Ancient Greek · ~23 min
Πρὸς τοὺς ἐγκαλοῦντας ὑπὲρ τοῦ μήκους τῶν εἰρημένων, καὶ πρὸς τοὺς δυσχεραίνοντας ὑπὲρ τῆς βραχυλογίας, καὶ περὶ τῆς τοῦ Σαύλου προσηγορίας καὶ Παύλου, καὶ τίνος ἕνεκεν Ἀδὰμ ὁ πρῶτος ἄνθρωπος ἐκλήθη, ὅτι χρησίμως καὶ συμφερόντως, καὶ εἰς τοὺς νεοφωτίστους.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De mutatione nominum (homiliae 1-4) 2.1-2
Not analysed yet
Οὐδὲ γὰρ περὶ τῶν τυχόντων ἐστὶν ἡμῖν ἡ ζήτησις τήμερον, ἀλλ' ὑπὲρ ζητήματος τὴν ἀρχὴν μὲν λαβόντος χθὲς, τὴν δὲ λύσιν μὴ λαβόντος διὰ τὸ πολλὰ γενέσθαι τὰ προβληθέντα. Τί δὴ τοῦτό ἐστι; Περὶ τῆς τῶν ὀνομάτων θέσεως ἐζητοῦμεν, ἅπερ ἐπέθηκε τοῖς ἁγίοις ὁ Θεός. Τοῦτο δὲ τὸ πρᾶγμα δοκεῖ μὲν ψιλὸν εἶναι, εἴ τις ἀκούσειε· πολὺν δὲ ἔχει θησαυρὸν, εἴ τις μετὰ ἀκριβείας προσέχοι. Καὶ γὰρ τὴν χρυσῖτιν γῆν τὴν ἐν τοῖς μετάλλοις κειμένην οἱ μὲν ἄπειροι καὶ ἁπλῶς ὁρῶντες γῆν νομίζουσιν εἶναι μόνον ψιλὴν, καὶ οὐδὲν πλέον ἔχειν τῆς ἑτέρας· οἱ δὲ τοῖς ὀφθαλμοῖς τῆς τέχνης καταμανθάνοντες ἴσασι τῆς γῆς ταύτης τὴν εὐγένειαν, καὶ τῷ πυρὶ παραδόντες αὐτῆς τὴν βάσανον, ἅπασαν αὐτῆς ἐκκαλύπτουσι τὴν ὑπεροχήν. Οὕτω δὴ καὶ ἐπὶ τῶν θείων Γραφῶν, οἱ μὲν ἁπλῶς ἀναγινώσκοντες τὰ γράμματα, γράμματα εἶναι νομίζουσι ψιλὰ καὶ τῶν ἄλλων πλέον ἔχειν οὐδέν· οἱ δὲ τοῖς τῆς πίστεως ὀφθαλμοῖς αὐτὰ καταμανθάνοντες, καθάπερ ἐκεῖνοι τοῖς τῆς τέχνης ὀργάνοις, πυρὶ τοῦ Πνεύματος παραδιδόντες αὐτῶν τὴν ἐξέτασιν, ἅπαντα τὸν χρυσὸν αὐτῶν ὄψονται ῥᾳδίως. Πόθεν οὖν ἡ ἀρχὴ τῆς ζητήσεως γέγονεν; Οὐδὲ γὰρ ἁπλῶς ἐνεπέσαμεν εἰς τὴν πραγματείαν ταύτην, ἵνα μή τις ἡμῶν ἀκαιρίαν καταγινώσκῃ· ἀλλ' ἐπεθυμήσαμεν εἰπεῖν τὰ Παύλου κατορθώματα, τῶν Πράξεων τῶν ἀποστολικῶν ὑμῖν ὑπαναγινωσκομένων, καὶ ἡψάμεθα τοῦ προοιμίου τῆς ἱστορίας· ηὕραμεν δὲ τὴν ἀρχὴν τοῦ διηγήματος οὕτως ἔχουσαν· Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου. Εὐθέως ὑμᾶς διετάραξεν ἡ τοῦ ὀνόματος ἐναλλαγή· εὑρίσκομεν γὰρ ἐν ταῖς Ἐπιστολαῖς ἁπάσαις, καὶ ἐν τοῖς προοιμίοις ἐκείνοις οὐ Σαῦλον αὐτὸν, ἀλλὰ Παῦλον καλούμενον, καὶ τοῦτο οὐκ ἐπὶ τούτου μόνου, ἀλλὰ καὶ ἐπὶ πολλῶν ἑτέρων γινόμενον. Καὶ γὰρ καὶ ὁ Πέτρος Σίμων ἐλέγετο πρὸ τούτου, καὶ τὰ τέκνα Ζεβεδαίου Ἰάκωβος καὶ Ἰωάννης Υἱοὶ βροντῆς μετωνομάσθησαν ὕστερον, καὶ ἐν τῇ Παλαιᾷ δὲ τὸ ἔθος αὐτὸ τοῦτο ἴδοι τις ἂν ἐπ' ἐνίων κρατῆσαν· καὶ γὰρ ὁ Ἀβραὰμ πρότερον Ἀβρὰμ λεγόμενος μετὰ ταῦτα Ἀβραὰμ ἐκαλεῖτο, καὶ Σάῤῥα πρὸ τούτου Σάρα, μετὰ δὲ ταῦτα Σάῤῥα ὠνομάσθη, καὶ ὁ Ἰακὼβ δὲ μετὰ ταῦτα Ἰσραὴλ προσηγορεύετο· ἄτοπον οὖν ἔδοξεν ἡμῖν εἶναι τοσοῦτον ὀνομάτων θησαυρὸν παραδραμεῖν ἁπλῶς. Τοῦτο δὲ καὶ ἐπὶ ἀρχόντων τῶν ἔξωθεν συμβαῖνον εὕροι τις ἄν· καὶ γὰρ καὶ ἐκείνοις διπλοῦς ὁ χρηματισμὸς τῶν ὀνομάτων. Ὅρα δέ· Διεδέξατο, φησὶ, τὸν Φήλικα Πόρτιος Φῆστος· καὶ πάλιν, Συνῆν τις τῷ ἀνθυπάτῳ καλουμένῳ Σεργίῳ Παύλῳ· καὶ ὁ τὸν Χριστὸν ἐκδοὺς τοῖς Ἰουδαίοις Πόντιος Πιλάτος ἐλέγετο. Οὐ τοῖς ἄρχουσι δὲ μόνον, ἀλλὰ καὶ τοῖς στρατιώταις πολλάκις διπλᾶ τὰ ὀνόματα, καὶ τοῖς τὸν ἰδιωτικὸν ἀνῃρημένοις βίον ἀπὸ αἰτίας τινὸς καὶ ὑποθέσεως διπλῆ γέγονεν ἡ προσηγορία. Ἀλλ' ὑπὲρ μὲν ἐκείνων οὐδὲν ἡμῖν ὄφελος ζητεῖν πόθεν οὕτως ἐκλήθησαν· ὅταν δὲ ὁ Θεὸς ὀνομάζῃ, πᾶσαν ἐπιδείκνυσθαι σπουδὴν χρὴ ὡς εὑρεῖν τὴν αἰτίαν. Οὐδὲν γὰρ ἁπλῶς οὔτε εἰκῆ οὔτε ποιεῖν οὔτε λέγειν ὁ Θεὸς εἴωθεν, ἀλλ' ἕκαστον μετὰ τῆς αὐτῷ προσηκούσης σοφίας. Τί δήποτε οὖν Σαῦλος ἐλέγετο, ὅτε ἐδίωκεν, καὶ Παῦλος μετωνομάσθη, ὅτε ἐπίστευσε; Τινές φασιν ὅτι ἡνίκα μὲν ἐθορύβει καὶ ἐτάραττε καὶ συνέχεεν ἅπαντα, καὶ τὴν Ἐκκλησίαν ἐσάλευε, Σαῦλος ἐλέγετο, δι' αὐτὸ τοῦτο τὸ σαλεύειν τὴν Ἐκκλησίαν, ἀπὸ τοῦ πράγματος λαβὼν τὴν προσηγορίαν· ἐπειδὴ δὲ ἀπέστη τῆς μανίας ἐκείνης καὶ τὴν ταραχὴν ἀπέθετο, καὶ τὸν πόλεμον κατέλυσε, καὶ τοῦ διώκειν ἐπαύσατο, πάλιν Παῦλος ἀπὸ τοῦ παύσασθαι μετωνομάσθη· ἀλλ' ἕωλος οὗτος ὁ λόγος καὶ οὐκ ἀληθὴς, καὶ διὰ τοῦτο αὐτὸν τέθεικα εἰς μέσον, ἵνα μὴ παρακρούησθε ταῖς ψιλαῖς αἰτιολογίαις. Πρῶτον μὲν γὰρ οἱ γονεῖς αὐτῷ τοῦτο τεθείκασι τοὔνομα οὐχὶ προφῆταί τινες ὄντες, καὶ τὸ μέλλον προορῶντες. Ἔπειτα εἰ διὰ τοῦτο Σαῦλος ἐλέγετο, ἐπειδὴ τὴν Ἐκκλησίαν ἐσάλευε καὶ ἐτάραττεν, ἔδει παυσάμενον αὐτὸν τοῦ σαλεύειν τὴν Ἐκκλησίαν εὐθέως καὶ τὸ ὄνομα ἀποθέσθαι· νῦν δὲ ὁρῶμεν αὐτὸν τοῦ μὲν σάλου τῶν κατὰ τῆς Ἐκκλησίας ἀποστάντα, τὸ ὄνομα δὲ οὐκ ἀποθέμενον, ἀλλ' ἔτι Σαῦλον λεγόμενον. Καὶ ἵνα μὴ νομίσητε ὅτι παρακρουόμενος ὑμᾶς ταῦτα λέγω, ἄνωθεν ὑμῖν τοῦτο ἀπαριθμήσομαι. Ἐξέβαλον τὸν Στέφανον, φησὶ, καὶ ἐλιθοβόλουν αὐτὸν, καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου· καὶ πάλιν, Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ· καὶ ἀλλαχοῦ, Σαῦλος δὲ ἐλυμαίνετο τὴν Ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας· καὶ πάλιν, Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου· καὶ πάλιν, Ἤκουσε φωνὴν λέγουσαν αὐτῷ, Σαοὺλ, Σαοὺλ, τί με διώκεις; Οὐκοῦν ἐντεῦθεν αὐτὸν ἔδει λοιπὸν ἀποθέσθαι τὸ ὄνομα, καὶ γὰρ ἀπέστη τοῦ διώκειν. Τί οὖν; εὐθέως ἀπέθετο; Οὐδαμῶς, καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον· σκοπεῖτε δέ· Ἠγέρθη Σαῦλος ἀπὸ τῆς γῆς, καὶ ἀνεῳγμένων τῶν ὀφθαλμῶν αὐτοῦ οὐδένα ἔβλεπε· καὶ πάλιν· Εἶπε δὲ Κύριος τῷ Ἀνανίᾳ· Πορεύθητι εἰς τὴν ῥύμην καλουμένην Εὐθεῖαν, εὑρήσεις ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι· καὶ πάλιν, Εἰσελθὼν ὁ Ἀνανίας εἶπε, Σαοὺλ ἀδελφὲ, ἀπέσταλκέ με ὁ Κύριος, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ, ἵνα ἀναβλέψῃς. Εἶτα ἤρξατο κηρύσσειν καὶ συνέχεε τοὺς Ἰουδαίους, καὶ οὐδὲ οὕτως τὸ ὄνομα ἀπέθετο, ἀλλ' ἔτι Σαῦλος ἐλέγετο. Ἐγνώσθη γὰρ, φησὶ, τῷ Σαύλῳ ἡ ἐπιβουλὴ τῶν Ἰουδαίων. Ἆρ' οὖν ἐνταῦθα μόνον; Οὐδαμῶς, ἀλλ', Ἐγένετο λιμὸς, φησὶ, καὶ ὥρισαν οἱ μαθηταὶ πέμψαι εἰς Ἱεροσόλυμα τοῖς ἁγίοις εἰς διακονίαν. Ἔπεμψαν δὲ διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου. Ἰδοὺ διακονεῖ τοῖς ἁγίοις, καὶ ἔτι Σαῦλος λέγεται. Εἰσῆλθε καὶ μετὰ ταῦτα Βαρνάβας εἰς Ἀντιόχειαν, καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ, καὶ ὅτι πλῆθος ἦν ἐκεῖ πολὺ, ἐξῆλθεν εἰς Ταρσὸν ἀναζητῆσαι Σαῦλον. Ἰδοὺ καὶ ἐπιστρέφει πολλοὺς, καὶ Σαῦλος λέγεται· καὶ πάλιν· Ἦσαν, φησὶν, ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν Ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρώδου τοῦ τετράρχου σύντροφος, καὶ Σαῦλος. Ἰδοὺ καὶ διδάσκαλος ἐγένετο καὶ προφήτης, καὶ ἔτι Σαῦλος ἐλέγετο. Καὶ πάλιν, Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατέ μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον.