Ancient Greek · ~25 min
Πρὸς τοὺς ἐγκαλέσαντας ὑπὲρ τοῦ μήκους τῶν προοιμίων, καὶ ὅτι χρήσιμον τὸ φέρειν ἐλέγχους, καὶ τίνος ἕνεκεν οὐκ εὐθέως πιστεύσας μετωνομάσθη Παῦλος, καὶ ὅτι οὐκ ἐξ ἀνάγκης, ἀλλ' ἐκ προαιρέσεως γέγονεν αὐτῷ ἡ μεταβολὴ, καὶ εἰς τὸ ῥητόν· «Σαῦλε, Σαῦλε, τί με διώκεις;»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De mutatione nominum (homiliae 1-4) 3.1-3
Not analysed yet
Ἀλλὰ γὰρ ὑπὲρ προοιμίων ἀπολογούμενοι, πάλιν μεῖζον τὸ προοίμιον πεποιήκαμεν· ἀλλ' οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλ' ὑπὲρ τῶν μεγίστων ὑμῖν διαλεγόμενοι καὶ ἀναγκαιοτάτων, ἵνα γενναίως ἐλεγχόμενοι φέρωμεν, ἵνα προθύμως ἐλέγχωμεν τοὺς ἁμαρτάνοντας καὶ διορθῶμεν. Ἀνάγκη δὲ λοιπὸν ἀπολογήσασθαι ὑπὲρ τοῦ μήκους, καὶ εἰπεῖν τίνος ἕνεκεν μακρὰ ποιοῦμεν προοίμια. Τίνος οὖν ἕνεκεν τοῦτο ποιοῦμεν; Πλήθει τοσούτῳ διαλεγόμεθα, ἀνθρώποις γυναῖκας ἔχουσιν, οἰκίας προεστηκόσιν, ἐν ἐργασίᾳ καθημερινῇ ζῶσιν, ἐν βιωτικοῖς πράγμασι. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δυσχερὲς, ὅτι διηνεκῶς εἰσιν ἠσχολημένοι, ἀλλ' ὅτι καὶ ἅπαξ τῆς ἑβδομάδος αὐτοὺς ἐνταῦθα λαμβάνομεν. Βουλόμενοι τοίνυν εὐσύνοπτα κατασκευάζειν αὐτοῖς τὰ λεγόμενα, διὰ τῶν προοιμίων σαφεστέραν ποιῆσαι τὴν διδασκαλίαν σπουδάζομεν. Ὁ μὲν γὰρ μηδὲν ἔργον ἔχων, ἀλλ' ἀεὶ ταῖς Γραφαῖς προσηλωμένος, οὐ δέεται προοιμίων, οὐ δεῖται κατασκευῆς, ἀλλ' ἀκούσας εὐθέως τοῦ λέγοντος, δέχεται τῶν λεγομένων τὴν διάνοιαν· ἄνθρωπος δὲ τὸν μὲν πλείω χρόνον πράγμασι βιωτικοῖς προσδεδεμένος, ὀλίγον δὲ καὶ βραχὺ ἐνταῦθα παραγενόμενος, ἂν μὴ προοιμίων ἀκούσῃ καὶ κατασκευῆς πλείονος, καὶ πανταχόθεν ἴδῃ προοδοποιηθέντα αὐτῷ τὸν λόγον, οὐδὲν κερδάνας ἀπέρχεται. Οὐ τοῦτο δὲ μόνον ἡμῖν ἐστιν αἴτιον τοῦ μήκους τῶν προοιμίων, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου. Τῶν γὰρ πολλῶν τούτων οἱ μὲν παραγίνονται, οἱ δὲ οὐ παραγίνονται πολλάκις. Ἀνάγκη τοίνυν τοὺς μὲν παραγενομένους ἐπαινέσαι, τοὺς δὲ μὴ παραγενομένους μέμψασθαι, ἵνα ἐκεῖνοι μὲν τοῖς ἐπαίνοις σπουδαιότεροι γένωνται, οὗτοι δὲ διὰ τῶν ἐγκλημάτων τὴν ῥᾳθυμίαν ἀποθῶνται. Ἔστι καὶ ἑτέρα χρεία προοιμίων ὑμῖν. Ὑποθέσεως ἁπτόμεθα μακροτέρας πολλάκις, ἢν οὐ δυνατὸν ἐν ἡμέρᾳ μιᾷ πρὸς τέλος ἀγαγεῖν, ἀλλὰ καὶ δευτέρας καὶ τρίτης καὶ τετάρτης ἡμῖν ἔστιν ὅτε ἐξηγήσεως εἰς τὴν αὐτὴν ἐδέησε πραγματείαν. Ἀνάγκη τοίνυν καὶ ταύτῃ τῇ δευτέρᾳ ἡμέρᾳ τὰ τέλη τῆς προτέρας διδασκαλίας ἀναλαβεῖν, ἵν' οὕτως ἁρμοσθὲν τῇ ἀρχῇ τὸ τέλος, σαφεστέραν ποιῇ τοῖς παροῦσι τὴν ἐξήγησιν, καὶ μὴ τῆς ἀκολουθίας ἀπηρτημένος ὁ λόγος ἀφανέστερος ᾖ τοῖς ἀκροαταῖς. Καὶ ἵνα μάθῃς ὅτι χωρὶς προοιμίων εἰσαγόμενος λόγος οὐδενὶ γνώριμος ἔσται, ἰδοὺ χωρὶς προοιμίων αὐτὸν εἰσάγω νῦν πείρας ἕνεκεν. Ἐμβλέψας δὲ αὐτῷ ὁ Ἰησοῦς εἶπε, Σὺ εἶ Σίμων υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. Ὁρᾶτε, μὴ συνίετε τὸ λεχθέν; μὴ ἴστε τὴν ἀκολουθίαν, τίνος ἕνεκεν εἴρηται; ἐπειδὴ χωρὶς προοιμίου αὐτὸ εἰσήγαγον, ταὐτὸν ποιήσας, ὥσπερ ἂν εἴ τις ἄνθρωπον πάντοθεν περιβαλὼν εἰς τὸ θέατρον εἰσαγάγοι. Φέρε οὖν, αὐτὸν λοιπὸν ἐκκαλύψωμεν, τὸ προοίμιον ἀποδόντες αὐτῷ. Περὶ Παύλου δὲ ὁ λόγος ἦν πρώην ἡμῖν ἐνταῦθα, ὅτε περὶ τῶν ὀνομάτων διελεγόμεθα, καὶ ἐζητοῦμεν, διὰ τί ποτὲ μὲν Σαῦλος, μετὰ δὲ ταῦτα Παῦλος ἐκλήθη. Ἐντεῦθεν ἐξέβημεν εἰς παλαιὰν ἱστορίαν, καὶ τοὺς ἔχοντας ἐπωνυμίας ἐξητάσαμεν ἅπαντας. Εἶτα ἐκεῖθεν καὶ Σίμωνος ἐμνήσθημεν, καὶ τῆς τοῦ Χριστοῦ φωνῆς λεγούσης πρὸς αὐτὸν, Σὺ εἶ Σίμων υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. Εἶδες πῶς τὸ πρὸ μικροῦ δόξαν ἀπορίας γέμειν, γνωριμώτερον ἐγένετο νῦν; Ὥσπερ γὰρ σῶμα κεφαλῆς, καὶ ῥίζης δένδρον, καὶ ποταμὸς δεῖται πηγῆς, οὕτω καὶ προοιμίων λόγος. Ἐπεὶ οὖν ἐστήσαμεν ὑμᾶς ἐπ' αὐτὴν τὴν ἀρχὴν τῆς ὁδοῦ, καὶ τὴν ἀκολουθίαν ἐδείξαμεν, ἁψώμεθα λοιπὸν αὐτοῦ τῆς ἱστορίας τοῦ προοιμίου. Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου. Καὶ μὴν ἐν ταῖς Ἐπιστολαῖς Παῦλος καλεῖται· τίνος οὖν ἕνεκεν αὐτοῦ τὴν προσηγορίαν μετέβαλε τὸ Πνεῦμα τὸ ἅγιον; Καθάπερ δεσπότης οἰκέτην πριάμενος, εἶτα βουλόμενος αὐτὸν διδάξαι τὴν δεσποτείαν, μετατίθησιν αὐτοῦ τὸ ὄνομα· οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐποίησε τότε. Καὶ γὰρ ἐξ αἰχμαλωσίας τὸν Παῦλον ἔλαβε, καὶ προσφάτως ἦν τῇ δεσποτείᾳ ταύτῃ προσελθών. Διὰ τοῦτο αὐτοῦ μετέβαλε τὴν προσηγορίαν, ἵνα μάθῃ κἀντεῦθεν τὴν δεσποτείαν ἐκεῖνος. Ὅτι γὰρ ὀνομάτων θέσις δεσποτείας ἐστὶ σύμβολον, μάλιστα μὲν καὶ ἐξ ὧν ποιοῦμεν δῆλον· γνωριμώτερον δὲ ἔσται ἐξ ὧν ἐπὶ τοῦ Ἀδὰμ ἐποίησεν ὁ Θεός. Βουλόμενος γὰρ αὐτὸν διδάξαι, ὅτι πάντων ἐστὶν ἄρχων καὶ δεσπότης, ἤγαγε πρὸς αὐτὸν πάντα τὰ θηρία, Ἰδεῖν τί καλέσει αὐτὰ, δεικνὺς ὅτι τῶν ὀνομάτων ἡ θέσις τὴν δεσποτείαν κυροῖ. Εἰ δὲ βούλοισθε καὶ ἐπ' ἀνθρώπων ἰδεῖν τοῦτο γινόμενον, καὶ μαθεῖν, ὅτι ἔθος πολλάκις τοῖς ἀπὸ αἰχμαλωσίας λαμβάνουσι δούλους μετατιθεῖν αὐτῶν τὰ ὀνόματα, ἀκούσατε τί ἐποίησεν ὁ τῶν Βαβυλωνίων βασιλεύς. Λαβὼν γὰρ οὗτος ἐκ τῆς αἰχμαλωσίας τὸν Ἀνανίαν καὶ Ἀζαρίαν καὶ Μισαὴλ, οὐκ ἀφῆκεν ἐπὶ τῶν προτέρων ὀνομάτων, ἀλλὰ Σεδρὰκ, Μισὰκ, Ἀβδεναγὼ αὐτοὺς ἐκάλεσεν. Ἀλλὰ τίνος ἕνεκεν οὐκ εὐθέως αὐτὸν μετωνόμασεν, ἀλλ' ἀνέμεινε χρόνον γενέσθαι πολύν; Ὅτι εὐθέως εἰ αὐτὸν μετωνόμασε μεταστάντα, οὐκ ἂν ἐγένετο φανερὰ ἡ μεταβολὴ τοῦ Παύλου, καὶ ἡ πρὸς τὴν πίστιν μετάστασις. Ἀλλ' ὅπερ ἐπὶ τῶν οἰκετῶν συμβαίνει, ὅταν φυγόντες εὐθέως ἀμείβωσιν αὐτῶν τὰ ὀνόματα, ἀφανεῖς γίνονται, τοῦτο καὶ ἐπὶ τοῦ Παύλου γέγονεν ἄν· εἰ εὐθέως ἀφεὶς τοὺς Ἰουδαίους καὶ πρὸς ἡμᾶς ἐλθὼν μετωνομάσθη, οὐδεὶς ἂν ἔγνω ὅτι ὁ διώκτης αὐτός ἐστιν ὁ εὐαγγελιστής. Τὸ δὲ σπουδαζόμενον τοῦτο ἦν, μαθεῖν ὅτι ὁ διώκτης αὐτός ἐστι, καὶ ἀπόστολος γέγονε. Τοῦτο γὰρ ἦν ὃ συνεῖχε τοὺς Ἰουδαίους, ὅτι τὸν διδάσκαλον τὸν ὑπὲρ αὐτῶν ἱστάμενον, ηὕρισκον κατ' αὐτῶν ὄντα. Ἵνα οὖν μὴ ἡ τοῦ ὀνόματος ἀθρόα μεταβολὴ ἀποκρύψῃ τὴν μεταβολὴν τῆς προαιρέσεως, ἀφίησιν αὐτὸν μέχρι πολλοῦ τὴν προτέραν ἔχειν προσηγορίαν· ἵν', ὅταν μάθωσι πάντες, ὅτι αὐτός ἐστιν ὁ διώξας τὴν Ἐκκλησίαν ἔμπροσθεν, τότε λοιπὸν γνωρίμου γενομένου πᾶσι, μεταθῇ καὶ τὴν προσηγορίαν. Καὶ ὅτι τοῦτο αἴτιον, ἄκουσον αὐτοῦ λέγοντος· Ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας· ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς Ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Παλαιστίνῃ, φησίν. Εἰ δὲ ταῖς ἐν Παλαιστίνῃ ἠγνοεῖτο ἔνθα διέτριβε, πολλῷ μᾶλλον ταῖς ἀλλαχοῦ κειμέναις. Ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ, φησὶν, οὐχὶ τῷ ὀνόματι. Διὰ τί Ἀγνοούμενος τῷ προσώπῳ; Οὐδεὶς γὰρ οὐδὲ ἰδεῖν αὐτὸν ἐτόλμα τῶν πιστῶν, ἡνίκα ἡμῖν ἐπολέμει· τοσούτου φόνου, τοσαύτης ἔγεμε μανίας. Διὸ πάντες ἀπεπήδων, πάντες ἔφευγον, εἴ που παραγενόμενον εἶδον, καὶ οὐδὲ ἀντιβλέψαι ἐτόλμων· οὕτως ἦν ἐκτεθηριωμένος κατὰ τῶν πιστῶν· μόνον δὲ ἀκούοντες ἦσαν, ὅτι ὁ διώκων ἡμᾶς ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει. Ἐπεὶ οὖν τῷ μὲν προσώπῳ αὐτὸν ἠγνόουν, μόνον δὲ ἀκούοντες ἦσαν, εἰ τὸ ὄνομα αὐτοῦ μετεβλήθη εὐθέως, οὐκ ἂν οὐδὲ οἱ ἀκούοντες ἔγνωσαν, ὅτι ὁ διώκων τὴν πίστιν, οὗτος εὐαγγελίζεται. Ἐπειδὴ γὰρ τὸ πρότερον αὐτοῦ ὄνομα ᾔδεσαν, ὅτι Σαῦλος ἐλέγετο, εἰ μεταβληθεὶς εὐθέως Παῦλος ἐκλήθη, εἶτα ἀπήγγειλάν τινες αὐτοῖς, ὅτι Παῦλος εὐαγγελίζεται, ὁ διώκων τὴν Ἐκκλησίαν, οὐκ ἂν ἔγνωσαν ὅτι οὗτος ἐκεῖνος ἦν, διὰ τὸ μὴ Παῦλον αὐτὸν καλεῖσθαι, ἀλλὰ Σαῦλον. Διὰ τοῦτο ἀφῆκεν αὐτὸν μέχρι πολλοῦ τὴν προτέραν ἔχειν προσηγορίαν, ἵνα πᾶσι γνώριμος γένηται τοῖς πιστοῖς, καὶ τοῖς πόῤῥωθεν οὖσι καὶ οὐχ ἑωρακόσιν αὐτόν.