Ancient Greek · ~16 min
Μετὰ τὰς Καλάνδας τῇ ἑξῆς ἐν Ἀντιοχείᾳ λεχθεὶς κατὰ μεθυόντων, καὶ περὶ τῶν εἰς καπηλεῖα εἰσιόντων καὶ εἰς τὴν πόλιν χορείας τελούντων, καὶ ὅτι τὸν διδάσκαλον οὐ χρὴ ἀπογινώσκειν τῶν μαθητῶν, κἂν πρὸς τὸ παρὸν μὴ πείθωνται, καὶ εἰς τὸν πτωχὸν Λάζαρον καὶ τὸν πλούσιον. Λόγος πρῶτος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7) 8.1
Not analysed yet
Καὶ σκόπει μοι φιλόθεον ψυχήν· ἐπειδὴ γὰρ ἐν ἡμέρᾳ πολλαὶ αἱ φροντίδες ἀρχόντων, ταξιαρχῶν, ἐθνῶν, δήμων, στρατιωτῶν, πολέμων, εἰρήνης, τῶν πολιτικῶν πραγμάτων, τῶν κατὰ τὴν οἰκίαν, τῶν πόῤῥωθεν, τῶν πλησίον, περιεῖλκον αὐτὸν καὶ ἀπῆγον· τὴν σχολὴν, ἣν πάντες εἰς τὸ καθεύδειν ἀναλίσκομεν, εἰς ἐξομολόγησιν καὶ εὐχὰς καὶ δάκρυα ἀνήλισκεν ἐκεῖνος. Καὶ οὐχὶ μίαν τοῦτο ἐποίησε νύκτα, τὴν δὲ δευτέραν ἐπαύσατο, οὐδὲ δύο καὶ τρεῖς, τὰς δὲ μεταξὺ διέλιπεν, ἀλλὰ καθ' ἑκάστην νύκτα τοῦτο ἔπραττε. Λούσω γὰρ καθ' ἑκάστην νύκτα, φησὶ, τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω, τὴν δαψίλειαν τῶν δακρύων καὶ τὴν συνέχειαν ἐμφαίνων. Πάντων γὰρ ἡσυχαζόντων, καὶ ἐν ἠρεμίᾳ ὄντων, μόνος τῷ Θεῷ τότε ἐνετύγχανε, καὶ παρῆν ὁ ἀκοίμητος ὀφθαλμὸς ὀδυρομένῳ καὶ θρηνοῦντι καὶ τὰ οἰκεῖα ἐξαγγέλλοντι κακά. Τοιαύτην καὶ σὺ κατασκεύασον κλίνην. Ὁ μὲν γὰρ ἄργυρος περικείμενος καὶ φθόνον παρὰ ἀνθρώπων ἐγείρει, καὶ ὀργὴν ἐκκαίει τὴν ἄνωθεν. Τὰ δὲ τοιαῦτα δάκρυα, οἷα τὰ τοῦ Δαυῒδ, καὶ αὐτὸ τὸ τῆς γεέννης οἶδε κατασβέσαι πῦρ. Βούλει σοι καὶ ἑτέραν δείξω κλίνην; τὴν τοῦ Ἰακὼβ λέγω. Ἔδαφος εἶχεν ὑποκείμενον, καὶ λίθον ὑπὸ τὴν κεφαλὴν αὐτοῦ· διὰ τοῦτο καὶ τὸν νοητὸν εἶδε λίθον, καὶ τὴν κλίμακα ἐκείνην, δι' ἧς ἀνέβαινον καὶ κατέβαινον ἄγγελοι. Τοιαύτας ἐπινοῶμεν κλίνας καὶ ἡμεῖς, ἵνα καὶ τοιαῦτα βλέπωμεν ὀνείρατα. Ἂν δὲ ἐπὶ τῆς ἀργυρᾶς ὦμεν κατακείμενοι, οὐ μόνον οὐδεμίαν ἡδονὴν καρπωσόμεθα, ἀλλὰ καὶ ἀθυμίαν ὑπομενοῦμεν. Ὅταν γὰρ ἐννοήσῃς, ὅτι ἐν κρυμῷ ἐσχάτῳ, ἐν νυκτὶ μέσῃ, σοῦ καθεύδοντος ἐπὶ κλίνης, ὁ πένης ἐπὶ στιβάδος ἔῤῥιπται ἐν τοῖς τῶν βαλανείων προπυλαίοις, καλάμην περιβεβλημένος, τρέμων, πηγνύμενος τῷ κρύει, ἀγχόμενος τῷ λιμῷ· κἂν ἁπάντων μᾶλλον λίθινος ᾖς, εὖ οἶδα, ὅτι καταγνώσῃ σαυτοῦ, σὺ μὲν ὑπὲρ τὴν χρείαν τρυφῶν, ἐκεῖνον δὲ μηδὲ τῶν κατὰ χρείαν ἀπολαύειν ἀφείς. Οὐδεὶς στρατευόμενος, φησὶν, ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις. Στρατιώτης εἶ πνευματικός· στρατιώτης δὲ τοιοῦτος οὐ καθεύδει ἐπὶ κλίνης ἐλεφαντίνης, ἀλλὰ ἐπὶ ἐδάφους· οὐ χρίεται μύροις· τῶν γὰρ ἡταιρηκότων καὶ διεφθαρμένων ἡ τοιαύτη σπουδὴ, τῶν ἐπὶ τῆς σκηνῆς, τῶν ἐν ἀμελείᾳ ζώντων· σὲ δὲ οὐχὶ μύρων, ἀλλ' ἀρετῆς ἀποπνεῖν δεῖ. Οὐδὲν ψυχῆς ἀκαθαρτότερον, ὅταν τὸ σῶμα τοιαύτην ἔχῃ τὴν εὐωδίαν. Τῆς γὰρ δυσωδίας τῆς ἔνδον καὶ τῆς ἀκαθαρσίας δεῖγμα ἡ τοῦ σώματος καὶ τῶν ἱματίων εὐωδία γένοιτ' ἄν. Ὅταν γὰρ ἐπελθὼν ὁ διάβολος διαθρύψῃ τὴν ψυχὴν, καὶ βλακείας ἐμπλήσῃ πολλῆς, τότε καὶ εἰς τὸ σῶμα τῆς οἰκείας διαφθορᾶς τὴν κηλῖδα ἐναπομάσσεται διὰ τῶν μύρων. Καὶ καθάπερ οἱ κορύζῃ τινὶ καὶ κατάῤῥῳ διηνεκῶς ἁλισκόμενοι, καὶ τὰ ἱμάτια καὶ τὰς χεῖρας καὶ τὴν ὄψιν μολύνουσι, τὸ διὰ τῶν ῥινῶν ῥέον συνεχῶς ἐναπομασσόμενοι· οὕτω δὴ καὶ ἡ ψυχὴ τοῦ πονηροῦ τούτου ῥεύματος τὴν κακίαν εἰς τὸ σῶμα ἐναπομάσσεται. Τίς γὰρ γενναῖόν τι καὶ χρηστὸν ὑπολήψεται περὶ τοῦ μύρων ὄζοντος καὶ γυναικιζομένου, μᾶλλον δὲ ἑταιριζομένου, καὶ ὀρχηστικὸν ἀναιρουμένου βίον; Πνείτω σου πνευματικῆς εὐωδίας ἡ ψυχὴ, ἵνα καὶ σαυτὸν καὶ τοὺς συγγινομένους σοι ὠφελῇς τὰ μέγιστα. Οὐδὲν γὰρ, οὐδὲν τρυφῆς χαλεπώτερον. Ἄκουσον τί περὶ αὐτῆς φησι πάλιν ὁ Μωϋσῆς· Ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Καὶ οὐκ εἶπεν, ὅτι ἀπέστη, ἀλλ', Ἀπελάκτισεν ὁ ἠγαπημένος, τὸ γαῦρον καὶ δυσήνιον αὐτοῦ παρεμφαίνων ἡμῖν. Καὶ πάλιν ἀλλαχοῦ· Φαγὼν καὶ πιὼν πρόσεχε σεαυτῷ, μήποτε ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου. Οὕτως ἡ τρυφὴ πρὸς λήθην ἐξάγειν εἴωθε. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, ἐὰν καθίσῃς ἐπὶ τῆς τραπέζης, ἀναμνήσθητι ὅτι μετὰ τὴν τράπεζαν εὔχεσθαί σε δεῖ· καὶ οὕτω συμμέτρως ἔμπλησον τὴν γαστέρα, ἵνα μὴ βαρυνόμενος ἀδυνατήσῃς γόνυ κλῖναι, καὶ τὸν Θεὸν παρακαλέσαι. Οὐχ ὁρᾶτε τὰ ὑποζύγια, ὅτι μετὰ τὴν φάτνην ὁδοιπορίας ἅπτεται, καὶ ἀχθοφορεῖ, καὶ τὴν οἰκείαν διακονίαν ἀποπληροῖ; Σὺ δὲ μετὰ τὴν τράπεζαν ἄχρηστος πρὸς πᾶν ἔργον καὶ ἀνεπιτήδειος γίνῃ. Καὶ πῶς οὐκ ἔσῃ καὶ τῶν ὄνων αὐτῶν ἀτιμότερος; Τίνος ἕνεκεν; Ὅτι τότε μάλιστα νήφειν χρὴ καὶ ἐγρηγορέναι. Ὁ γὰρ μετὰ τὴν τράπεζαν καιρὸς εὐχαριστίας ἐστὶ καιρός· τὸν δὲ εὐχαριστοῦντα οὐχὶ μεθύειν, ἀλλὰ νήφειν δεῖ καὶ ἐγρηγορέναι. Ἀπὸ τραπέζης μὴ ἐπὶ κλίνην, ἀλλ' ἐπ' εὐχὴν τρεπώμεθα, ἵνα μὴ τῶν ἀλόγων ἀλογώτεροι γινώμεθα.