Ancient Greek · ~23 min
ΕΠΙΤΙΜΗΣΙΣ Κατὰ τῶν ἀπολειφθέντων, παραίνεσις πρὸς τοὺς παρόντας, εἰς τὸ κήδεσθαι τῶν ἀδελφῶν, καὶ εἰς τὸ προοίμιον τῆς πρὸς Κορινθίους ἐπιστολῆς, «Παῦλος κλητὸς,» καὶ περὶ ταπεινοφροσύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De mutatione nominum (homiliae 1-4) 1.1-4
Not analysed yet
Ὅταν εἰς τὴν ὀλιγότητα ἀπίδω τὴν ὑμετέραν καὶ τὸ ποίμνιον θεάσωμαι καθ' ἑκάστην σύναξιν ἐλαττούμενον, καὶ ἀθυμῶ, καὶ χαίρω· χαίρω μὲν δι' ὑμᾶς τοὺς παρόντας, ἀθυμῶ δὲ δι' ἐκείνους τοὺς ἀπόντας. Ὑμεῖς μὲν γὰρ ἐπαίνων ἄξιοι, οὐδὲ ἀπὸ τῆς ὀλιγότητος ῥᾳθυμότεροι γενόμενοι· ἐκεῖνοι δὲ ὑπεύθυνοι ἐγκλημάτων, οὐδὲ ἀπὸ τῆς ὑμετέρας σπουδῆς εἰς προθυμίαν διεγειρόμενοι. Διὰ τοῦτο ὑμᾶς μὲν μακαρίζω καὶ ζηλωτοὺς εἶναί φημι, ὅτι οὐδὲν ὑμᾶς παρέβλαψεν ἡ ἐκείνων ὀλιγωρία· ἐκείνους δὲ ταλανίζω καὶ δακρύω, ὅτι οὐδὲν αὐτοὺς ὠφέλησεν ἡ ὑμετέρα σπουδή. Οὐκ ἤκουσαν γὰρ τοῦ προφήτου λέγοντος· Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν. Οὐκ εἶπεν, Ἐξελεξάμην κατοικεῖν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου, οὐδὲ, διατρίβειν, οὐδὲ, εἰσιέναι· ἀλλ', Ἐξελεξάμην παραῤῥιπτεῖσθαι. Ἀγαπητόν μοι καὶ ἐν τοῖς ἐσχάτοις τετάχθαι· στέργω ἐν τούτῳ, κἂν τῶν προθύρων ἐπιβῆναι καταξιωθῶ, φησί· μεγίστην ἡγοῦμαι δωρεὰν, κἄν με τῶν τελευταίων ἀριθμήσειέ τις ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου. Τὸν κοινὸν Δεσπότην ὁ πόθος ἴδιον ποιεῖται· τοιοῦτον γὰρ ἡ ἀγάπη. Ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου. Ὁ φιλῶν οὐχὶ τὸν φιλούμενον μόνον ἐπιθυμεῖ ἰδεῖν, ἀλλὰ καὶ τὸν οἶκον ἐκείνου μόνον, ἀλλὰ καὶ τὸν πυλῶνα· οὐχὶ τὸν πυλῶνα τῆς οἰκίας μόνον, ἀλλὰ καὶ αὐτὸν τὸν στενωπὸν καὶ τὸ ἄμφοδον· καὶ κἂν ἱμάτιον, κἂν ὑπόδημα ἴδῃ τοῦ φιλουμένου, αὐτὸν νομίζει παρεῖναι τὸν φιλούμενον. Τοιοῦτοι ἦσαν οἱ προφῆται· ἐπειδὴ τὸν Θεὸν οὐχ ἑώρων τὸν ἀσώματον, ἑώρων τὸν οἶκον, καὶ διὰ τοῦ οἴκου τὴν ἐκείνου παρουσίαν ἐφαντάζοντο. Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν. Ἕκαστος τόπος, ἕκαστον χωρίον, πρὸς τὴν σύγκρισιν τοῦ οἴκου τοῦ Θεοῦ, σκήνωμα ἁμαρτωλῶν ἐστι, κἂν δικαστήριον εἴπῃς, κἂν βουλευτήριον, κἂν τὴν ἑκάστου οἰκίαν. Κἂν γὰρ εὐχαὶ γίνωνται ἐκεῖ, κἂν ἱκετηρίαι, ἀλλ' ἀνάγκη καὶ φιλονεικίας γίνεσθαι καὶ μάχας καὶ λοιδορίας, καὶ συλλόγους ὑπὲρ βιωτικῶν φροντίδων· ὁ δὲ οἶκος οὗτος τούτων καθαρεύει πάντων· διὰ τοῦτο, ἐκεῖνα μὲν σκηνώματα ἁμαρτωλῶν, οὗτος δὲ οἶκος τοῦ Θεοῦ· καὶ καθάπερ λιμὴν πνευμάτων καὶ κυμάτων ἀπηλλαγμένος πολλὴν τοῖς ὁρμιζομένοις πλοίοις παρέχει τὴν ἀσφάλειαν, οὕτω δὴ καὶ ὁ τοῦ Θεοῦ οἶκος, ὥσπερ ἀπό τινος χειμῶνος τῶν ἔξωθεν πραγμάτων τοὺς εἰσιόντας ἐξαρπάζων, μετὰ πολλῆς παρέχει τῆς γαλήνης καὶ τῆς ἀσφαλείας ἑστάναι, καὶ τῶν θείων ἀκροᾶσθαι λογίων. Τοῦτο τὸ χωρίον ὑπόθεσίς ἐστιν ἀρετῆς, διδασκαλεῖον φιλοσοφίας· οὐκ ἐν συνάξει μόνον, ὅτε ἀκρόασις Γραφῶν καὶ διδασκαλία πνευματικὴ, καὶ συνέδριον Πατέρων αἰδεσίμων· ἀλλὰ καὶ ἐν παντὶ τῷ λοιπῷ καιρῷ, ἐπίβηθι τῶν προθύρων μόνον, καὶ εὐθέως ἀπέθου τὰς φροντίδας τὰς βιωτικάς. Εἴσελθε τῶν προθύρων εἴσω, καὶ καθάπερ αὔρα τις πνευματικὴ περιίσταταί σου τὴν ψυχήν. Αὕτη ἡ ἡσυχία εἰς φρίκην ἄγει, καὶ διδάσκει φιλοσοφεῖν· ἀνίστησι τὸ φρόνημα, καὶ οὐκ ἀφίησι μεμνῆσθαι τῶν παρόντων, μεθίστησί σε ἀπὸ γῆς εἰς τὸν οὐρανόν. Εἰ δὲ χωρὶς συνάξεως τοσοῦτον τὸ κέρδος τῆς ἐνταῦθα παρουσίας, ὅταν προφῆται πάντοθεν βοῶσιν, ὅταν ἀπόστολοι εὐαγγελίζωνται, ὅταν ὁ Χριστὸς ἐν μέσῳ εἱστήκῃ, ὅταν Πατὴρ ἀποδέχηται τὰ γινόμενα, ὅταν Πνεῦμα ἅγιον παρέχῃ τὴν οἰκείαν ἀγαλλίασιν, πόσης μὲν ὠφελείας ἐμπλησθέντες οἱ παρόντες ἀπέρχονται. οἱ ἀπόντες δὲ πόσην ζημίαν ὑπομένουσιν. Ἐβουλόμην εἰδέναι ποῦ διατρίβουσιν οἱ τῆς συνάξεως καταφρονήσαντες, τί κατέσχεν αὐτοὺς, καὶ τῆς ἱερᾶς ταύτης τραπέζης ἀπήγαγε, περὶ τίνων ἡ διάλεξις. Μᾶλλον δὲ οἶδα σαφῶς· ἢ γὰρ περὶ ἀτόπων καὶ καταγελάστων πραγμάτων διαλέγονται, ἢ βιωτικαῖς εἰσι προσηλωμένοι φροντίσιν· ἀμφοτέρων δὲ ἡ διατριβὴ συγγνώμης ἀπεστέρηται, καὶ κόλασιν ἔχει τὴν ἐσχάτην. Καὶ περὶ μὲν τῆς προτέρας οὐδὲ λόγου δεῖ, οὔτε ἀποδείξεως· ὅτι δὲ καὶ οἱ τὰ τῆς οἰκίας ἡμῖν προβαλόμενοι πράγματα, καὶ τὴν ἀφόρητον ἐκεῖθεν ἀνάγκην λέγοντες, οὐδὲ οὗτοι δύνανται συγγνώμης τυχεῖν, ἅπαξ τῆς ἑβδομάδος ἐνταῦθα καλούμενοι, καὶ οὐδὲ τότε ἀνεχόμενοι τὰ πνευματικὰ τῶν γηΐνων προτιμῆσαι πραγμάτων, ἀπὸ τῶν Εὐαγγελίων δῆλον. Καὶ γὰρ οἱ κληθέντες ἐπὶ τὸν γάμον τὸν πνευματικὸν, ταύτας προεβάλλοντο τὰς προφάσεις, ὁ μὲν ὅτι ζεῦγος ὠνήσατο, ὁ δὲ ὅτι ἀγρὸν ἐπριάσατο, ὁ δὲ ὅτι νύμφην ἠγάγετο, ἀλλ' ἐκολάσθησαν ὅμως. Ἀναγκαῖαι μὲν αἱ αἰτίαι· ἀλλ' ὅταν ὁ Θεὸς καλῇ, ἀπολογίαν οὐκ ἔχουσι· μετὰ γὰρ τὸν Θεὸν ἡμῖν πάντα ἀναγκαῖα. Μετὰ τὴν ἐκείνου τιμὴν, τότε τὰ ἄλλα ἀπολαυέτω σπουδῆς. Τίς γὰρ οἰκέτης, εἰπέ μοι, πρὶν ἢ τὴν δεσποτικὴν πληρώσῃ διακονίαν, τῶν κατὰ τὴν ἰδίαν οἰκίαν ἐπιμελήσεταί ποτε; Πῶς οὖν οὐκ ἄτοπον ἐπ' ἀνθρώπῳ μὲν, ἔνθα ψιλὸν ὄνομα ἡ δεσποτεία, τοσαύτην τοῖς κυρίοις παρέχειν τὴν αἰδῶ καὶ τὴν ὑπακοὴν, τὸν δὲ ἀληθῶς Δεσπότην, οὐχ ἡμῶν μόνον, ἀλλὰ καὶ τῶν ἄνω δυνάμεων, μηδὲ τῆς αὐτῆς τοῖς ἡμετέροις συνδούλοις ἀξιοῦν θεραπείας; Εἴθε ἦν δυνατὸν ὑμῖν εἰς τὸ συνειδὸς αὐτῶν εἰσεληλυθέναι, καὶ τότε εἴδετε ἂν καλῶς, πόσων τραυμάτων ἔγεμον, ὅσας ἀκάνθας εἶχον. Καθάπερ γὰρ γῆ, γεωργικῶν οὐκ ἀπολαύουσα χειρῶν, χερσοῦται καὶ ὑλομανεῖ· οὕτω καὶ ψυχὴ, πνευματικῆς οὐκ ἀπολαύουσα διδασκαλίας, ἀκάνθας καὶ τριβόλους ἐκπέμπει. Εἰ γὰρ ἡμεῖς οἱ καθ' ἑκάστην ἡμέραν τῆς τῶν προφητῶν καὶ ἀποστόλων μετέχοντες ἀκροάσεως, μόλις κατέχομεν θυμὸν, μόλις χαλινοῦμεν ὀργὴν, μόλις καταστέλλομεν ἐπιθυμίαν, μόλις ἐκβάλλομεν τηκεδόνα φθόνου, συνεχεῖς ἐπῳδὰς τὰς ἀπὸ τῶν θείων Γραφῶν ἐπᾴδοντες τοῖς ἡμετέροις πάθεσι, μόλις καταστέλλομεν τὰ ἀναίσχυντα θηρία· ἐκεῖνοι οἱ μηδέποτε ταύτης ἀπολαύοντες τῆς ἰατρείας, μηδὲ τῆς θείας ὑπακούοντες φιλοσοφίας, ποίαν σωτηρίας ἐλπίδα ἕξουσιν, εἰπέ μοι; Ἐβουλόμην δύνασθαι δεῖξαι τοῖς ὑμετέροις ὀφθαλμοῖς τὴν ἐκείνων ψυχὴν, καὶ εἴδετε ἂν ῥυπῶσαν, αὐχμῶσαν, κατακεχυμένην, καὶ τεταπεινωμένην, καὶ ἀπαῤῥησίαστον. Ὥσπερ γὰρ τὰ βαλανείων οὐκ ἀπολαύοντα σώματα αὐχμοῦ καὶ ῥύπου γέμει πολλοῦ· οὕτω καὶ ἡ ψυχὴ, διδασκαλίας οὐκ ἀπολαύουσα πνευματικῆς, πολλὴν τῶν ἁμαρτημάτων ἔχει περικειμένην αὐτῇ τὴν κηλῖδα. Καὶ γὰρ βαλανεῖόν ἐστι τὰ ἐνταῦθα πνευματικὸν, τῇ θέρμῃ τοῦ Πνεύματος πάντα ἀποσμῆχον ῥύπον· μᾶλλον δὲ οὐχὶ ῥύπον ἀποσμῆχον μόνον τὸ τοῦ Πνεύματος πῦρ, ἀλλὰ καὶ βαφήν. Ἐὰν γὰρ ὦσι, φησὶν, αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· κἂν μετὰ τῆς αὐτῆς, φησὶν, ἀκριβείας τῶν ἁμαρτημάτων ὁ ῥύπος δάκῃ τῆς ψυχῆς τὴν οὐσίαν, ὡς εἰς ἕξιν βαφῆς ἀκίνητον καταστῆναι, καὶ οὕτως ἐγὼ δύναμαι εἰς τὴν ἐναντίαν αὐτὴν καταστῆσαι ποιότητα· ἀρκεῖ γὰρ νεῦσαι, καὶ πάντα ἀφανίζεται τὰ ἁμαρτήματα.