Ancient Greek · ~21 min
Πρὸς τοὺς ἐγκαλοῦντας ὑπὲρ τοῦ μήκους τῶν εἰρημένων, καὶ πρὸς τοὺς δυσχεραίνοντας ὑπὲρ τῆς βραχυλογίας, καὶ περὶ τῆς τοῦ Σαύλου προσηγορίας καὶ Παύλου, καὶ τίνος ἕνεκεν Ἀδὰμ ὁ πρῶτος ἄνθρωπος ἐκλήθη, ὅτι χρησίμως καὶ συμφερόντως, καὶ εἰς τοὺς νεοφωτίστους.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De mutatione nominum (homiliae 1-4) 1.1-2
Not analysed yet
Τί ποτε ἄρα χρὴ ἡμᾶς ποιῆσαι τήμερον; Τὸ μὲν γὰρ πλῆθος ὑμῶν ὁρῶν, δέδοικα πρὸς μῆκος ἐκτεῖναι τὸν λόγον. Καὶ γὰρ ὅταν ἡ διδασκαλία μακροτέρω προβαίνῃ, ὁρῶ συμπατουμένους ὑμᾶς, στενοχωρουμένους, καὶ τὴν ἀπὸ τῆς στενοχωρίας θλίψιν τῇ τῆς ἀκροάσεως ἀκριβείᾳ λυμαινομένην· ἀκροατὴς γὰρ ἀνέσεως οὐκ ἀπολαύων, οὐδὲ μετὰ σπουδῆς προσέχειν τοῖς λεγομένοις δύναιτ' ἄν. Τὸ μὲν οὖν πλῆθος ὑμῶν, ὡς ἔφην, ὁρῶν, δέδοικα πρὸς μῆκος ἐκτεῖναι τὸν λόγον· τὸν δὲ πόθον ὑμῶν λογιζόμενος φοβοῦμαι συστεῖλαι τὴν διδασκαλίαν. Ὁ γὰρ διψῶν, ἐὰν μὴ πρότερον πεπληρωμένην ἴδῃ τὴν φιάλην, οὐδὲ τοῖς χείλεσιν αὐτὴν ἡδέως ἂν προσαγάγοι· ἀλλὰ κἂν μὴ πᾶσαν αὐτὴν ἐκπίνειν μέλλοι, πᾶσαν αὐτὴν γέμουσαν ἰδεῖν ἐπιθυμεῖ. Διὰ τοῦτο οὐκ ἔχω τί χρήσομαι τῇ δημηγορίᾳ. Καὶ γὰρ τῇ βραχυλογίᾳ τὸν κάματον ὑποτέμνεσθαι τὸν ὑμέτερον βούλομαι, καὶ τῷ μήκει τοῦ λόγου τὴν ἐπιθυμίαν ὑμῶν ἐμπλῆσαι. Ἀλλ' ἑκάτερα πολλάκις ταῦτα ἐποίησα, καὶ οὐδὲ ἅπαξ τὴν αἰτίαν διέφυγον. Οἶδα ὅτι πολλάκις φειδόμενος ὑμῶν πρὸ τοῦ τέλους κατέλυσα τὸν λόγον, καὶ κατεβόησαν ἡμῶν οἱ ψυχὴν ἀκόρεστον ἔχοντες, οἱ συνεχῶς μὲν τῶν θείων ἀπολαύοντες ναμάτων, οὐδέποτε δὲ ἐμπιπλάμενοι, οἱ Μακάριοι ἐκεῖνοι, οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, καὶ τὰς παρὰ τούτων καταβοήσεις φοβηθεὶς πάλιν προῆλθον μέχρι πολλοῦ τὴν διδασκαλίαν ἐκτείνων, καὶ διὰ τοῦτο αἰτίαν ὑπέμενον. Οἱ γὰρ βραχυλογίας ἐρῶντες ἀπαντῶντες παρεκάλουν τῆς αὐτῶν ἀσθενείας φείδεσθαι, καὶ συστέλλειν τὸ μῆκος τῶν λεγομένων. Ὅταν μὲν οὖν στενοχωρουμένους ὑμᾶς ἴδω, πρὸς σιγὴν συνελαύνω τὸν λόγον· ὅταν δὲ στενοχωρουμένους, καὶ οὐκ ἀφισταμένους, ἀλλ' ἐκκρεμαμένους πρὸς πλείονα δρόμον, τὴν γλῶτταν διεγείρειν ἐπιθυμῶ. Στενά μοι πάντοθεν. Τί πάθω; Ὁ μὲν γὰρ ἑνὶ δουλεύων κυρίῳ, καὶ μιᾷ γνώμῃ ὑπηρετεῖν ἀναγκαζόμενος, μετ' εὐκολίας ἀρέσκειν δύναται τῷ δεσπότῃ, καὶ μὴ διαμαρτάνειν· ἐγὼ δὲ πολλοὺς ἔχω δεσπότας, δήμῳ τοσούτῳ δουλεύειν ἀναγκαζόμενος διάφορον ἔχοντι γνώμην. Ταῦτα δὲ εἶπον οὐ δυσχεραίνων τὴν δουλείαν, μὴ γένοιτο, οὐδὲ δραπετεύων τὴν δεσποτείαν ὑμῶν. Οὐδὲν γάρ μοι τῆς δουλείας ταύτης σεμνότερον. Οὐχ οὕτω βασιλεὺς ἐπὶ τῷ διαδήματι καὶ τῇ πορφυρίδι μέγα φρονεῖ, ὡς ἐγὼ νῦν ἐπὶ τῇ δουλείᾳ τῆς ὑμετέρας ἀγάπης ἐγκαλλωπίζομαι. Ἐκείνην μὲν γὰρ τὴν βασιλείαν θάνατος διαδέχεται· ταύτην δὲ τὴν δουλείαν, ἂν ἀπαρτισθῇ καλῶς, βασιλεία οὐρανῶν ἀναμένει. Μακάριος γὰρ ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ διδόναι τὸ σιτομέτριον τοῖς συνδούλοις αὐτοῦ. Ἀμὴν λέγω ὑμῖν, ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Εἶδες πόσον τὸ κέρδος τῆς δουλείας ταύτης, ὅταν σπουδαίως γένηται; Ἐπὶ πᾶσι τοῖς ὑπάρχουσι τοῦ δεσπότου καθίσταται. Οὐ φεύγω τοίνυν τὴν δουλείαν· μετὰ γὰρ Παύλου δουλεύω. Καὶ γὰρ ἐκεῖνός φησιν, ὅτι Οὐχ ἑαυτοὺς κηρύττομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. Καὶ τί λέγω Παῦλον; Εἰ ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν διὰ τοὺς δούλους, τί μέγα εἰ ὁ δοῦλος ἐγὼ δοῦλος ἐγενόμην τοῖς συνδούλοις δι' ἐμαυτόν; Οὐ τοίνυν δραπετεύων ὑμῶν τὴν δεσποτείαν ταῦτα εἶπον, ἀλλ' ἀξιῶν συγγνώμης τυχεῖν, ἐὰν μὴ ταῖς ἁπάντων γνώμαις κατάλληλον παραθῶμαι τὴν τράπεζαν. Μᾶλλον δὲ τοῦτο ποιήσατε ὃ λέγω νῦν. Ὑμεῖς οἱ μὴ δυνάμενοι ἐμπλησθῆναί ποτε, ἀλλὰ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, καὶ μακρῶν ἐπιθυμοῦντες λόγων, διὰ τὴν ἀσθένειαν τῶν ὑμετέρων ἀδελφῶν ἀνάσχεσθε τοῦ συνήθους περικοπτομένου μέτρου τῶν λόγων. Πάλιν ὑμεῖς οἱ βραχυλογίας ἐρῶντες καὶ ἀσθενέστερον διακείμενοι, διὰ τοὺς ἀδελφοὺς τοὺς ὑμετέρους τοὺς ἀκορέστους μικρὸν καρτερήσατε πόνον, ἀλλήλων τὰ βάρη βαστάζοντες, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Οὐχ ὁρᾶτε τοὺς Ὀλυμπιακοὺς ἀθλητὰς εἰς μέσον τοῦ θεάτρου ἑστῶτας, ἐν μεσημβρίᾳ μέσῃ καθάπερ ἐν καμίνῳ τῷ σκάμματι καὶ γυμνῷ τῷ σώματι τὴν ἀκτῖνα δεχομένους, ὥσπερ τινὰς ἀνδριάντας χαλκοῦς καὶ ἡλίῳ καὶ κονιορτῷ καὶ πνίγει μαχομένους, ἵνα τὴν τοσαῦτα ταλαιπωρήσασαν κεφαλὴν φύλλοις δάφνης ἀναδήσωνται; Ὑμῖν δὲ οὐ στέφανος δάφνης, ἀλλὰ στέφανος δικαιοσύνης πρόκειται τῆς ἀκροάσεως ὁ μισθὸς, καὶ οὐδὲ μέχρι μεσημβρίας μέσης ὑμᾶς κατέχομεν, ἀλλ' ἀπ' αὐτῶν τῶν προοιμίων τῆς ὑμετέρας ἕνεκα ὀλιγωρίας διαφίεμεν, ἔτι τοῦ ἀέρος ὄντος ψυχροτέρου, καὶ οὐ διαθερμαινομένου ταῖς ἀπὸ τῶν ἀκτίνων βολαῖς, οὐ γυμνῇ τῇ κεφαλῇ κελεύοντες ὑμᾶς τὴν ἀκτῖνα δέχεσθαι, ἀλλ' ὑπὸ τὸν θαυμαστὸν τοῦτον ἄγομεν ὄροφον, καὶ τὴν ἀπὸ τῆς στέγης παρέχομεν παραμυθίαν παντὶ τρόπῳ ἐπινοοῦντες ὑμῖν ἄνεσιν, ὥστε γενέσθαι τῶν λεγομένων μόνιμον τὴν ἀκρόασιν. Μὴ δὴ γενώμεθα μαλακώτεροι τῶν παιδίων τῶν ἡμετέρων τῶν εἰς διδασκαλεῖα βαδιζόντων· ἐκεῖνα πρὸ τῆς μεσημβρίας οὐ τολμᾷ ἀναχωρῆσαι οἴκαδε, ἀλλ' ἄρτι τοῦ γάλακτος ἀποσπασθέντα, ἄρτι τῆς θηλῆς ἀποστάντα, οὐδέπω οὐδὲ πέντε ἐτῶν ἡλικίαν ἄγοντα, ἐν νεαρῷ καὶ ἁπαλῷ σώματι πᾶσαν καρτερίαν ἐπιδείκνυται· κἂν πνῖγος, κἂν δίψος, κἂν ἄλλο ὁτιοῦν παρενοχλῇ, πρὸς μεσημβρίαν μέσην διακαρτερεῖ, καὶ ταλαιπωρεῖται ἐν τῷ διδασκαλείῳ καθήμενα. Εἰ καὶ μηδένα οὖν ἕτερον, ἐκεῖνα μιμησώμεθα τὰ παιδία ἡμεῖς οἱ ἄνδρες οἱ φθάσαντες εἰς μέτρον ἡλικίας. Εἰ γὰρ τοὺς λόγους τοὺς περὶ ἀρετῆς μὴ ἀνεχόμεθα ἀκούειν, τίς ἡμῖν πιστεῦσαι δυνήσεται, ὅτι τοὺς πόνους τοὺς ὑπὲρ τῆς ἀρετῆς ὑπομενοῦμεν; εἰ πρὸς τὴν ἀκρόασιν οὕτω βάναυσοι, πόθεν δῆλον, ὅτι πρὸς τὴν πρᾶξίν ἐσμεν διεγηγερμένοι; εἰ τὸ εὐκολώτερον παραπεμψώμεθα, πῶς τὸ δυσκολώτερον οἴσομεν; Ἀλλὰ πολλὴ ἡ στενοχωρία, πολλὴ ἡ βία. Ἀλλ' ἄκουσον ὅτι βιασταὶ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν, ὅτι στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Ἐπεὶ οὖν στενὴν καὶ τεθλιμμένην ὁδὸν βαδίζομεν, δεῖ ἡμᾶς καὶ ἑαυτοὺς στενοχωρεῖν καὶ θλίβειν, ἵνα δυνηθῶμεν διοδεῦσαι τὴν στενὴν καὶ τεθλιμμένην ὁδόν. Ὁ γὰρ ἐμπλατύνων ἑαυτὸν, οὐκ ἂν οὕτω ῥᾳδίως τὴν ἐστενωμένην ὁδὸν διαδράμοι, ἀλλ' ὁ συνέχων, καὶ θλίβων, καὶ πιέζων.