Ancient Greek · ~12 min
Ἀναγνωσθείσης περικοπῆς, «Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου,» πάντων προσδοκώντων εἰς τὴν ἀρχὴν τοῦ θʹ τῶν Πράξεων τὴν ὁμιλίαν λεχθήσεσθαι, ὅτι ἀναστάσεως ἀπόδειξις ἡ Παύλου κλῆσις.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De mutatione nominum (homiliae 1-4) 2.1
Not analysed yet
Ὑμέτερον ἂν εἴη τῆς τῶν ἀδελφῶν τούτων προνοῆσαι σωτηρίας, καὶ ἐπαναγαγεῖν αὐτοὺς πρὸς ἡμᾶς, κἂν ἀνθέλκωσι, κἂν ἀντιτείνωσι, κἂν καταβοῶσι, κἂν ὀδύρωνται. Παιδικῆς ἡ φιλονεικία αὕτη καὶ ῥᾳθυμία διανοίας ἐστίν. Ἀλλ' ὑμεῖς διορθώσατε τὴν ἀτελέστερον ἔτι διακειμένην αὐτῶν ψυχήν· ὑμέτερόν ἐστι πεῖσαι γενέσθαι ἀνθρώπους αὐτούς. Ὥσπερ γὰρ τὸν ἀνθρωπίνην ἀποστρεφόμενον τροφὴν, ἀκάνθας δὲ καὶ βοτάνας μετὰ τῶν θρεμμάτων βοσκόμενον, οὐκ ἂν εἴποιμεν ἄνθρωπον εἶναι· οὕτω δὴ τὸν τὴν ἀληθῆ καὶ προσήκουσαν ἀνθρωπίνῃ ψυχῇ μισοῦντα τροφὴν, τὴν ἀπὸ τῶν θείων λογίων, ἐν δὲ βιωτικοῖς συλλόγοις καὶ συνεδρίοις ἀεὶ αἰσχρότητος γέμουσι καθήμενον, καὶ παράνομα βοσκόμενον ῥήματα, οὐκ ἂν εἴποιμεν ἄνθρωπον εἶναι. Ἄνθρωπος γὰρ καθ' ἡμᾶς, οὐκ εἴ τις ἄρτον τρέφοιτο μόνον, ἀλλ' εἴ τις πρὸ τῆς τροφῆς ἐκείνης θείων λογίων μετέχοι καὶ πνευματικῶν. Καὶ ὅτι τοῦτο ἄνθρωπος, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Ὥστε διπλῆ τῆς ζωῆς ἡμῶν ἡ τροφὴ, ἡ μὲν ἐλάττων, ἡ δὲ βελτίων· καὶ δεῖ μάλιστα ταύτης ἀντιποιεῖσθαι, ὥστε καὶ τὴν ψυχὴν διατρέφειν, καὶ μὴ περιορᾷν αὐτὴν λιμῷ τηκομένην. Ὑμέτερον οὖν ἂν εἴη ποιῆσαι τὴν πόλιν ἡμῖν μεστὴν ἀνθρώπων. Ἐπειδὴ οὖν ἔρημός ἐστιν ἀνθρώπων ἡ μεγάλη αὕτη καὶ πολυάνθρωπος, δίκαιοι δ' ἂν εἴητε τοῦτον τῇ πατρίδι τὸν ἔρανον εἰσενεγκεῖν, καὶ τοὺς ἀδελφοὺς ἐπισπάσασθαι δεῖ, ἂν τὰ ἐντεῦθεν πρὸς ἐκείνους διακομίσητε. Καὶ γὰρ τραπέζης τότε πείθομεν ἀπολαύειν, οὐχ ὅταν ἐπαινῶμεν τὴν τράπεζαν μόνον, ἀλλὰ καὶ ὅταν τῶν ἐξ αὐτῆς ἐδεσμάτων τοῖς ἀπολειφθεῖσιν ἔχωμέν τι παρασχεῖν. Τοῦτο καὶ ὑμεῖς ποιήσατε νῦν, καὶ δυοῖν θάτερον ἔσται πάντως, ἢ πείσατε αὐτοὺς πρὸς ἡμᾶς ἐπανελθεῖν, ἢ μένοντες ἐπὶ τῆς αὐτῆς φιλονεικίας, διὰ τῆς ὑμετέρας τραφήσονται γλώττης, μᾶλλον δὲ ἐπανήξουσι πάντως. Οὐ γὰρ αἱρήσονται ἐν χάριτος τρέφεσθαι μέρει, παρὸν μετ' ἐξουσίας τῆς πατρικῆς ταύτης ἀπολαύειν τραπέζης. Ἀλλ' ὅτι μὲν τοῦτο ποιεῖτε, ἢ πεποιήκατε, ἢ ποιήσετε, πάνυ θαῤῥῶ καὶ πιστεύω· καὶ γὰρ αὐτὸς συνεχῶς ταῦτα παραινῶν οὐ διέλιπον· καὶ ὑμεῖς δὲ πεπληρωμένοι ἐστὲ πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθετεῖν. Ὥρα δὴ λοιπὸν τὴν ἡμετέραν ὑμῖν παραθεῖναι τράπεζαν τὴν εὐτελῆ ταύτην καὶ πτωχὴν, καὶ πενίας μὲν πολλῆς γέμουσαν, ἔχουσαν δὲ ὄψον ἄριστον, ὑμῶν τῶν ἀκροωμένων τὴν ἐπιθυμίαν. Τράπεζαν γὰρ ἡδίστην οὐκ ἐδεσμάτων πολυτέλεια ποιεῖ μόνον, ἀλλὰ καὶ ἡ τῶν κεκλημένων ποιεῖ ὄρεξις· οὕτω λαμπρὰ τράπεζα εὐτελὴς φανεῖται, ὅταν μὴ μετὰ τοῦ πεινῇν προσβάλωσιν οἱ παρόντες· οὕτω καὶ ἡ εὐτελὴς πολυτελὴς δείκνυται, ὅταν πεινῶντας λάβῃ τοὺς δαιτυμόνας. Ὅπερ οὖν καὶ ἕτερός τις συνιδὼν, ὅτι οὐ τῇ φύσει τῶν ἐδεσμάτων, ἀλλὰ τῇ διαθέσει τῶν ἑστιωμένων ἡ πολυτέλεια κρίνεται τῶν τραπεζῶν, οὕτω πώς φησι· Ψυχὴ ἐν πλησμονῇ οὖσα, κηρίοις ἐμπαίζει, ψυχῇ δὲ ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκέα φαίνεται· οὐ τῆς φύσεως τῶν προκειμένων μεταβαλλομένης, ἀλλὰ τῆς διαθέσεως τῶν ἑστιωμένων κλεπτούσης τὴν αἴσθησιν. Εἰ δὲ τὰ πικρὰ γλυκέα φαίνεται διὰ τὴν ἐπιθυμίαν τῶν κεκλημένων, πολλῷ μᾶλλον τὰ εὐτελῆ πολυτελῆ φαίνεται. Διὸ δὴ καὶ ἡμεῖς ἐσχάτῃ συζῶντες πενίᾳ, τοὺς φιλοτίμους τῶν ἑστιατόρων μιμούμεθα, καθ' ἑκάστην σύναξιν πρὸς τὴν ἡμετέραν καλοῦντες ὑμᾶς τράπεζαν. Ποιοῦμεν δὲ τοῦτο, οὐ τῇ τῆς οἰκείας εὐπορίας πεποιθότες, ἀλλὰ τῇ τῆς ὑμετέρας ἀκροάσεως θαῤῥοῦντες.