Ancient Greek · ~17 min
Εἰς τὸν Λάζαρον λόγος τρίτος, καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ἔλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, ἀλλ', Ἀπέλαβες· καὶ διὰ τί οἱ μὲν δίκαιοι κινδύνοις πολλάκις περιπίπτουσιν, οἱ δὲ ἁμαρτωλοὶ τούτους διαφεύγουσιν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Lazaro (homiliae 1-7) 8.1-2
Not analysed yet
Μὴ τοίνυν λέγωμεν ὅτι πενία καὶ νόσος καὶ κινδύνων ἐπαγωγαὶ βλασφημεῖν ἀναγκάζουσιν. Οὐ πενία, ἀλλὰ ἄνοια· οὐ νόσος, ἀλλὰ καταφρόνησις· οὐ κινδύνων ἐπαγωγαὶ, ἀλλ' εὐλαβείας ἐρημία, καὶ εἰς βλασφημίαν καὶ εἰς πᾶσαν ἄγει κακίαν τοὺς μὴ προσέχοντας. Ἀλλὰ τίνος ἕνεκεν, φησὶν, οἱ μὲν ἐνταῦθα κολάζονται, οἱ δὲ ἐκεῖ, καὶ οὐκ ἐνταῦθα πάντες; Τίνος ἕνεκεν; ὅτι εἰ τοῦτο ἦν, πάντες ἂν ἀπωλόμεθα· πάντες γάρ ἐσμεν ἐν ἐπιτιμίοις. Πάλιν εἰ μηδεὶς ἐνταῦθα ἐκολάζετο, ῥᾳθυμότεροι οἱ πλείους ἐγένοντο, καὶ πολλοὶ ἂν εἶπον μὴ εἶναι πρόνοιαν. Εἰ γὰρ νῦν ὁρῶντες τῶν πονηρῶν πολλοὺς κολαζομένους, πολλὰ τοιαῦτα βλασφημοῦσιν, εἰ μηδὲ τοῦτο ἦν, τί οὐκ ἂν εἶπον; ποῦ δὲ οὐκ ἂν ἦλθον κακίας; Διὰ τοῦτο ὁ Θεὸς τοὺς μὲν ἐνταῦθα κολάζει, τοὺς δὲ οὐ κολάζει· κολάζει μὲν γάρ τινας, τὴν κακίαν αὐτῶν ἐκκόπτων, καὶ κουφοτέραν τὴν ἐκεῖ ποιῶν τιμωρίαν, ἢ καὶ τέλεον ἀπαλλάττων αὐτοὺς, καὶ τοὺς ἐν πονηρίᾳ ζῶντας σωφρονεστέρους ποιῶν τῇ τούτων τιμωρίᾳ τοὺς δὲ οὐ κολάζει πάλιν, ἵνα ἂν μὲν προσέχωσιν ἑαυτοῖς, μετανοήσαντες καὶ τὴν τοῦ Θεοῦ μακροθυμίαν αἰδεσθέντες, καὶ τῆς ἐνταῦθα κολάσεως ἀπαλλαγῶσι καὶ τῆς ἐκεῖ τιμωρίας· ἂν δὲ ἐπιμείνωσιν, μηδὲν ἀπὸ τῆς ἀνεξικακίας ὠφελούμενοι τοῦ Θεοῦ, μείζονα ὑποστῶσι τὴν τιμωρίαν διὰ τὴν ἄγαν αὐτῶν καταφρόνησιν. Εἰ δὲ λέγοι τις τῶν εὖ εἰδότων ὅτι οἱ κολαζόμενοι ἐπηρεάζονται (ἠδύναντο γὰρ μετανοῆσαι), ἐκεῖνο ἂν εἴποιμεν, ὅτι εἰ προῄδει μετανοήσοντας αὐτοὺς ὁ Θεὸς, οὐκ ἂν ἐκόλασεν. Εἰ γὰρ οὓς οἶδεν ἀδιορθώτους μένοντας, ὅμως ἀφίησι, πολλῷ μᾶλλον οὓς ᾔδει κερδανοῦντας ἀπὸ τῆς αὐτοῦ μακροθυμίας εἴασεν ἂν ἐν τῇ παρούσῃ ζωῇ, ὥστε ἀπολαῦσαι τῆς προθεσμίας εἰς μετάνοιαν. Νυνὶ δὲ προαναρπάζων αὐτοὺς, κἀκείνοις κουφοτέραν τὴν ἐκεῖ δίκην καθίστησι, καὶ τούτους σωφρονεστέρους ταῖς ἐκείνων τιμωρίαις κατεργάζεται. Καὶ τίνος ἕνεκεν οὐκ ἐπὶ πάντων τοῦτο ποιεῖ τῶν πονηρῶν; Ἵνα τῷ φόβῳ καὶ ταῖς ἑτέρων τιμωρίαις μένοντες σωφρονέστεροι γένωνται, καὶ τὴν μακροθυμίαν ἐπαινέσαντες τοῦ Θεοῦ καὶ τὴν ἐπιείκειαν αἰδεσθέντες, τῆς πονηρίας ἀποστῶσιν. Ἀλλ' οὐδὲν τούτων ποιοῦσι, φησίν. Ἀλλ' οὐχ ὁ Θεὸς αἴτιος λοιπὸν, ἀλλ' ἡ ἐκείνων ῥᾳθυμία μὴ βουληθέντων τοσούτοις φαρμάκοις εἰς τὴν οἰκείαν ἀποχρήσασθαι σωτηρίαν. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο τοῦτο ποιεῖ, πρόσεχε. Ἔμιξέ ποτε τὸ αἷμα τῶν Γαλιλαίων ὁ Πιλᾶτος μετὰ τῶν θυσιῶν, καὶ προσελθόντες τινὲς ἀπήγγειλαν τῷ Χριστῷ αὐτὸ τοῦτο· καὶ λέγει· Τί δοκεῖτε ὅτι ἐκεῖνοι οἱ Γαλιλαῖοι ἁμαρτωλοὶ μόνοι ἦσαν; Οὐχὶ, λέγω ὑμῖν· ἀλλ', ἐὰν μὴ μετανοήσητε, καὶ ὑμεῖς ὁμοίως ἀπολεῖσθε. Πάλιν ἕτεροι δέκα καὶ ὀκτὼ κατεχώσθησαν ὑπὸ πύργου τινός· καὶ περὶ ἐκείνων τὰ αὐτὰ εἶπε· τῷ μὲν γὰρ εἰπεῖν, Τί δοκεῖτε ὅτι ἐκεῖνοι ἁμαρτωλοὶ ἦσαν μόνον; οὐχὶ, λέγω ὑμῖν· ἔδειξεν ὅτι καὶ οἱ ζῶντες τῶν αὐτῶν ἦσαν ὑπεύθυνοι· τῷ δὲ εἰπεῖν, ὅτι Ἐὰν μὴ μετανοήσητε, καὶ ὑμεῖς ὡσαύτως ἀπολεῖσθε, ἔδειξεν ὅτι κἀκείνοις συνεχώρησε διὰ τοῦτο παθεῖν, ἵνα οἱ ζῶντες ἐκ τῶν ἑτέροις συμβάντων φοβηθέντες καὶ μετανοήσαντες, βασιλείας κληρονόμοι γένωνται. Τί οὖν. ἵνα γένωμαι ἐγὼ βελτίων ἐκεῖνος κολάζεται; φησίν; Οὐ διὰ τοῦτο, ἀλλὰ κολάζεται μὲν διὰ τὴν οἰκείαν ἁμαρτίαν· γίνεται δὲ ἐκ περιουσίας τοῖς προσέχουσι σωτηρίας ὑπόθεσις, τῷ φόβῳ τῶν αὐτῷ συμβάντων σπουδαιοτέρους αὐτοὺς ποιῶν. Οὕτω καὶ δεσπόται ποιοῦσιν· ἕνα πολλάκις μαστιγώσαντες οἰκέτην, τοὺς λοιποὺς σωφρονεστέρους ἐποίησαν τῷ φόβῳ. Ὅταν οὖν ἴδῃς τινὰς ἢ ναυαγίῳ περιπεσόντας, ἢ ὑπὸ οἰκίας καταχωσθέντας, ἢ ὑπὸ ἐμπρησμοῦ παραπολλυμένους, ἢ ὑπὸ ποταμῶν παρασυρέντας, ἢ ἄλλῳ τινὶ τρόπῳ τοιούτῳ βιαίῳ τὴν ζωὴν καταλύσαντας, εἶτα ἑτέρους τὰ αὐτὰ αὐτοῖς ἢ καὶ τὰ χείρονα ἁμαρτάνοντας, καὶ μηδὲν παθόντας τοιοῦτον, μὴ θορυβηθῇς λέγων· Τί δήποτε τὰ αὐτὰ ἁμαρτάνοντες, οὐ τὰ αὐτὰ πεπόνθασιν; ἀλλὰ τοῦτο λογίζου, ὅτι τὸν μὲν εἴασεν ἀναιρεθῆναι καὶ ἀποπνιγῆναι, ἡμερωτέραν αὐτῷ παρασκευάζων τὴν ἐκεῖ τιμωρίαν, ἢ καὶ τέλεον αὐτὸν ἀπαλλάττων· τοῦτον δὲ οὐδὲν ἀφῆκε τοιοῦτον παθεῖν, ἵνα τῇ τούτου τιμωρίᾳ σωφρονισθεὶς, ἐπιεικέστερος γένηται· ἂν δὲ ἐπιμένῃ τοῖς αὐτοῖς, ἀπαραμύθητον ἑαυτῷ παρὰ τοῖς ἑαυτοῦ ῥᾳθυμίας σωρεύσει τὴν τιμωρίαν· καὶ ὁ Θεὸς οὐκ αἴτιος τῆς ἀφορήτου κολάσεως. Πάλιν ἂν ἴδῃς δίκαιον θλιβόμενον, ἢ τὰ προειρημένα ἅπαντα πάσχοντα, μὴ καταπέσῃς· καὶ γὰρ κἀκείνῳ λαμπροτέρους τοὺς στεφάνους ἐργάζεται τὰ δεινά. Καὶ ἁπλῶς πᾶσα κόλασις, ἂν μὲν ἐπὶ ἁμαρτωλῶν γίνηται, ὑποτέμνεται τὸ τῆς ἁμαρτίας φορτίον· ἂν δὲ ἐπὶ δικαίων, φαιδροτέραν αὐτῶν ἐργάζεται τὴν ψυχὴν, καὶ μέγιστον ἑκατέροις τὸ κέρδος ἀπὸ τῆς θλίψεως συμβαίνει, μόνον ἐὰν εὐχαρίστως φέρωμεν· τοῦτο γάρ ἐστι τὸ ζητούμενον.