τοῦτο, ἐὰν νοῦν ἔχωμεν. Ὅταν γὰρ ἐννοήσῃς ὅτι, σοῦ καθεύδοντος ἐπὶ κλίνης ἐλεφαντίνης, ἕτερος οὐδ' ἄρτου μετὰ ἀδείας ἀπολαύειν ἔχει, οὐ καταγνώσεταί σου τὸ συνειδὸς, καὶ ἐπαναστήσεται κατηγοροῦν τῆς ἀνωμαλίας ταύτης; Εἰ δὲ τὸ ἐπὶ ἐλεφαντίνων κλινῶν καθεύδειν ἔγκλημα, ὅταν καὶ ἀργύρῳ περιβεβλημέναι πάντοθεν ὦσι, ποίαν ἕξομεν ἀπολογίαν; Βούλει κάλλος κλίνης ἰδεῖν; Ἐγώ σοι δείκνυμι νῦν, οὐκ ἰδιωτικῆς, οὐδὲ στρατιωτικῆς, ἀλλὰ βασιλικῆς κλίνης εὐπρέπειαν. Κἂν γὰρ φιλοτιμότατος ᾖς πάντων, εὖ οἶδα ὅτι τῆς τοῦ βασιλέως κλίνης οὐκ ἐθελήσεις ἔχειν εὐπρεπεστέραν· καὶ τὸ δὴ μεῖζον, οὐ τοῦ τυχόντος βασιλέως, ἀλλὰ τοῦ πρώτου, καὶ τοῦ πάντων βασιλέων βασιλικωτέρου, καὶ μέχρι νῦν ᾀδομένου πανταχοῦ τῆς οἰκουμένης· δείκνυμί σοι κλίνην τὴν τοῦ μακαρίου Δαυΐδ. Ποταπὴ τοίνυν ἦν ἐκείνη; Οὐκ ἀργύρῳ καὶ χρυσῷ, ἀλλὰ δάκρυσι καὶ ἐξομολογήσεσι πάντοθεν ἦν κεκαλλωπισμένη. Καὶ ταῦτα αὐτός φησιν οὕτω λέγων· Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Ὥσπερ γὰρ μαργαρῖται τὰ δάκρυα αὐτῇ ἐπεπήγει πάντοθεν.