Ancient Greek · ~17 min
Εἰς τὸν Λάζαρον λόγος τρίτος, καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ἔλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, ἀλλ', Ἀπέλαβες· καὶ διὰ τί οἱ μὲν δίκαιοι κινδύνοις πολλάκις περιπίπτουσιν, οἱ δὲ ἁμαρτωλοὶ τούτους διαφεύγουσιν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7) 9.1-2
Not analysed yet
Διὰ τοῦτο μυρίων τοιούτων παραδειγμάτων τῆς θείας Γραφῆς ἡ ἱστορία ἐμπέπλησται, καὶ δικαίους καὶ πονηροὺς κακῶς πάσχοντας ἡμῖν ὑποδείκνυσιν, ἵνα ἄν τε δίκαιος ᾖ τις, ἄν τε ἁμαρτωλὸς, ἔχων τὰ ὑποδείγματα, φέρῃ γενναίως. Οὐ πάσχοντας δὲ κακῶς μόνον, ἀλλὰ καὶ εὐπραγοῦντάς σοι δείκνυσι πονηροὺς, ἵνα μὴ ταῖς ἐκείνων εὐπραγίαις θορυβηθῇς, μαθὼν ἀπὸ τῶν τῷ πλουσίῳ τούτῳ συμβεβηκότων, οἷον αὐτοὺς μετὰ ταῦτα μένει τὸ πῦρ, εἰ μὴ μεταβληθεῖεν. Καὶ οὐκ ἔστι, φησὶ, καὶ ἐνταῦθα καὶ ἐκεῖ ἀνέσεως ἀπολαύειν; Οὐκ ἔστι. Διὰ τοῦτο ἐνταῦθα οἱ δίκαιοι τὸν ἐπίπονον ἐβίωσαν βίον. Τί οὖν, φησὶν, ὁ Ἀβραάμ; Καὶ τίς τοσαῦτα ἔπαθε δεινά; οὐχὶ τῆς πατρίδος ἐξέπεσεν; οὐχὶ τῶν οἰκείων ἐχωρίσθη πάντων; οὐκ ἐν ἀλλοτρίᾳ γῇ λιμὸν ὑπέμεινεν; οὐχὶ, καθάπερ ἀλήτης, συνεχῶς μετανίστατο, ἀπὸ Βαβυλῶνος εἰς Μεσοποταμίαν, κἀκεῖθεν εἰς Παλαιστίνην, εἶτα ἐντεῦθεν εἰς Αἴγυπτον; Τί ἄν τις εἴποι τοὺς τῆς γυναικὸς, τοὺς τῶν βαρβάρων πολέμους καὶ σφαγάς; τὴν αἰχμαλωσίαν τῆς τοῦ συγγενοῦς οἰκίας; μυρία ἕτερα τοιαῦτα; Ὅτε δὲ καὶ τὸν υἱὸν ἔλαβεν, οὐ τὰ πάντων ἀνήκεστα ὑπέμεινε, τὸν αὐτῷ ποθεινὸν καὶ ἐπέραστον ταῖς αὑτοῦ σφάξαι χερσὶ κελευόμενος; Τί δὲ αὐτὸς ὁ σφαγιασθεὶς Ἰσαάκ; οὐχὶ πάντοθεν ἠλαύνετο παρὰ τῶν ὁμόρων συνεχῶς, καὶ τὴν γυναῖκα ἀφῃρέθη, καθάπερ καὶ ὁ πατὴρ, καὶ ἐν ἀπαιδίᾳ τοσοῦτον διέμεινε χρόνον; Τί δὲ ὁ Ἰακὼβ, ὁ ἐν οἰκίᾳ τραφεὶς, οὐχὶ τοῦ πάππου χαλεπώτερα ὑπέμεινε; Καὶ ἵνα μὴ πάντα καταλέγοντες μακρὸν ποιῶμεν τὸν λόγον, ἄκουσον τί φησι περὶ τῆς ἁπάσης αὐτοῦ ζωῆς· Μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου, καὶ οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν πατέρων μου. Καίτοι τίς ἰδὼν υἱὸν ἐπὶ θρόνου βασιλικοῦ καθήμενον καὶ τοσαύτης ἀπολαύοντα δόξης, οὐκ ἂν ἐπελήσθη τῶν παρελθουσῶν συμφορῶν; Ἀλλ' ὅμως ἐκεῖνος οὕτως ἦν τεταριχευμένος, ὡς μηδὲ ἐν εὐημερίᾳ τοσαύτῃ ἐπιλαθέσθαι τῶν γεγενημένων δεινῶν. Τί δὲ ὁ Δαυΐδ; πόσας ὑπέμεινε τραγῳδίας; οὐχὶ τὰ αὐτὰ αὐτῷ καὶ οὗτος φθέγγεται λέγων· Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη· ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος; Τί δὲ ὁ Ἱερεμίας; οὐχὶ καὶ τὴν ἡμέραν αὐτοῦ τῆς γεννήσεως καταρᾶται διὰ τὰ ἐπάλληλα δεινά; Τί δὲ ὁ Μωϋσῆς; οὐχὶ καὶ αὐτὸς ἀπαγορεύων φησὶν, Ἀπόκτεινόν με, εἰ οὕτω μοι μέλλεις ποιεῖν; Ὁ δὲ Ἠλίας, ἡ οὐρανομήκης ψυχὴ, ὁ τὸν οὐρανὸν ἀποκλείσας, οὐ μετὰ τὰ πολλὰ θαύματα θρηνῶν διετέλει πρὸς τὸν Θεὸν, λέγων, Ἆρον τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ὅτι οὐκ εἰμὶ βελτίων τῶν πατέρων μου; Καὶ τί χρὴ τούτων ἕκαστον ἐπιέναι; Πάντας γὰρ αὐτοὺς ὁμοῦ συλλαβὼν ὁ Παῦλος διέξεισι λέγων· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Καὶ ἁπλῶς πᾶσα ἀνάγκη τὸν μέλλοντα εὐαρεστεῖν τῷ Θεῷ καὶ δόκιμον εἶναι καὶ ἁγνὸν, μὴ τὸν ἄνετον καὶ ὑγρὸν καὶ διαλελυμένον διώκειν βίον, ἀλλὰ τὸν ἐπίπονον καὶ μόχθων γέμοντα πολλῶν καὶ ἱδρώτων· Οὐδεὶς γὰρ στεφανοῦται, φησὶν, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Καὶ ἑτέρωθι, Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, καὶ ἀπὸ ῥήματος, φησὶ, καὶ ἀπὸ βλέμματος, καὶ ἀπὸ φωνῆς αἰσχρᾶς, καὶ ἀπὸ λοιδορίας, καὶ ἀπὸ βλασφημίας, καὶ ἀπὸ αἰσχρολογίας. Ἐντεῦθεν μανθάνομεν, ὅτι κἂν μὴ πειρασμὸς ἡμῖν ἐπενεχθῇ ποθεν ἔξωθεν, ἑαυτοὺς γυμνάζειν δεῖ καθ' ἑκάστην ἡμέραν νηστείαις, σκληραγωγίαις, εὐτελεῖ τροφῇ, λιτῇ τραπέζῃ, τὰς πολυτελείας πανταχοῦ φεύγοντας· ἄλλως γὰρ οὐκ ἔστιν εὐαρεστῆσαι Θεῷ. Μὴ γάρ μοι τὸ ψυχρὸν ῥῆμα ἐκεῖνο λεγέτω τις, ὅτι καὶ τὰ ἐνταῦθα ὁ δεῖνα ἔχει, καὶ τὰ ἐκεῖ· ἀμήχανον τοῦτο ἐπὶ τῶν πλουτούντων καὶ τρυφώντων καὶ ἁμαρτανόντων συμβῆναι· ἀλλ', εἰ χρὴ τοῦτο εἰπεῖν, ἐπὶ τῶν θλιβομένων ἔστιν εἰπεῖν, τῶν ἐν στενοχωρίᾳ, ὅτι καὶ τὰ ἐνταῦθα ἔχουσι, καὶ τὰ ἐκεῖ. Τὰ μὲν γὰρ ἐκεῖ ἔχουσιν, ἀμοιβῆς ἀπολαύοντες· τὰ δὲ ἐνταῦθα ἔχουσι, ταῖς ἐλπίσιν ἐκείνων συντρεφόμενοι, καὶ οὐ λαμβάνοντες αἴσθησιν τῶν παρόντων δεινῶν τῇ προσδοκίᾳ τῶν μελλόντων ἀγαθῶν. Ἀλλ' ἀκούσωμεν καὶ τῶν ἑξῆς. Ἐπὶ πᾶσι δὲ τούτοις χάσμα μέγα ἐστήρικται, φησὶν, ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν. Καλῶς ἄρα εἶπεν ὁ Δαυῒδ, ὅτι Ἀδελφὸς οὐ λυτροῦται· οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ. Οὐδὲ γὰρ δυνατὸν, κἂν ἀδελφὸς, κἂν πατὴρ ᾖ, κἂν υἱός. Ὅρα γάρ· τέκνον ἐκάλεσεν ὁ Ἀβραὰμ τὸν πλούσιον, καὶ τὰ πατρὸς ἐπιδείξασθαι οὐκ ἴσχυσε· πατέρα προσεῖπε τὸν Ἀβραὰμ ὁ πλούσιος, καὶ ἧς εἰκὸς ἀπολαῦσαι τέκνον πατρικῆς εὐνοίας, οὐκ ἠδυνήθη, ἵνα μάθῃς, ὅτι οὔτε συγγένεια, οὔτε φιλία, οὔτε προσπάθεια, οὔτε ἄλλο τι τῶν ὄντων ὀνῆσαι δύναται τὸν ὑπὸ τῆς οἰκείας ζωῆς προδεδομένον.