Ancient Greek
ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΜΑΚΚΑΒΑΙΟΥΣ Καὶ εἰς τὴν μητέρα αὐτῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Maccabeis (homiliae 1-3) 3.1
Not analysed yet
Ἀκουέτωσαν μητέρες ταῦτα, ζηλούτωσαν τὴν ἀνδρείαν τῆς γυναικὸς, τὴν περὶ τὰ ἔγγονα φιλοστοργίαν· οὕτω τρεφέτωσαν τὰ παιδία· οὐ γὰρ τὸ τεκεῖν μητρὸς, τοῦτο γὰρ τῆς φύσεως, ἀλλὰ τὸ θρέψαι μητρὸς, τοῦτο γὰρ τῆς προαιρέσεως. Καὶ ἵνα μάθῃς, ὅτι οὐ τὸ τεκεῖν ποιεῖ μητέρα, ἀλλὰ τὸ θρέψαι καλῶς, ἄκουσον τοῦ Παύλου στεφανοῦντος τὴν χήραν οὐ διὰ τὸν τόκον, ἀλλὰ διὰ τὴν τροφὴν τῶν παιδίων. Εἰπὼν γὰρ, Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἐν ἔργοις καλοῖς μαρτυρουμένη, τὸ κεφάλαιον τῶν ἀγαθῶν ἔργων ἐπήγαγεν. Τί δὲ τοῦτό ἐστιν; Εἰ ἐτεκνοτρόφησε, φησίν· οὐκ εἶπεν, εἰ ἐτεκνοποίησεν, ἀλλ', Εἰ ἐτεκνοτρόφησεν. Ἐννοήσωμεν τοίνυν τί πάσχειν εἰκὸς τὴν γυναῖκα, εἴ γε γυναῖκα δεῖ αὐτὴν καλεῖν, ὁρῶσαν δακτύλους σπαίροντας ἐπὶ τῶν ἀνθράκων, κεφαλὴν ἐξαλλομένην, σιδηρᾶν χεῖρα ἐπιβαλλομένην ἑτέρου παιδίου κεφαλῇ, καὶ τὴν δορὰν ἀποσύρουσαν, καὶ τὸν ταῦτα πάσχοντα ἑστῶτα ἔτι καὶ διαλεγόμενον. Πῶς διῆρε στόμα; πῶς ἐκίνησε γλῶτταν; πῶς οὐκ ἀπέπτη τῆς σαρκὸς ἡ ψυχή; Πῶς, ἐγὼ λέγω. Οὐχ ἑώρα πρὸς τὴν γῆν, ἀλλὰ πρὸς τὰ μέλλοντα παρεσκευάζετο πάντα· ἓν ἐδεδοίκει μόνον, μὴ φείσηται καὶ προκαταλύσῃ τὸν ἀγῶνα ὁ τύραννος, μὴ διασχίσῃ τὸν χορὸν τῶν παιδίων, μὴ μείνωσί τινες ἀστεφάνωτοι. Καὶ ὅτι τοῦτο ἐδεδοίκει, τὸν ἔσχατον μονονουχὶ ταῖς χερσὶ λαβοῦσα, οὕτως εἰς τὸν λέβητα ἐνῆκεν, ἀντὶ χειρῶν τῇ τῶν λόγων πρὸς αὐτὸν χρησαμένη παρακλήσει καὶ συμβουλῇ. Ἡμεῖς οὐκ ἀκούομεν χωρὶς ἀλγηδόνος τὰ ἀλλότρια κακὰ, κἀκείνη ἔβλεπε χωρὶς ἀλγηδόνος τὰ οἰκεῖα. Ταῦτα μὴ ἁπλῶς ἀκούωμεν, ἀλλ' ἕκαστος τῶν ἀκροατῶν ἐπὶ τῶν οἰκείων ἀναλαμβανέτω παιδίων ἅπασαν ταύτην τὴν τραγῳδίαν· ὑποτυπούτω τὴν ὄψιν τὴν ποθουμένην, καὶ τὰ φίλτατα ὑπογράφων ἑαυτῷ, ἐπ' αὐτῶν ἀναζωγραφείτω ταῦτα τὰ πάθη, καὶ τότε εἴσεται καλῶς τῶν λεγομένων τὴν δύναμιν· μᾶλλον δὲ οὐδὲ οὕτως· τὰ γὰρ τῆς φύσεως πάθη λόγος μὲν οὐδεὶς παραστῆσαι δυνήσεται, πεῖρα δὲ διδάσκει μόνη. Εὔκαιρον πρὸς ἐκείνην εἰπεῖν τὸ προφητικὸν ἐκεῖνο μετὰ τὸν στέφανον τῶν ἑπτὰ παίδων· Σὺ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Ἐπὶ μὲν οὖν τῶν Ὀλυμπιακῶν ἀγώνων, χιλίων πολλάκις εἰσελθόντων ἀθλητῶν, εἰς ἕνα περιίσταται μόνον ὁ στέφανος· ἐνταῦθα δὲ ἀπὸ ἑπτὰ ἀθλητῶν ἑπτὰ στεφανῖται γεγόνασι. Ποίαν ἔχεις μοι δεῖξαι χώραν οὕτως εὔφορον; ποίαν νηδὺν οὕτως εὔτοκον; ποίας τοιαύτας ὠδῖνας; Ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου ἀποστόλων ἐγένετο μήτηρ, ἀλλὰ δύο μόνων· ἑπτὰ δὲ μάρτυρας οὐκ οἶδα μίαν ἐξενεγκοῦσαν γαστέρα, καὶ αὐτὴν πάλιν προστεθεῖσαν αὐτοῖς, οὐκ ἐν προσθήκῃ μιᾶς μάρτυρος μόνον, ἀλλ' ἐν πολλῷ πλειόνων. Οἱ μὲν γὰρ παῖδες ἑπτὰ μάρτυρες ἦσαν μόνον· τὸ δὲ σῶμα τῆς μητρὸς αὐτῶν προστεθὲν σῶμα μὲν ἦν ἓν, μαρτύρων δὲ δὶς ἑπτὰ χώραν ἐπλήρου, ὅτι τε καθ' ἕκαστον αὐτῶν ἐμαρτύρησε, καὶ ὅτι κἀκείνους τοιούτους εἰργάσατο, Ἐκκλησίαν ὁλόκληρον μαρτύρων ἡμῖν ἀποκυήσασα. Ἑπτὰ παῖδας ὤδινε, καὶ οὐδένα ὤδινε τῇ γῇ, ἀλλὰ πάντας τῷ οὐρανῷ, μᾶλλον δὲ τῷ βασιλεῖ τῶν οὐρανῶν, εἰς τὴν μέλλουσαν αὐτοὺς ἅπαντας ἀποκυήσασα ζωήν. Ὁ μὲν οὖν διάβολος ἐσχάτην αὐτὴν ἦγε πρὸς τὰ παλαίσματα διὰ τὴν αἰτίαν, ἣν ἔφθην εἰπὼν, ἵνα τῆς δυνάμεως αὐτῇ προαναλωθείσης ἐν τῇ θεωρίᾳ τῶν βασάνων, εὐχείρωτος γένηται ἐσχάτη δεχομένη τὸν ἀντίπαλον. Εἰ γὰρ αἷμα πολλάκις ὁρῶντες καταῤῥέον ἄνθρωποι κατέπεσον ὀλιγοψυχήσαντες, καὶ πολλῆς ἐδεήθησαν πραγματείας, ὥστε τὴν ζωὴν ἐκλείπουσαν αὐτοῖς καὶ τοῦ σώματος ἀφιπταμένην τὴν ψυχὴν ἐπαναγαγεῖν· τοσούτους ἐκείνη αἵματος βλέπουσα ῥύακας οὐκ ἐξ ἀλλοτρίας, ἀλλ' ἐκ τῆς τῶν παιδίων σαρκὸς καταῤῥέοντας, τί οὐκ ἂν ὑπέμεινεν; πόσον οὐκ ἂν ἐδέξατο θόρυβον τῇ ψυχῇ; Ὁ μὲν οὖν διάβολος, ὅπερ ἔφθην εἰπὼν, διὰ τοῦτο μετὰ τοὺς παῖδας αὐτὴν ἐπὶ τοὺς ἀγῶνας εἵλκυσεν, ὥστε ἀσθενεστέραν ἐργάσασθαι· ἐγένετο δὲ τοὐναντίον· μᾶλλον γὰρ θαῤῥοῦσα πρὸς τοὺς ἀγῶνας ἤρχετο. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι οὐκ ἐδεδοίκει λοιπὸν, οὐδὲ ἐφρόντιζεν ὑπέρ τινων ἐνταῦθα καταλιμπανομένων αὐτῇ παιδίων, μή ποτε καταμαλακισθέντες ἀποστερηθῶσι τῶν στεφάνων· ἀλλὰ πάντας αὐτοὺς ὥσπερ εἰς ἄσυλον ἀποθεμένη ταμεῖον τὸν οὐρανὸν, καὶ πρὸς τοὺς ἄνω πέμψασα στεφάνους καὶ τὰ ἀκίνητα ἀγαθὰ, θαῤῥοῦσα ἐπαπεδύετο μετὰ πολλῆς τῆς ἡδονῆς· καὶ καθάπερ στεφάνῳ τινὶ τὸν τιμαλφέστατον λίθον, αὕτη τὴν σάρκα τὴν ἑαυτῆς τῷ χορῷ τῶν παιδίων ἐναρμόσασα πρὸς τὸν ποθούμενον Ἰησοῦν ἀπεδήμησε, μεγίστην ἡμῖν καταλιποῦσα παράκλησιν καὶ συμβουλὴν, τὴν διὰ τῶν ἔργων παραίνεσιν, ὥστε ἐῤῥωμένῃ ψυχῇ καὶ ὑψηλῷ τῷ φρονήματι πάντων κατατολμᾷν τῶν δεινῶν. Τίς γὰρ ἀνὴρ, ποία γυνὴ, τίς πρεσβύτης, ποῖος νέος συγγνώμης τεύξεται λοιπὸν, ἢ ἀπολογίαν ἕξει δεδοικὼς διὰ τὸν Χριστὸν ἐπαγομένους αὐτῷ κινδύνους, ὅταν γυνὴ, καὶ γεγηρακυῖα, καὶ τοσούτων παίδων μήτηρ, καὶ πρὸ τῆς χάριτος ἀγωνισαμένη, κεκλεισμένων ἔτι τῶν τοῦ θανάτου πυλῶν, οὔπω τῆς ἁμαρτίας σβεσθείσης, οὐδὲ τοῦ θανάτου καταγωνισθέντος, μετὰ τοσαύτης προθυμίας τε καὶ ἀνδρείας τοσαύτας φαίνηται διὰ τὸν Θεὸν ὑπομένουσα τιμωρίας; Ταῦτα δὲ πάντα λογισάμενοι, καὶ γυναῖκες καὶ ἄνδρες, καὶ νέοι καὶ γέροντες, τοὺς ἀγῶνας καὶ τὰ παλαίσματα ὥσπερ ἐπὶ πίνακός τινος τῆς καρδίας ἡμῶν ἀπογράψαντες, διηνεκῆ συμβουλὴν πρὸς τὴν τῶν δεινῶν ὑπεροψίαν τὴν ἐκείνης καρτερίαν ἔχωμεν ἐναποκειμένην ἡμῶν τῇ ψυχῇ, ἵνα ἐνταῦθα μιμησάμενοι τὴν ἀρετὴν τῶν ἁγίων τούτων, κἀκεῖ τῶν στεφάνων δυνηθῶμεν αὐτοῖς κοινωνῆσαι, ὅσην ἐν τοῖς κινδύνοις φιλοσοφίαν ἐπεδείξαντο, τοσαύτην ἐν τοῖς ἀλόγοις πάθεσιν ἡμεῖς καρτερίαν ἐπιδεικνύμενοι, θυμῷ, καὶ ἐπιθυμίᾳ χρημάτων, σωμάτων, δόξης κενῆς, καὶ τῶν ἄλλων τῶν τοιούτων ἁπάντων. Εἰ γὰρ τῆς τούτων περιγενοίμεθα φλογὸς καθάπερ ἐκεῖνοι τοῦ πυρὸς, δυνησόμεθα στῆναι πλησίον αὐτῶν, καὶ τῆς αὐτῆς μετασχεῖν παῤῥησίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.