Ancient Greek
ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΜΑΚΚΑΒΑΙΟΥΣ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Maccabeis (homiliae 1-3) 1.1-2
Not analysed yet
Ἅπαντας μὲν οὖν ἐγκωμιάσαι τοὺς ἁγίους μάρτυρας οὐ δυνατὸν μιᾷ γλώττῃ, ἀλλὰ κἂν μυρία στόματα ἔχωμεν καὶ γλώττας τοσαύτας, λειπόμεθα τῶν ἐγκωμίων· καὶ ταὐτὸν πάσχω πρὸς τὰ κατορθώματα τῶν ἑπτὰ μαρτύρων ὁρῶν, οἷον ἂν εἰ φιλοχρήματος ἄνθρωπος, ἐπιστὰς πηγῇ ῥεούσῃ χρυσὸν ἑπτὰ στόματα ἐχούσῃ, πᾶσαν μὲν αὐτὴν ἐξαντλῆσαι ἐπιχειροίη, μετὰ δὲ τὸν πολὺν καὶ ἄφατον πόνον τὸ πλέον ἀφεὶς ἀπέλθοι. Πηγῆς γὰρ ὅσον ἂν ἐξαντλήσῃς, τὸ πλέον ἀπολείπεται. Τί οὖν; ἐπειδὴ τὰ κατ' ἀξίαν εἰσενεγκεῖν οὐ δυνάμεθα, σιγήσομεν; Οὐδαμῶς. Μάρτυρες γάρ εἰσιν οἱ τὰ δῶρα δεχόμενοι, καὶ τὸν ἑαυτῶν Δεσπότην μιμοῦνται ἐν τῇ κρίσει τῆς τοιαύτης φιλοτιμίας. Πῶς δὲ ἐκεῖνος ποιεῖ; Ὅταν τις προσενέγκῃ δῶρα, οὐ τῷ μεγέθει τοῦ προσενεχθέντος, ἀλλὰ τῇ προθυμίᾳ τοῦ προσενέγκαντος προσέχων μετρεῖ τὴν ἀντίδοσιν. Οὕτως ἐποίησεν ἐπὶ τῆς χήρας ἐκείνης· δύο κατέβαλεν ὀβολοὺς ἡ γυνὴ, καὶ προετιμήθη τῶν πολλὰ καταβεβληκότων· οὐ γὰρ τὴν ὀλιγότητα τῶν χρημάτων, ἀλλὰ τὴν πολυτέλειαν τῆς γνώμης εἶδεν ὁ Θεός· δύο ὀβολοὶ τὰ χρήματα, ἀλλὰ μυρίων χρυσοῦ ταλάντων τιμιωτέρα ἡ γνώμη. Ἁψώμεθα δὴ τῶν ἐγκωμίων θαῤῥοῦντες, καὶ ὅπερ χθὲς ἐποιήσαμεν, τοῦτο εἰ δοκεῖ γενέσθω καὶ νῦν· καὶ γὰρ χθὲς τὴν μητέρα ἀπολαβόντες μόνην εἰς αὐτὴν τὸν λόγον ἀνηλώσαμεν· ἐποιοῦμεν δὲ τοῦτο οὐκ ἀποσχίσαι βουλόμενοι τοῦ χοροῦ τῶν παίδων αὐτὴν, ἀλλ' ἀσφαλέστερον ἡμῖν κατασκευάσαι τὸν πλοῦτον· τοῦτο δὴ καὶ νῦν ποιήσωμεν· ἕνα τῶν παίδων ἀποσπάσαντες, εἰς αὐτὸν ὀλίγα εἴπωμεν· δέος γὰρ μή ποτε καθάπερ ἑπτὰ ποταμοὶ, οἱ τῶν ἑπτὰ μαρτύρων ἔπαινοι συνελθόντες ἀθρόον τὸν λόγον ἡμῖν ἐπικλύσωσιν. Οὐκοῦν ἕνα τῶν νεανίσκων ἀπολάβωμεν, οὐδὲ τοῦτον ἀποσχίζοντες τοῦ χοροῦ τῶν ἀδελφῶν, ἀλλὰ κοῦφον ἡμῖν ποιοῦντες τὸ φορτίον· καὶ γὰρ ἑνὸς ἐπαινουμένου, κοινὸς καὶ τῶν ἄλλων ὁ στέφανος ἔσται, ἐπεὶ καὶ τῶν ἄθλων τῶν αὐτῶν ἐκοινώνησαν ἅπαντες. Πάντως δὲ ἐπεισελεύσεται ἡμῖν ἡ μήτηρ καὶ σήμερον, κἂν μὴ αὐτῆς ἁπτώμεθα· ἡ γὰρ ἀκολουθία αὐτὴν τῶν λόγων ἐπισπάσεται πάντως, καὶ οὐκ ἀνέξεται ἀφεῖναι τὰ παιδία· εἰ γὰρ ἐν τοῖς ἀγῶσιν οὐκ ἀπέστη τῶν ἐκγόνων, οὐδὲ ἐν τοῖς ἐγκωμίοις αὐτῶν ἀφέξεται. Τίνα οὖν βούλεσθε τῶν ἑπτὰ ἀπολάβωμεν ἀθλητῶν; Ἆρα τὸν πρῶτον, ἢ τὸν δεύτερον, ἢ τὸν τρίτον, ἢ τὸν ἔσχατον; Μᾶλλον δὲ οὐδεὶς ἐν αὐτοῖς ἔσχατος· χορὸς γάρ ἐστι, χοροῦ δὲ οὔτε ἀρχὴ, οὔτε τέλος φαίνεται· ἀλλ' ἵνα γνωριμώτερον ποιήσωμεν τὸν ἐπαινούμενον, τὸν ἔσχατον τῇ ἡλικίᾳ λέγομεν. Ἀδελφὰ γὰρ τὰ παλαίσματα, καὶ συγγενῆ τὰ κατορθώματα· ἔνθα δὲ ἡ συγγένεια κατορθωμάτων, οὐκ ἔστι πρῶτος καὶ δεύτερος. Ἀπολάβωμεν οὖν τὸν ἔσχατον τῇ ἡλικίᾳ καὶ ὁμήλικα τῷ φρονήματι, οὐ τοῖς ἀδελφοῖς ὁμήλικα μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ γέροντι. Οὗτος μόνος τῶν ἀδελφῶν λελυμένος ἤγετο πρὸς τὰ βασανιστήρια· οὐ γὰρ ἀνέμεινε τὰς τῶν δημίων χεῖρας· ἀλλὰ προέλαβε τῇ οἰκείᾳ προθυμίᾳ τὴν ἐκείνων ὠμότητα, καὶ λελυμένος ἤγετο. Καὶ τῶν μὲν ἀδελφῶν οὐδένα εἶχε θεατήν· πάντες γὰρ ἦσαν τελειωθέντες· εἶχε δὲ σεμνότερον τῶν ἀδελφῶν θέατρον, τοὺς τῆς μητρὸς ὀφθαλμούς. Οὐκ ἔλεγον ὑμῖν, ὅτι καὶ μὴ σπουδαζόντων ἡμῶν ἐπεισελεύσεται καὶ ἡ μήτηρ πάντως; Ἰδοὺ τοίνυν εἰσήγαγεν αὐτὴν ἡ ἀκολουθία τοῦ λόγου. Τοῦτο δὲ τὸ θέατρον οὕτω σεμνὸν ἦν καὶ μέγα, ὥστε καὶ αὐτὸν τῶν ἀγγέλων τὸν δῆμον, μᾶλλον δὲ καὶ τοὺς ἀδελφοὺς εἶχεν αὐτὸν θεωμένους, οὐκ ἔτι ἀπὸ τῆς γῆς, ἀλλ' ἐκ τῶν οὐρανῶν. Ἐστεφανωμένοι γὰρ ἐκάθηντο, καθάπερ ἐν τοῖς Ὀλυμπιακοῖς ἀγῶσιν οἱ δικασταὶ, οὐχὶ κρίνοντες τοῖς παλαίσμασιν, ἀλλὰ τὸν στεφανίτην ἐπειγόμενοι λαβεῖν. Εἰστήκει τοίνυν λελυμένος, καὶ φθεγγόμενος ῥήματα φιλοσοφίας γέμοντα· ἐβούλετο μὲν γὰρ μεταστῆσαι τὸν τύραννον πρὸς τὴν οἰκείαν εὐσέβειαν· ὡς δὲ οὐκ ἴσχυσε, τὸ ἑαυτοῦ λοιπὸν ἐποίησεν, ἐξέδωκεν ἑαυτὸν τῇ τιμωρίᾳ. Κἀκεῖνος μὲν ᾤκτειρεν αὐτὸν τῆς ἡλικίας, οὗτος δὲ ἐδάκρυσεν αὐτὸν τῆς ἀσεβείας· οὐ γὰρ τὰ αὐτὰ βλέπει ὁ τύραννος καὶ ὁ μάρτυς· ἀμφοτέροις μὲν γὰρ οἱ αὐτοὶ ὀφθαλμοὶ, ἀλλὰ τῆς σαρκός· οἱ δὲ τῆς πίστεως οὐκ ἔτι οἱ αὐτοί· ἀλλ' ἐκεῖνος μὲν ἔβλεπε τὴν παροῦσαν ζωὴν, οὗτος δὲ ἔβλεπε τὴν μέλλουσαν, πρὸς ἣν ἔμελλεν ἀναπτήσεσθαι· καὶ ὁ μὲν τύραννος ἑώρα τήγανα, ὁ δὲ μάρτυς ἑώρα τὴν γέενναν, εἰς ἣν ἔμελλεν ἑαυτὸν ἐμβαλεῖν ὁ τύραννος. Εἰ δὲ τὸν Ἰσαὰκ θαυμάζομεν, ὅτι δεθεὶς ὑπὸ τοῦ πατρὸς καὶ συμποδισθεὶς, οὐκ ἐξήλατο τοῦ βωμοῦ, οὐδὲ ἐσκίρτησεν ὁρῶν μάχαιραν ἐπαγομένην· πολλῷ μᾶλλον τοῦτον θαυμάζειν χρὴ, ὅτι οὐκ ἐδέθη, οὐδὲ τῆς ἀπὸ τῶν δεσμῶν ἀνάγκης χρείαν ἔσχεν, οὐδὲ ἀνέμεινε τὰς χεῖρας τῶν δημίων, ἀλλ' αὐτὸς ἑαυτῷ καὶ θῦμα καὶ ἱερεὺς καὶ θυσιαστήριον γέγονε. Περισκοπήσας γὰρ κύκλῳ, καὶ ἰδὼν οὐδένα τῶν ἀδελφῶν παρόντα ἐθορυβήθη, ἠπείχθη σπεῦσαι καὶ καταλαβεῖν, ὥστε μὴ ἀποσχισθῆναι τοῦ καλοῦ τούτου χοροῦ. Διὰ τοῦτο οὐκ ἀνέμεινε τὰς τῶν δημίων χεῖρας· ἐφοβεῖτο γὰρ τὴν φειδῶ τοῦ τυράννου, μή ποτε αὐτὸν κατελεήσας ἐξαρπάσῃ τῆς κοινωνίας τῶν ἀδελφῶν· διὰ τοῦτο προλαβὼν ἑαυτὸν ἐξήρπασε τῆς φιλανθρωπίας τῆς ἀνημέρου. Καὶ γὰρ πολλὰ ἦν ἱκανὰ ἐπικάμψαι τὸν τύραννον, τῆς ἡλικίας τὸ νέον, τῶν ἀδελφῶν τῶν τοσούτων ἡ τιμωρία, ἡ καὶ θηρίον ἱκανὴ κορέσαι (ἀλλ' ἐκεῖνος οὐκ ἐκορέννυτο), ἡ πολιὰ τῆς μητρὸς, τὸ μηδὲν αὐτῷ γενέσθαι πλέον ἀπὸ τῆς κολάσεως τῶν προλαβόντων.