Ancient Greek · ~24 min
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De mansuetudine sermo [Sp.] 2.1
Not analysed yet
Φέρε δὴ, κατὰ δύναμιν ἡ μετέραν ἀκριβῶς ἐζετάσωμεν, ὅσα τοῖς ἐπιεικέσιν ἐκ τῆς τῶν ἠθῶν ἡμερότητος ἀγαθὰ περιγίνεται. Οὐκοῦν ὁ πρᾶος φίλος μὲν τοῖς ὁρῶσι, φίλος δὲ καὶ τοῖς ἀκοῇ γνωρίμοις· καὶ οὐδείς ἐστιν ὃς ἥμερον ἄνθρωπον ἐπαινούμενον ἀκούων, οὐκ ἂν ἐπιθυμήσειεν ἰδεῖν καὶ ἀσπάσασθαι καὶ συνεχῶς ὁρᾷν, ἐν κέρδους μέρει τὴν τοῦ τοιούτου φιλίαν ποιούμενος. Κἂν ὑπὲρ χρημάτων τινὲς πρὸς ἀλλήλους διενεχθῶσιν, ἐπὶ τὸν χρηστὸν καὶ πρᾶον ἐπείγονται, νομίζοντες πᾶσαν ἔριν καὶ φιλονεικίαν λυθήσεσθαι ταχέως ὑπὸ τῆς ἐκείνου χρηστότητος. Καὶ γὰρ ἂν συμβῇ τοὺς ἀνθρώπους φιλέχθρως ἔχειν πρὸς ἀλλήλους, ἡ τοῦ δικάζοντος ἡμερότης δυσωπεῖ γενέσθαι πράους τοὺς ῥᾳδίως εἰς ὀργὴν καὶ θυμὸν ἐκφερομένους. Ἂν δὲ ἄλλοι φανῶσί τινες εἰς φιλίαν ἄγειν τοὺς μαχομένους ἐθέλοντες, οὐκ ἂν δυνηθεῖεν αἰδέσιμοι φαίνεσθαι. Ἐφ' ἑκάστου γὰρ οἶμαι τῶν πραγμάτων σύμβουλος πιθανὸς ὁ πρῶτος τῶν πράξεων, ὧν ἔχεσθαι συνεβούλευσεν, ἁπτόμενος. Ὅταν οὖν ὁ τῆς ἐπιεικείας διδάσκαλος πρῶτος φανῇ τὰ παραγγέλματα βεβαιῶν, ἅμα τε ὤφθη καὶ τοὺς μεμηνότας ἡμέρωσε, καὶ οὐδὲν αὐτῷ δεῖ νουθεσίας καὶ λόγων, ἀλλὰ πρίν τι φθέγξασθαι, τὴν εἰρήνην εἰσήγαγεν. Καὶ ὥσπερ ἀκτὶς ἡλίου φανεῖσα, τὸ σκότος ἀπελαύνει ταχέως· οὕτως ὁ χρηστὸς καὶ πρᾶος τὴν ταραχὴν καὶ τὴν μάχην εἰς εἰρήνην καὶ ἡσυχίαν μεταῤῥυθμίζει ταχέως. Ἄξιον τοίνυν κἀκεῖνο ἐπισημήνασθαι, ὅτι μόνους τοὺς εἰρηνικοὺς τὸν τρόπον υἱοὺς εἶναι τοῦ Θεοῦ φησιν ὁ Χριστός. Τίνος οὖν ἕνεκα τῆς προσηγορίας τῆς οἰκείας μόνοις ἐπιεικέσιν μετέδωκεν; Ὅτι μόνος ὁ φιλίας καὶ εἰρήνης αἴτιος τοῖς ἄλλοις καθιστάμενος, τὸν Υἱὸν τοῦ Θεοῦ μιμεῖται κατὰ δύναμιν. Ἐκεῖνος μὲν γὰρ ὡς Θεὸς καὶ τῶν ὅλων κύριος τοὺς ἁγίους ἀγγέλους ἐκπεπολεμωμένους τοῖς ἀνθρώποις εἰς φιλίαν συνεκέρασεν, ἐπιφανεὶς ἡμῖν διὰ τῆς θείας αὐτοῦ σαρκός· χρηστὸς δὲ ἄνθρωπος ἀδελφοὺς καὶ συγγενεῖς καὶ οἰκείους πολεμοῦντας ἀλλήλοις, αἰδεῖσθαι πείθει τοὺς νόμους τοῦ Θεοῦ, καὶ τὴν ἔχθραν ἀποῤῥίψαντας φιλεῖν ἀλλήλους κατὰ τὸ θεῖον ἐπίταγμα. Καὶ μὴν, ὅπερ ἐν τοῖς σώμασι τοῖς ἡμετέροις τὰ νεῦρα, τοῦτο χρηστὸς ἄνθρωπος ἐν οἰκίᾳ καὶ ἐκκλησίᾳ καὶ πόλει. Σῶμα μὲν γὰρ καὶ μέλη ἀλλήλων ἔθος ὀνομάζειν τῷ Παύλῳ τοὺς ἀδελφούς· ὁ δὲ τοὺς διεσπασμένους καὶ μαχομένους εἰς φιλίαν ἄγων, ἐβεβαίωσε τοῦ Παύλου τὸν λόγον, πείθων ἅπαντας μὴ ἀγνοεῖν τὰ μέλη, μηδὲ κατεσθίειν ἀλλήλους. Οὐκοῦν ἀληθὴς ὁ λόγος ἐκεῖνος· ὥστε τὴν αὐτὴν ἔχει δύναμιν ἐν ἐκκλησίᾳ καὶ οἰκίᾳ καὶ πόλει ὁ τῆς εἰρήνης αἴτιος τοῖς ἀδελφοῖς καθιστάμενος, ἣν ἔχει δύναμιν ἐν τοῖς σώμασι τὰ νεῦρα, συγκολλῶν καὶ συνάπτων τοὺς διεσπασμένους καὶ πολεμοῦντας ἀλλήλοις. Ταύτην μέντοι λαμβάνει τὴν δύναμιν ἐπὶ τῶν ἄλλων ἕκαστος, ὅταν αὐτὸς φανῇ πρῶτος ἐπιεικείᾳ συζῶν· ὁ δὲ ῥᾳδίως εἰς ὀργὴν ἐκφερόμενος, καταγέλαστος εἶναι δόξειεν ἂν τοῖς πολλοῖς, ὅταν ἐπιχειρῇ τοὺς θυμουμένους πραΰνειν. Τί γὰρ ἂν γένοιτο χεῖρον ὀργῇ δουλευόντων ἀνθρώπων; τίς δὲ τὸν τοιοῦτον ὁρῶν, οὐκ ἀποστρέφει τοὺς ὀφθαλμούς; Ἀνὴρ ὀργίλος ἀηδὴς μὲν τοῖς ἀπαντῶσιν, ἀηδὴς δὲ τοῖς γείτοσι, κἂν εἰς χρείαν καταστῇ χρημάτων, οὐ ῥᾳδίως εὐπορεῖ τῶν κουφιζόντων τὴν πενίαν· κοινός ἐστι πολέμιος καὶ πολιτῶν καὶ ξένων, βοῶν καὶ κεκραγὼς, πληγὰς τοῖς ἀπαντῶσιν ἐντείνων, ῥητὰ καὶ ἄῤῥητα λέγων· τῷ τοιούτῳ τὸ βλέμμα ταράττεται, τὸ πρόσωπον οἰδαίνει, ἡ γλῶσσα λυσσᾷ, ῥᾳδίως αἱ χεῖρες ἐπὶ πάντα φέρονται, τὰ τῶν δαιμονώντων ὁ τοιοῦτος ἐργάζεται· καί τις ὁρῶν θυμούμενον ἄνθρωπον, ἀπορήσειεν ἂν εἴτε ὁ δαίμων ἐλαύνει τὸν ἄθλιον, εἴτε ἑκὼν εἰς τοσαύτην ἐξηνέχθη μανίαν. Ὀργὴ δαίμων ἑκούσιος, αὐθαίρετος μανία, ἐρημία φρενῶν· ὁ θυμούμενος τοῦ διαβόλου παίγνιον, ἐργαστήριον δαιμόνων, τῆς ἐκείνων πονηρίας ὑπηρέτης ἄξιος. Εἰπέ μοι, τί μάλιστα βούλονται τοὺς ἀνθρώπους οἱ δαίμονες ἐργάζεσθαι; οὐχὶ γονέας ὑβρίζειν; οὐχὶ τὰς μιαρὰς χεῖρας τοῖς γεγεννηκόσιν ἐπάγειν; οὐχὶ βλασφημεῖν τὸν Θεόν; Ταῦτα τοίνυν ἅπαντα τῶν θυμουμένων ἔργα. Ὥστε καὶ ἀσεβείας ὁ θυμὸς ῥᾳδίως αἴτιος γίνεται τοῖς ὀργῇ δουλεύουσιν· οὐδὲ γὰρ κρατεῖν ἑαυτοὺς δύνανται ταχέως οἱ δεδωκότες ἑαυτοὺς τῷ θυμῷ· ἀλλ' ὥσπερ ἐν χειμῶνι καὶ ζάλῃ θαλάττης, κυβερνήτου μὴ παρόντος, παραλαμβάνοντα τὰ κύματα τὴν ναῦν ἔρημον ὑποβρύχιον ποιεῖ ταχέως· οὕτως ὁ θυμὸς ὥσπερ τις σκηπτὸς καὶ χειμὼν ἐμπεσὼν τῇ ψυχῇ, ἔκφρονα καὶ παραπλῆγα ποιεῖ ταχέως τὸν αὐτῷ δουλεύοντα. Τί οὖν, εὖ φρονούντων ἀνθρώπων ἐστὶ προαναστέλλειν τὸ νόσημα, καὶ πρὶν εἰς ὀργὴν ἐξενεχθῆναι, κατέχειν τὴν ψυχὴν, καὶ ταῖς ἀπὸ τῆς Γραφῆς νουθεσίαις κοιμίζειν τὸν θυμόν. Εἰ γὰρ τῶν γοήτων ἐπῳδαῖς εἴκει τὰ θηρία ῥᾳδίως, τί θαυμάζεις εἰ τὰ λόγια τοῦ Χριστοῦ ψυχὴν ἀγριαίνουσαν εἰς γαλήνην καὶ ἰσοψυχίαν μεταῤῥυθμίζει ταχέως; Πᾶσα, φησὶ, πικρία καὶ ὀργὴ καὶ θυμὸς καὶ κραυγὴ ἀρθήτω ἀφ' ὑμῶν, σὺν πάσῃ κακίᾳ· γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς· ἐάν τις πρός τινα ἔχῃ μομφὴν, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ. Ὁρᾶτε οἷός ἐστιν ὁ πρᾶος; τίνος ὀνομάζεται μιμητής; οὐκ ἀγγέλων, οὐκ ἀρχαγγέλων, ἀλλὰ τοῦ Δεσπότου τῶν ὅλων. Καίτοι κἀκεῖνοι πραότατοι καὶ πάσης ἀρετῆς γέμοντες· ἀλλ' ὅμως ὁ Παῦλος ζηλωτὰς Θεοῦ τοὺς ἡμέρους ὠνόμασεν, ἵνα διὰ τοῦ μεγέθους τῆς τιμῆς πραοτάτους εἶναι παιδεύσῃ τοὺς ἀκούοντας, ἵνα πᾶς ὁ ὑβριζόμενος ἢ ἄλλο τι πάσχων δεινὸν, πράως ἐνέγκῃ τὰς λοιδορίας, καὶ κρατήσῃ τῆς ὀργῆς, ὡς τῷ Θεῷ μέλλων ἀκολουθεῖν ἐν τῷ κρατεῖν τῆς ὀργῆς. Τίνα γὰρ δὴ τὰ Θεοῦ; Ἄνωθεν μὲν ἅπαντα καὶ ὁρᾷ καὶ ἀκούει, ἐν δὲ τοῖς ἐπὶ γῆς καὶ λεγομένοις καὶ πραττομένοις ἀδικήματα πολλά. Εἰσὶ δέ τινες εἰς τοσοῦτον ἥκοντες ἀσεβείας, ὡς καὶ βλασφημεῖν τὸν Θεὸν, ὅταν τι παρὰ τῶν πραγμάτων λυπῶνται, καὶ βλέποντες εἰς τὸν οὐρανὸν, οὐδενὸς ἀπέχονται ῥήματος· ὁ δὲ Θεὸς ἀνέχεται, καὶ τοσαύτην ἔχων δύναμιν τοῦ λαμβάνειν δίκην παρὰ τῶν ἀσεβούντων, οὐ λαμβάνει; Εἰ δὲ πάντας τοὺς ἁμαρτάνοντας ἐκόλαζεν ὁ Θεὸς, σφόδρα ἂν ὀλίγον ἦν τὸ σωζόμενον, καὶ οὐδ' ἂν ἐξήρκουν οἱ ζῶντες πρὸς τὰς ταφάς. Διὰ τοῦτό φησιν ὁ Δαυΐδ· Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστι. Νῦν δὲ καὶ ἐν αὐτῷ τούτῳ δεικνύει τὴν ἑαυτοῦ φιλανθρωπίαν ὁ Θεὸς, τῷ μηδὲ δικαίως κολάζειν. Ὅστις οὖν ἐοικέναι βούλεται τῷ Θεῷ, κατὰ δύναμιν ἀνθρωπίνην πρᾶος ἔστω καὶ ἥμερος, καὶ φερέτω γενναίως, ὅταν τι πάσχῃ παρὰ τῶν ἄλλων δεινόν. Ἀγαπᾶτε, φησὶ, τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων ὑμᾶς, ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.