Ancient Greek · ~18 min
Ἀναγνωσθείσης περικοπῆς, «Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου,» πάντων προσδοκώντων εἰς τὴν ἀρχὴν τοῦ θʹ τῶν Πράξεων τὴν ὁμιλίαν λεχθήσεσθαι, ὅτι ἀναστάσεως ἀπόδειξις ἡ Παύλου κλῆσις.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De mutatione nominum (homiliae 1-4) 3.1
Not analysed yet
Τῆς μὲν οὖν ἐπιγραφῆς ὑμῖν τὸ χρέος ἅπαν καταβεβλήκαμεν, τῆς ἐπιγραφῆς, φημὶ, τῶν Πράξεων τῶν ἀποστολικῶν. Ἀκόλουθον δὲ λοιπὸν ἦν καὶ τῆς ἀρχῆς ἅψασθαι τοῦ βιβλίου, καὶ εἰπεῖν τί ποτέ ἐστι· Τὸν μὲν πρῶτον λόγον ἐποιήσαμεν περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. Ἀλλὰ Παῦλος οὐκ ἀφίησί με χρήσασθαι τῇ τάξει ταύτῃ τῆς ἀκολουθίας, πρὸς ἑαυτὸν καὶ τὰ οἰκεῖα κατορθώματα τὴν ἡμετέραν γλῶτταν καλῶν. Ἐπιθυμῶ γὰρ αὐτὸν ἰδεῖν εἰς Δαμασκὸν εἰσαγόμενον, δεδεμένον, οὐκ ἐν ἁλύσει σιδηρᾷ, ἀλλὰ φωνῇ δεσποτικῇ· ἐπιθυμῶ ἰδεῖν ἁλιευθέντα τὸν ἰχθὺν τοῦτον τὸν μέγαν, τὸν ἅπασαν ἀναβράσσοντα τὴν θάλασσαν, τὸν μυρία κύματα κατὰ τῆς Ἐκκλησίας ἐπεγείραντα· ἐπιθυμῶ ἰδεῖν αὐτὸν ἁλιευθέντα, οὐκ ἀγκίστρῳ, ἀλλὰ λόγῳ δεσποτικῷ. Καθάπερ γάρ τις ἁλιεὺς ἐπὶ πέτρας ὑψηλῆς καθήμενος, τὸν κάλαμον μετεωρίζων, ἀφ' ὑψηλοῦ τὸ ἄγκιστρον ἀφίησιν εἰς τὸ πέλαγος· οὕτω δὴ καὶ ὁ Δεσπότης ὁ ἡμέτερος, ὁ τὴν ἁλείαν δείξας τὴν πνευματικὴν, καθάπερ ἐφ' ὑψηλῆς πέτρας τῶν οὐρανῶν καθήμενος, ὥσπερ ἄγκιστρον τὴν φωνὴν ταύτην ἀφεὶς ἄνωθεν, καὶ εἰπὼν, Σαῦλε, Σαῦλε, τί με διώκεις; οὕτως ἡλίευσε τὸν ἰχθὺν τοῦτον τὸν μέγαν. Καὶ οἷον ἐπὶ τοῦ ἰχθύος γέγονεν, ὃν ἡλίευσε Πέτρος κατὰ τὸ πρόσταγμα τὸ δεσποτικὸν, τοιοῦτόν τι καὶ ἐπὶ τούτου συνέβη. Καὶ γὰρ καὶ οὗτος ὁ ἰχθὺς εὑρέθη στατῆρα ἔχων ἐν τῷ στόματι, στατῆρα μὲν, κίβδηλον δέ· εἶχε μὲν γὰρ ζῆλον, οὐ κατ' ἐπίγνωσιν δέ. Διὰ τοῦτο τὴν ἐπίγνωσιν αὐτῷ χαρισάμενος ὁ Θεὸς, δόκιμον ἐποίησε τὸ νόμισμα· καὶ ὅπερ ἐπὶ τῶν ἁλιευομένων ἰχθύων γίνεται, τοῦτο καὶ ἐπὶ τούτου γέγονε. Καθάπερ γὰρ ἐκεῖνοι τοῦ πελάγους εὐθέως ἀνελκυσθέντες ἀποτυφλοῦνται, οὕτω καὶ οὗτος δεξάμενος εὐθέως τὸ ἄγκιστρον, καὶ ἀνασπασθεὶς εὐθέως ἐπετυφλώθη· ἀλλ' ἐκείνη ἡ τύφλωσις πᾶσαν οἰκουμένην ἀναβλέψαι ἐποίησε. Ταῦτ' οὖν ἅπαντα ἰδεῖν ἐπιθυμῶ. Καὶ γὰρ εἰ πόλεμος ἡμῖν περιειστήκει βαρβαρικὸς, καὶ ἐπὶ τῆς παρατάξεως οἱ πολέμιοι μυρία παρεῖχον ἡμῖν πράγματα, εἶτα ὁ στρατηγὸς τῶν βαρβάρων, ὁ μυρία προσάγων μηχανήματα, καὶ πάντα συγχέων τὰ ἡμέτερα, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς πληρῶν, καὶ τὴν πόλιν αὐτὴν ἀπειλῶν κατασκάψειν, καὶ παραδώσειν πυρὶ, καὶ δουλείαν ἡμῖν ἐπανατεινόμενος, ἐξαίφνης ὑπὸ τοῦ βασιλέως τοῦ ἡμετέρου δεθεὶς αἰχμάλωτος εἰς τὴν πόλιν ἤγετο, πάντες ἂν μετὰ γυναικῶν καὶ παιδίων πρὸς τὴν θεωρίαν ἐκείνην ἐξεπηδήσαμεν. Ἐπεὶ οὖν καὶ νῦν πόλεμος συνέστηκεν, Ἰουδαίων θορυβούντων ἅπαντα καὶ ταραττόντων, καὶ πολλὰ τῇ τῆς Ἐκκλησίας ἀσφαλείᾳ προσαγόντων μηχανήματα, τὸ δὲ κεφάλαιον τῶν πολεμίων ἦν ὁ Παῦλος, ὁ πάντων μείζονα καὶ ποιῶν καὶ λέγων, ὁ πάντα θορυβῶν καὶ ταράττων, ἔδησε δὲ αὐτὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ βασιλεὺς ὁ ἡμέτερος, ἔδησε καὶ αἰχμάλωτον εἰσήγαγε τοῦτον τὸν πάντα ἀνατρέποντα, οὐκ ἐξέλθωμεν ἅπαντες ἐπὶ τὴν θεωρίαν ταύτην, ὥστε ἰδεῖν αὐτὸν αἰχμάλωτον ἀγόμενον; Καὶ γὰρ οἱ ἄγγελοι τότε ἐκ τῶν οὐρανῶν ὁρῶντες αὐτὸν δεδεμένον καὶ εἰσαγόμενον, ἐσκίρτων· οὐκ ἐπειδὴ δεδεμένον εἶδον μόνον, ἀλλ' ἐπειδὴ ἐνενόουν ὅσους ἀνθρώπους ἀπὸ τῶν δεσμῶν λύειν ἔμελλεν· οὐκ ἐπειδὴ χειραγωγούμενον ἐθεάσαντο, ἀλλ' ἐπειδὴ ἐλογίζοντο, ὅσους ἀνθρώπους ἔμελλεν ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν χειραγωγεῖν ἐκεῖνος. Διὰ τοῦτο ἔχαιρον, οὐκ ἐπειδὴ πεπηρωμένον εἶδον, ἀλλ' ἐπειδὴ ἐνενόουν ὅσους ἔμελλεν ἀπὸ σκότους ἐξαγαγεῖν. Πορεύθητι γὰρ, φησὶν, εἰς τὰ ἔθνη, καὶ ἀπαλλάξας αὐτοὺς ἀπὸ σκότους, μεταστήσεις αὐτοὺς εἰς τὴν βασιλείαν τῆς ἀγάπης Χριστοῦ. Διὰ ταῦτα τὸ προοίμιον ἀφεὶς, εἰς τὸ μέσον ἅλλεσθαι σπεύδω. Παῦλος γὰρ καὶ ὁ Παύλου πόθος ἠνάγκασεν ἡμᾶς πηδῆσαι τοῦτο τὸ πήδημα. Παῦλος καὶ ὁ Παύλου πόθος. Σύγγνωτέ μοι, μᾶλλον δὲ μὴ σύγγνωτε, ἀλλὰ καὶ ζηλώσατε τὸν ἔρωτα τοῦτον. Ὁ μὲν γὰρ ἄτοπον ἐρῶν ἔρωτα, εἰκότως συγγνώμην αἰτεῖ· ὁ δὲ τοιοῦτον ἐρῶν, καλλωπιζέσθω τῷ πόθῳ, καὶ πολλοὺς ποιείτω κοινωνοὺς τῆς ἐπιθυμίας, καὶ συνεραστὰς αὐτοῦ κατασκευαζέτω μυρίους. Εἰ μὲν γὰρ ἦν ὁδῷ βαδίζοντα καὶ τάξει προβαίνοντα, καὶ τὰ πρότερα εἰπεῖν, καὶ πρὸς τὰ μέσα φθάσαι, οὐκ ἂν τὴν ἀρχὴν ἀφέντες, εὐθέως ἐπὶ τὸ μέσον ἤλθομεν· ἐπειδὴ δὲ τῶν Πατέρων ὁ νόμος κελεύει μετὰ τὴν Πεντηκοστὴν ἀποτίθεσθαι τὸ βιβλίον, καὶ τῷ τέλει τῆς ἑορτῆς ταύτης συγκαταλύεται καὶ ἡ τοῦ βιβλίου ἀνάγνωσις, ἐφοβήθην μή ποτε περὶ τὰ προοίμια ἀσχολουμένων ἡμῶν καὶ διατριβόντων, προσεκδράμῃ τὴν ἡμετέραν ἄφιξιν τῆς ἱστορίας ἡ ἀκολουθία. Διὰ τοῦτο ἔδραμον ἀπὸ τῆς ἀρχῆς τοῦ διηγήματος, καὶ καθάπερ κεφαλῆς ὄπισθεν κατέχων τὸ προοίμιον τῆς ἱστορίας, κελεύσας μεῖναι καὶ στῆναι ὑμᾶς ἐν τῇ ἀρχῇ τῆς ὁδοῦ. Τῆς γὰρ τοῦ διηγήματος κεφαλῆς ἁψάμενος, θαῤῥῶν λοιπὸν ἅπασιν ἐπέξειμι τοῖς λοιποῖς, κἂν ἡ ἑορτὴ παρέλθῃ· οὐδεὶς γὰρ ἡμῖν ἀκαιρίαν ἐγκαλέσει, αὐτῆς τῆς κατὰ τὴν ἀκολουθίαν ἀνάγκης τῶν τῆς ἀκαιρίας ἐγκλημάτων ἀπαλλαττούσης ἡμᾶς· διὰ τοῦτο ἀπὸ τῶν προοιμίων ἐπὶ τὸ μέσον ἔδραμον. Ὅτι γὰρ οὐκ ἦν ὁδῷ βαδίζοντα πρὸς Παῦλον ἐλθεῖν, ἀλλὰ προεξέδραμεν ἂν τῆς ἡμετέρας γλώττης τὸ βιβλίον, καὶ τὰς θύρας ἡμῖν ἀπέκλεισεν ἂν, ἐξ αὐτοῦ τοῦ προοιμίου ποιήσω φανερὸν, εἰ καὶ ἤδη γέγονε τοῦτο δῆλον.