Ancient Greek · ~25 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De mansuetudine sermo [Sp.] 3.1
Not analysed yet
Πολλαὶ μὲν οὖν εἰσιν ἀρεταὶ Χριστιανοῖς ἀνδράσι πρέπουσαι, μείζων δὲ ἁπασῶν ἡ πραότης· τοὺς γὰρ ἐν ταύτῃ διαλάμποντας μόνους τοῦ Θεοῦ ζηλωτὰς ὁ Χριστὸς ὀνομάζει. Προσήκει τοίνυν ἡμᾶς, ὅταν ὑβρίζῃ τις ἢ τύπτῃ ἢ ἄλλο τι πράττῃ δεινὸν, ἡσυχαζούσῃ ψυχῇ πάντα γενναίως ὑπομένειν, ἐνθυμουμένους ὅτι τοῦ Θεοῦ μιμητὰς ἡ πραότης ποιεῖ. Καὶ γὰρ αὐτὸς ὁ Δεσπότης καὶ Σωτὴρ ἡμῶν ὑβριζόμενος, πληγὰς λαμβάνων, προσηλούμενος, σταυρούμενος, πράως ἤνεγκε τὴν Ἰουδαίων μανίαν, καὶ τοσαύτην ἔχων δύναμιν τοῦ λαβεῖν δίκην παρὰ τῶν ἀσεβούντων, οὐκ ἔλαβεν, ἀλλὰ τὴν μὲν δύναμιν ἔδειξεν ἐν τῷ σεῖσαι τὴν γῆν καὶ νεκροὺς ἀναστῆσαι καὶ κρύψαι τὸν ἥλιον καὶ νύκτα τὴν ἡμέραν ποιῆσαι, τὴν δὲ πραότητα καὶ φιλανθρωπίαν ἐν τῷ μηδένα τῶν ἠσεβηκότων κολάσαι· ἵνα μάθωσιν ἅπαντες οἱ τὰς ἀσεβεῖς χεῖρας προσάγοντες τῷ Δεσπότῃ, ὅτι ῥᾳδίως ἂν τοὺς μανέντας ἐκόλαζεν ὁ ῥᾳδίως οὕτω σείσας τὴν γῆν καὶ τὸν ἥλιον ἐξαίφνης ἀφανῆ γενέσθαι προστάξας· νῦν δὲ ἐπειδήπερ ἐστὶν ἥμερος, καὶ πράως φέρει τὴν μανίαν τῶν ἀσεβῶν, οὐκ αὐτὸς μόνος ἡμέρως ἠνέσχετο τῶν σταυρούντων, τῶν βλασφημούντων, ἀλλὰ καὶ τὸν Πατέρα παρεκάλει, μὴ χρήσασθαι κατὰ τῶν ἀσεβῶν τοῖς οὐρανίοις βέλεσιν. Ὅταν οὖν σοι πάσχοντι δεινὸν καὶ ἀφόρητόν τι ὀργὴ παραστῇ καὶ θυμὸς, ἀναμνήσθητι τῆς τοῦ Χριστοῦ πραότητος, καὶ ταχέως ἥμερος ἔσῃ καὶ πρᾶος, οὐκ αὐτὸς μόνος ἐκ τῆς ἡμερότητος τὰ μέγιστα κερδαίνων, ἀλλὰ καὶ τὸν ἐχθρὸν ὠφελῶν καὶ χρηστὸν εἶναι παιδεύων. Ὅταν γὰρ ἴδῃ σὲ τὸν τὰ ἔσχατα πάσχοντα πράως, τῆς ὀργῆς ἀνεχόμενον, ταχέως καὶ αὐτὸς ἐπιεικὴς ἔσται καὶ χρηστὸς, καὶ τὸν θυμὸν ἀποῤῥίψας, ζηλωτὴς ἐπιθυμήσει γενέσθαι τῆς σῆς ἡμερότητος. Ὅστις οὖν ἐθέλοι τοὺς θυμουμένους νικᾷν, γενναίως φερέτω τὰς ὕβρεις καὶ τὰς πληγὰς, καὶ πολλὴν ὄψεται μεταβολὴν τοῦ μεμηνότος καὶ τύπτοντος· ἂν δὲ καὶ αὐτὸς ὑπὸ τῆς ὀργῆς ἡττηθεὶς, τοῖς ἴσοις ἀμύνασθαι σπουδάζῃ τὸν ἐχθρὸν, οὐδέποτε πέρας ἔσται τῆς ὀργῆς καὶ τῆς μάχης, ἀλλ' ἀεὶ μεμηνότες καὶ νικᾷν ἀλλήλους ἐπιθυμοῦντες ταῖς λοιδορίαις καὶ ταῖς πληγαῖς, εἰς ἀπέραντον πόλεμον καὶ μάχην ἐκφέρονται, ἐπιβουλεύοντες ἀλλήλοις, συκοφαντίας ἀνάπτοντες, ἐπιορκεῖν τολμῶντες, ἃ μήτε ἑωράκασι μήτε ἀκηκόασι κατηγορεῖν μελετῶντες, ἐν ἡμέρᾳ μὲν ὥσπερ κύνες λυττῶντες, καὶ ζητοῦντες τὸν ἐχθρὸν, τῆς δὲ νυκτὸς τὸ πλεῖστον ἀναλίσκοντες ἐν τῷ βουλεύεσθαί τι κακὸν καὶ ῥάπτειν ἐπιβουλάς. Τοῖς τοιούτοις οὐδὲ ὕπνος καθαρεύει παθημάτων, ἀλλὰ τὸν ἐχθρὸν παρεῖναι καὶ λοιδορεῖσθαι καὶ τύπτειν νομίζοντες, ἐκ τῶν ὕπνων ἀναπηδῶσιν, ἐρῶντες τῆς ἀλλήλων σφαγῆς πλέον ἢ τραπέζης· ἕτεροι δὲ ὑπὸ τῆς ὀργῆς μεθύοντες, συκοφάντας μισθούμενοι, καὶ πράγματα ἀμύθητα παρέχοντες ἀλλήλοις, ὅσῳ ἂν πλείω κακὰ παράσχωσιν ἀλλήλοις, τοσούτῳ μᾶλλον εἰς μανίαν ἐρεθιζόμενοι. Ὅπερ γάρ φασι τοὺς μεθύοντας πάσχειν, ὑπὸ τῆς ἀπλήστου μέθης εἰς χαλεπωτέραν δίψαν ἐκφέρεσθαι, τοῦτο πάσχουσιν οἱ δουλεύοντες ὀργῇ, ὑπὸ τῆς ἀμέτρου φιλονεικίας εἰς μείζω καὶ χαλεπωτέραν ἐκφερόμενοι μανίαν· ὁ μὲν δοῦλον ἐκάλεσεν, ὁ δὲ πόρνης υἱὸν, ὁ μὲν ἀνόητον, ὁ δὲ μαινόμενον, ὁ μὲν κλέπτην καὶ ἄδικον, ὁ δὲ πάσης πονηρίας ἀνάμεστον. Εἶτα ὑπὸ τῆς ὀργῆς μεθύοντες, συμπλακέντες ἀλλήλοις, μικροῦ δεῖν τὰ θηρία μιμοῦνται, τύπτοντες, λακτίζοντες, δάκνοντες, κατακόπτοντες τὰ σώματα, οὐδενὸς φειδόμενοι μέρους, οὐκ ὀφθαλμῶν, οὐκ ὤτων, οὐ ῥινὸς, οὐ προσώπου, οὐκ ἄλλου μέλους τινὸς, ἀλλὰ συῤῥαγέντες ἀλλήλοις καὶ κατακόψαντες ἑαυτοὺς, καὶ τί κακὸν οὐ ποιήσαντες; ἀναχωροῦσιν ἐκ τῆς μάχης, οἱ μὲν ὀφθαλμὸν ἐκκοπέντες, οἱ δὲ χείλη, οἱ δὲ ἄλλο τι τοῦ σώματος μέρος· πλέον τὴν ψυχὴν ἢ τὸ σῶμα διεφθαρμένοι, μεμηνότες, παραφρονοῦντες, λυττῶντες, ἀγνοοῦντες τὸν νόμον τοῦ Θεοῦ καὶ Σωτῆρος, τὸν κελεύοντα ῥαπιζομένους καὶ τυπτομένους καὶ τὰ ἄλλα πάσχοντας, ἡσυχαζούσῃ τῇ ψυχῇ πάντα φέρειν γενναίως, καὶ νικᾷν τῇ πραότητι τὸν τῶν ἀδικούντων θυμόν. Ὁ γὰρ τοῦτο ποιῶν ἐπαινεῖται μὲν ὑπ' ἀνθρώπων, στεφανοῦται δὲ ὑπὸ Θεοῦ καὶ Σωτῆρος. Διόπερ χρὴ καρτερεῖν, καὶ τῶν ὀργιζομένων ἡμέρως ἀνέχεσθαι, βλέποντας πρὸς τὸν στέφανον, ὃν ὁ Θεὸς ἑτοιμάζει τοῖς ἐπιεικέσι καὶ χρηστοῖς. Ἄτοπον γὰρ τοὺς μὲν γυμνικῶν ἀγώνων ἀθλητὰς καὶ κονιορτοῦ καὶ πληγῶν καὶ τραυμάτων ἀνέχεσθαι, πρὸς δόξαν κενὴν καὶ στέφανον οὐδενὸς ἄξιον βλέποντας· ἡμᾶς δὲ τοὺς ὑπὸ Χριστοῦ στεφανοῦσθαι μέλλοντας μὴ κρατεῖν ὀργῆς, μηδὲ πάντα φέρειν γενναίως, ἀλλὰ βραχεῖαν ἡδονὴν καὶ θυμὸν ἄδικον τῆς ἐν οὐρανοῖς προτιμᾷν τιμῆς τε καὶ εὐδοξίας. Καὶ μὴν κἀκεῖνό γε ἴσμεν, ὅτι πολλῶν ὄντων καὶ μεγάλων, οἷς ὁ τῶν δικαίων κεκόσμηται βίος, τοῦτο πρὸ τῶν ἄλλων λαμπροὺς πεποίηκε τοὺς ἄνδρας, τὸ χρηστότητι συζῇν καὶ τοῖς ἀδικοῦσιν ἡμέρως προσφέρεσθαι. Τούτῳ μὲν γὰρ ὁ Μωϋσῆς πράως ἀνεχόμενος τῆς τῶν Ἰουδαίων μανίας, καὶ ταῖς εὐχαῖς τοὺς ἐχθροὺς διασώζων, τῆς ἐν οὐρανοῖς τιμῆς τε καὶ εὐδοξίας πρὸ τῶν ἄλλων ἀπήλαυσεν, καὶ τοῦ Θεοῦ φίλος ἐκλήθη· τούτῳ δὲ ὁ Δαυῒδ τῶν ἐχθρῶν καὶ πολεμίων φεισάμενος, εἰς πολλὴν εὔνοιαν καὶ φιλίαν τὸν Θεὸν ἐπεσπάσατο. Ἅπαντα μὲν γὰρ ἄνθρωπον τοῦτο κοσμεῖν δύναται, διαφερόντως δὲ τοὺς ἐν ταῖς ἐξουσίαις. Τὸ γὰρ, πάντα ποιεῖν ἐπιτρεπούσης τῆς βασιλείας, κατέχειν ἑαυτὸν, καὶ τὸν τοῦ Θεοῦ νόμον ἡγεμόνα ποιεῖσθαι τῶν ἔργων, μέγα μὲν εἰς εὐφημίαν τε καὶ δόξαν. Καὶ μὴν καὶ Παῦλος καὶ Πέτρος τῆς οὐρανίας ἁψῖδος ἁψάμενοι διὰ τὴν ἀρετὴν, ᾗ συνέζησαν, ἀπὸ τῆς ἡμερότητος μᾶλλον ἢ τῶν ἄλλων ἐξέλαμψαν ἀγαθῶν, τοὺς λοιδοροῦντας τιμῶντες, τοὺς ἐχθροὺς εὖ ποιοῦντες. τοὺς καταλιθάσαντας πολλάκις ταῖς εὐχαῖς διασώζοντες· ᾔδεισαν γὰρ τοῦτο μάλιστα κεχαρισμένον τῷ Θεῷ ποιοῦντες, καὶ πρὸ τῶν ἄλλων ἀγαθῶν ἐν οὐρανοῖς θαυμαζόμενον. Δι' ὅπερ αὐτοί γε τὸν ἑαυτῶν βίον ἡμερότητι κοσμοῦντες ἐφάνησαν, καὶ τοὺς ἄλλους ἀνθρώπους ἐπὶ ταύτην παρακαλοῦντες. Ἐπεὶ καὶ τὸν Στέφανον ἐν τοῖς ὑπὲρ τῆς εὐσεβείας κινδύνοις ὑπὲρ τῶν ἐχθρῶν ὁρῶντες εὐχόμενον, ὁμοίως ἐπί τε τῇ πραότητι καὶ τοῖς ἀγῶσι θαυμάζομεν. Ἐπειδὴ τοίνυν τοσούτους καὶ τοιούτους ἡγεμόνας ἐπιεικείας ἔχομεν, παρακαλέσωμεν ἑαυτοὺς καὶ ἀλλήλους τοῖς ἐκείνων ἴχνεσιν ἕπεσθαι, καὶ διὰ πραότητος τῷ Θεῷ λειτουργεῖν, ὡς ταύτην μᾶλλον ἀσμένως δεχομένῳ τὴν λειτουργίαν, ἢ τὰς ἄλλας ἁπάσας ἀρετάς. Καὶ γὰρ ὁ θειότατος Παῦλος ἀρετὴν ἀποστόλου δεῖξαι βουλόμενος, ἐκ τῆς ἡμερότητος μάλιστα βούλεται τὸν τοῦ Χριστοῦ διάκονον φαίνεσθαι· καίτοι πολλὰ εἶχεν εἰπεῖν, εἴ γε λέγειν ἐβούλετο τὰ κοσμοῦντα τὸν ἀπόστολον, δαιμόνων ἔλασιν, νεκρῶν ἀνάστασιν· ἀλλ' ὅμως πάντα ὑπερβὰς ἐκεῖνα, τὴν ἐν τοῖς ἤθεσιν ἐπιείκειαν ἄνω καὶ κάτω διεξέρχεται, ὅπως ἡμέρως προσενήνεκται τοῖς ἐχθροῖς διεξιών τε καὶ λέγων, ἵνα πείσῃ καὶ ἡμᾶς τοῖς οἰκείοις ἴχνεσιν ἕπεσθαι, καὶ χρηστοὺς εἶναι καὶ πράους. Δίκαιον οὖν τοῖς ἁγίοις ἐκείνοις ἀκολουθεῖν, κἀκείνους ποιεῖσθαι τοῦ βίου παράδειγμα, ἵνα πᾶσι τοῖς καλοῖς ἐκλάμποντες, τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν παρὰ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ Πνεύματι ἁγίῳ πᾶσα δόξα, τιμὴ, καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.