Ancient Greek
ΕΠΙΤΙΜΗΣΙΣ Κατὰ τῶν ἀπολειφθέντων, παραίνεσις πρὸς τοὺς παρόντας, εἰς τὸ κήδεσθαι τῶν ἀδελφῶν, καὶ εἰς τὸ προοίμιον τῆς πρὸς Κορινθίους ἐπιστολῆς, «Παῦλος κλητὸς,» καὶ περὶ ταπεινοφροσύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De mutatione nominum (homiliae 1-4) 2.1-4
Not analysed yet
Ταῦτα λέγω, οὐχ ἵνα ὑμεῖς ἀκούσητε· οὐδὲ γὰρ ὑμεῖς δεῖσθε τῶν φαρμάκων, διὰ τὴν τοῦ Θεοῦ χάριν· ἀλλ' ἵνα ἐκεῖνοι δι' ὑμῶν μάθωσιν. Εἰ δὲ ἐδυνάμην εἰδέναι τοὺς τόπους ἐν οἷς συλλέγονται, οὐκ ἂν ἠνώχλησα τὴν ὑμετέραν ἀγάπην· ἀλλ' ἐπειδὴ ἀδύνατόν μοι ἑνὶ ὄντι τοσοῦτον εἰδέναι δῆμον, ὑμῖν ἐγχειρίζω τῶν ἀδελφῶν τῶν ὑμετέρων τὴν θεραπείαν· ἐπιμελήσασθε τῶν ἀδελφῶν τῶν οἰκείων, ἐπισπάσασθε, καλέσατε. Οἶδα ὅτι πολλάκις τοῦτο ἐποιήσατε· ἀλλ' οὐδὲν τὸ πολλάκις τοῦτο ποιῆσαι, ἀλλ' ἕως τότε ποιῆσαι, ἕως ἂν πείσητε καὶ ἑλκύσητε. Οἶδα ὅτι ἠνωχλήσατε, ὅτι φορτικοὶ πολλάκις ἐνομίσθητε, ὅτι οὐκ ἐπείσατε· καὶ τοῦτο ὑμᾶς ὀκνηροτέρους ἐποίησεν· ἀλλὰ παραμυθείσθω ὑμᾶς ὁ Παῦλος λέγων· Ἡ ἀγάπη πάντα ἐλπίζει, πάντα πιστεύει, ἀγάπη οὐδέποτε ἐκπίπτει. Σὺ τὸ σαυτοῦ ποίησον· κἂν ἐκεῖνος μὴ δέξηται τὴν θεραπείαν, σὺ τὸν μισθὸν ἔχεις παρὰ τῷ Θεῷ. Ἐπὶ μὲν γὰρ τῆς γῆς ἂν καταβάλῃς τὰ σπέρματα, καὶ μὴ ἐξενέγκῃ τοὺς ἀστάχυας, κεναῖς ἀνάγκη χερσὶν ἀπελθεῖν· ἐπὶ δὲ τῆς ψυχῆς οὐχ οὕτως· ἀλλὰ σὺ μὲν κατάβαλε τὴν διδασκαλίαν, ἐκείνη δὲ κἂν μὴ πεισθῇ τοῖς λεγομένοις, ἀπηρτισμένον ἔχεις τὸν μισθὸν, καὶ τοσοῦτον, ὅσον ἂν εἰ ἐπείσθη· οὐ γὰρ τῷ τέλει τῶν πραγμάτων ἁπλῶς, ἀλλὰ τῇ γνώμῃ τῶν πονούντων προσέχων ὁ Θεὸς, οὕτω τὰς ἀμοιβὰς ὁρίζειν εἴωθε. Παρακαλῶ οὖν ὑμᾶς, ὅπερ ποιοῦσιν οἱ περὶ τὰ θέατρα μεμηνότες πρὸς τὰς τῶν ἵππων ἁμίλλας, τοῦτο καὶ ὑμεῖς ποιήσατε. Τί δὲ ἐκεῖνοι ποιοῦσιν; Ἀπὸ ἑσπέρας ἀλλήλους συντάσσονται, καὶ εἰς τὰς οἰκίας ἀλλήλων ἀπαντῶσιν ὑπὸ τὴν ἕω, καὶ τόπους ἑτέρους ἑαυτοῖς ἀφορίζουσιν, ἵν' ὁμοῦ συγκροτηθέντες, μετὰ πλείονος ἡδονῆς ἐπὶ τὴν σατανικὴν ἐκείνην ἀνέλθωσι θέαν. Ὥσπερ ἐκεῖνοι κατὰ τῆς ἑαυτῶν σπουδάζουσι ψυχῆς, καὶ ἀλλήλους συγκατασπῶσιν· οὕτως ὑμεῖς προνοήσατε τῆς ἑαυτῶν ψυχῆς, καὶ ἀλλήλους συνδιασώσατε, καὶ συνάξεως μελλούσης γίνεσθαι, ἐπὶ τὴν οἰκίαν ἀπάντησον τοῦ ἀδελφοῦ, καὶ ἀνάμεινον ἔξω τῶν προθύρων, καὶ ἐξελθόντα κάτασχε· κἂν μυρίαι καλῶσιν ἀνάγκαι, μὴ συγχωρήσῃς, μηδὲ ἐπιτρέψῃς ἅψασθαί τινος τῶν βιωτικῶν, πρὶν εἰς τὴν ἐκκλησίαν ἀγαγεῖν καὶ πεῖσαι τῆς συνάξεως μετασχεῖν ἁπάσης· κἂν φιλονεικῇ, κἂν ἀντιλέγῃ, κἂν μυρίας προβάληται προφάσεις, μὴ πεισθῇς, μηδὲ ἀνάσχῃ, ἀλλ' εἰπὼν καὶ διδάξας ὅτι καὶ τὰ ἄλλα αὐτῷ τότε μᾶλλον ἐξευμαρισθήσεται, ὅταν τὴν σύναξιν ἐπιτελέσας, καὶ κοινωνήσας εὐχῶν, καὶ εὐλογιῶν Πατέρων ἀπολαύσας, οὕτω πρὸς ἐκεῖνα βαδίζει, καὶ τούτοις καὶ πλείοσι τούτων ἑτέροις λόγοις καταδήσας αὐτὸν, οὕτως ἄγε πρὸς τὴν ἱερὰν ταύτην τράπεζαν, ἵνα διπλοῦν ἔχῃς τὸν μισθὸν, καὶ ὑπὲρ τῆς ἑαυτοῦ, καὶ ὑπὲρ τῆς ἐκείνου παρουσίας. Πάντως, ἂν τοσαύτῃ καὶ σπουδῇ καὶ προθυμίᾳ περὶ τὴν ἄγραν τῶν ῥᾳθυμοτέρων χρησώμεθα, ἐπιτευξόμεθα τῆς σωτηρίας. Κἂν γὰρ μυριάκις ὦσιν ὀλίγωροι καὶ ἀναίσχυντοι καὶ φονικοὶ, τὸ συνεχὲς ὑμῶν τῆς προαιρέσεως ἐρυθριάσαντες, ἀποστήσονταί ποτε τῆς ῥᾳθυμίας. Οὐ γάρ εἰσιν ἐκείνου τοῦ δικαστοῦ τοῦ τὸν Θεὸν οὐκ εἰδότος οὐδὲ ἀνθρώπους αἰσχυνομένου χαλεπώτεροι, κἂν μυριάκις ὦσιν ἀναίσθητοι· ἀλλ' ὅμως ἐκεῖνον τὸν ὠμὸν, τὸν ἄγριον, τὸν σιδηροῦν, τὸν ἀδάμαντα μιᾶς γυναικὸς χήρας προσεδρεία συνεχὴς ἐδυσώπησε. Ποίας οὖν κἂν εἴημεν συγγνώμης ἄξιοι, εἰ γυναικὸς χήρας δικαστὴν ὠμὸν, καὶ μήτε τὸν Θεὸν φοβούμενον, μήτε ἀνθρώπους ἐντρεπόμενον, δυνηθείσης ἐπικάμψαι καὶ πεῖσαι δοῦναι τὴν χάριν, ἡμεῖς τοὺς ἀδελφοὺς τοὺς ἀνεκτοτέρους ἐκείνου πολλῷ, καὶ μετριωτέρους ἐκείνου, μὴ δυνηθείημεν ἐφελκύσασθαι, ὑπὲρ τῶν οἰκείων αὐτοὺς παρακαλοῦντες ἀγαθῶν; Ταῦτα πολλάκις εἶπον, καὶ λέγων οὐ παύσομαι, ἕως ἂν ἴδω τοὺς νοσοῦντας ὑγιαίνοντας. Καθ' ἑκάστην αὐτοὺς ἐπιζητῶ τὴν ἡμέραν, ἕως ἂν δυνηθῶ διὰ τῆς ὑμετέρας σπουδῆς αὐτοὺς εὑρεῖν. Δέομαι δὲ καὶ ὑμῶν, μετὰ τῆς αὐτῆς ὀδύνης, μεθ' ἧς ταῦτα λέγω νῦν, μετὰ τοῦ αὐτοῦ πόνου τὴν ἔρευναν ποιεῖσθαι τῶν ῥᾳθυμοτέρων. Καὶ γὰρ οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ ὑμῖν Παῦλος ἐπέταξε τῶν οἰκείων φροντίζειν μελῶν. Παρακαλεῖτε γὰρ, φησὶν, εἷς τὸν ἕνα ἐν τοῖς λόγοις τούτοις, καθὼς καὶ ποιεῖτε· καὶ πάλιν· Οἰκοδομεῖτε ἀλλήλους. Καὶ γὰρ ὁ μισθὸς μέγας τοῖς τῶν ἀδελφῶν κηδομένοις, καὶ τιμωρία μεγίστη τοῖς ἀμελοῦσι καὶ καταφρονοῦσι τῆς σωτηρίας αὐτῶν.