Ancient Greek · ~33 min
Πρὸς τοὺς ἐγκαλέσαντας ὑπὲρ τοῦ μήκους τῶν προοιμίων, καὶ ὅτι χρήσιμον τὸ φέρειν ἐλέγχους, καὶ τίνος ἕνεκεν οὐκ εὐθέως πιστεύσας μετωνομάσθη Παῦλος, καὶ ὅτι οὐκ ἐξ ἀνάγκης, ἀλλ' ἐκ προαιρέσεως γέγονεν αὐτῷ ἡ μεταβολὴ, καὶ εἰς τὸ ῥητόν· «Σαῦλε, Σαῦλε, τί με διώκεις;»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De mutatione nominum (homiliae 1-4) 4.1-3
Not analysed yet
Τίνος μὲν οὖν ἕνεκεν οὐκ εὐθέως μετεβλήθη αὐτοῦ τοὔνομα, ἱκανῶς ἀποδέδεικται. Ἀνάγκη λοιπὸν ἐπ' αὐτὴν ἐλθεῖν τοῦ λόγου τὴν ἀρχήν. Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου. Τί ἐστιν, Ἔτι; Τί γὰρ ἐποίησε πρὸ τούτου, ὅτι λέγει, Ἔτι; Τὸ γὰρ, Ἔτι, περὶ ἀνθρώπου πολλὰ κακὰ πεποιηκότος ἔμπροσθεν λέγεται. Τί οὖν ἐποίησε; Τί γὰρ οὐκ ἐποίησεν, εἰπέ μοι, κακόν; Αἱμάτων ἐνέπλησε τὰ Ἱεροσόλυμα τοὺς πιστοὺς ἀναιρῶν, τὴν Ἐκκλησίαν ἐπόρθει, τοὺς ἀποστόλους ἐδίωκε, τὸν Στέφανον ἔσφαξεν, οὐκ ἀνδρῶν, οὐ γυναικῶν ἐφείδετο. Ἄκουσον γοῦν τοῦ μαθητοῦ αὐτοῦ λέγοντος· Σαῦλος δὲ ἐλυμαίνετο τὴν Ἐκκλησίαν, κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας. Οὐδὲ γὰρ ἤρκει αὐτῷ ἡ ἀγορὰ, ἀλλὰ καὶ εἰς τὰς οἰκίας ἐπεπήδα· Κατὰ τοὺς οἴκους γὰρ εἰσπορευόμενος, φησί. Καὶ οὐκ εἶπεν, ἄγων, οὐδὲ, ἕλκων ἄνδρας καὶ γυναῖκας, ἀλλὰ, Σύρων ἄνδρας καὶ γυναῖκας· καθάπερ περὶ θηρίου διαλεγόμενος, Σύρων ἄνδρας καὶ γυναῖκας· καὶ οὐκ ἄνδρας μόνον, ἀλλὰ καὶ γυναῖκας. Οὐδὲ τὴν φύσιν ᾐδεῖτο, οὐδὲ τὸ γένος ἠλέει, οὐδὲ πρὸς τὴν ἀσθένειαν ἀπεκλᾶτο. Ζήλῳ γὰρ, οὐχὶ θυμῷ ταῦτα ἐποίει. Διὰ τοῦτο οἱ μὲν Ἰουδαῖοι τὰ αὐτὰ ποιοῦντες, ἄξιοι κατηγορίας· οὗτος δὲ τὰ αὐτὰ ποιῶν, ἄξιος συγγνώμης. Καὶ γὰρ ἀπ' αὐτῶν ὧν ἐποίουν δῆλοι ἦσαν, ὅτι ἐκεῖνοι μὲν τιμῆς ἕνεκεν καὶ δόξης τῆς παρὰ τῶν πολλῶν ταῦτα ἔπραττον· οὗτος δὲ οὐχ οὕτως, ἀλλὰ τῷ Θεῷ ζηλῶν, εἰ καὶ μὴ κατ' ἐπίγνωσιν· διὰ τοῦτο ἐκεῖνοι τὰς μὲν γυναῖκας ἠφίεσαν, τοῖς δὲ ἀνδράσιν ἐπολέμουν, ἐπειδὴ εἰς ἐκείνους ἑώρων τὴν ἑαυτῶν περιελθοῦσαν τιμήν· οὗτος δὲ, ἅτε ζηλοτυπῶν, πρὸς ἅπαντας ἵστατο. Ταῦτ' οὖν ἅπαντα ἐννοήσας ὁ Λουκᾶς, καὶ ὁρῶν αὐτὸν οὔπω κορεννύμενον, ἔλεγε· Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου. Οὐκ ἐκόρεσεν αὐτὸν ὁ φόνος Στεφάνου, οὐκ ἐνέπλησεν αὐτοῦ τὴν ἐπιθυμίαν ἡ δίωξις τῆς Ἐκκλησίας, ἀλλὰ περαιτέρω προῄει, καὶ οὐδαμοῦ ἵστατο τῆς μανίας· ζῆλος γὰρ ἦν. Ἀλλ' ἐπανελθὼν ἄρτι ἀπὸ τῆς σφαγῆς Στεφάνου, ἐδίωκε τοὺς ἀποστόλους· καὶ ταὐτὸν ἐποίει, ὥσπερ ἂν εἰ λύκος ἄγριος ἐπιπηδήσας ποίμνῃ προβάτων, καὶ ἀρνίον ἁρπάσας ἐκεῖθεν, καὶ τῷ οἰκείῳ σπαράξας στόματι, θρασύτερος ὑπὸ τῆς ἁρπαγῆς ἐγένετο. Οὕτω καὶ Σαῦλος ἐπεπήδησε τῷ χορῷ τῶν ἀποστόλων, ἥρπασεν ἐκεῖθεν τὸ ἀρνίον τοῦ Χριστοῦ, τὸν Στέφανον διεσπάραξεν, ἐγένετο λοιπὸν ὑπὸ τῆς σφαγῆς ταύτης θρασύτερος. Διὰ τοῦτό φησιν, Ἔτι. Καίτοι τίνα οὐκ ἂν ἐνέπλησεν ὁ φόνος ἐκεῖνος; τίνα οὐκ ἂν κατῄδεσεν ἡ ἐπιείκεια τοῦ σφαττομένου, τὰ ῥήματα ἅπερ λιθαζόμενος ὑπὲρ τῶν λιθαζόντων ηὔχετο, Κύριε, λέγων, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην; Διὰ τοῦτο ὁ διώκτης εὐαγγελιστὴς γέγονεν. Εὐθέως γὰρ μετὰ τὸν φόνον οὗτος μετεβάλλετο, ἐκείνου τῆς φωνῆς ἤκουσεν ὁ Θεός. Καὶ γὰρ ἄξιος ἦν ἀκούεσθαι Στέφανος καὶ διὰ τὴν ἀρετὴν Παύλου τὴν ἐσομένην, καὶ διὰ οἰκείαν ὁμολογίαν, Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Ἀκουέτωσαν ὅσοι ἐχθροὺς ἔχουσιν, ὅσοι πλεονεκτοῦνται. Κἂν γὰρ μυρία πάθῃς δεινὰ, οὐδέπω ἐλιθάσθης, καθάπερ ὁ Στέφανος. Καὶ ὅρα τί γίνεται. Ἐνεφράττετο μία πηγὴ ἡ τοῦ Στεφάνου, καὶ ἠνοίγετο ἑτέρα μυρίους ἀφιεῖσα ποταμούς. Ἐπειδὴ γὰρ ἐσίγησε τὸ στόμα Στεφάνου, ἤχησεν εὐθέως ἡ σάλπιγξ τοῦ Παύλου. Οὕτως οὐδέποτε ὁ Θεὸς εἰς τέλος ἐγκαταλιμπάνει τοὺς αὐτῷ προστρέχοντας, ἀλλὰ μείζονα ὧν ἀποστεροῦσιν οἱ ἐχθροὶ δίδωσιν αὐτὸς τὰ δῶρα. Οὐ γὰρ τοιοῦτον ἐξέβαλον ἀπὸ τῆς φάλαγγος στρατιώτην ἐκεῖνοι, οἷον ἀντεισήγαγεν ὁ Χριστός. Σαῦλος δὲ ἔτι. Καὶ ἄλλο τι δηλοῖ τὸ, Ἔτι, τοῦτο· οἷον, ὅτι ἔτι μαινόμενον, ἔτι ἀγριαίνοντα, ἔτι ἐν ἀκμῇ τοῦ θυμοῦ ὄντα, ἔτι τῷ φόνῳ ζέοντα ἐπεσπάσατο ὁ Χριστός. Οὐδὲ γὰρ ἀνέμεινε λῆξαι τὸ νόσημα, καὶ σβεσθῆναι τὸ πάθος, καὶ πραότερον γενέσθαι τὸν ἄγριον, καὶ οὕτως εἵλκυσεν· ἀλλ' ἐν αὐτῇ τῇ ἀκμῇ τῆς μανίας αὐτὸν ἐχειρώσατο, ἵνα δείξῃ τὴν ἑαυτοῦ δύναμιν, ὅτι ἐν μέσῃ τῇ βακχείᾳ τότε ἐκείνῃ ζέοντος ἔτι τοῦ θυμοῦ κρατεῖ καὶ περιγίνεται τοῦ διώκτου. Καὶ γὰρ ἰατρὸν τότε θαυμάζομεν μάλιστα, ὅταν δυνηθῇ τὸν πυρετὸν αἰρόμενον καὶ τὴν φλόγα τοῦ νοσήματος οὖσαν ἐν ἄκρᾳ σφοδρότητι κατασβέσαι καὶ παντελῶς ἀφανίσαι· ὃ καὶ ἐπὶ τοῦ Παύλου γέγονεν. Ἐν ἀκμῇ γὰρ αὐτὸν ὄντα τῆς φλογὸς, ὥσπερ τις δρόσος ἄνωθεν κατενεχθεῖσα, ἡ φωνὴ τοῦ Κυρίου τοῦ νοσήματος ἀπήλλαξε παντελῶς. Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, ἀφῆκε τὸ πλῆθος, καὶ τοῖς ἄρχουσι λοιπὸν ἐπεπήδα. Ὥσπερ γὰρ ὁ δένδρον βουλόμενος ἐκτεμεῖν, τοὺς κλάδους ἀφεὶς, κάτωθεν ἐκκόπτει τὴν ῥίζαν, οὕτω δὴ καὶ οὗτος ἐπὶ τοὺς μαθητὰς ἦλθε, τὴν ῥίζαν τοῦ κηρύγματος βουλόμενος ἀνελεῖν. Ἀλλὰ οὐκ ἦσαν ῥίζαι τοῦ κηρύγματος οἱ μαθηταὶ, ἀλλ' ὁ τῶν μαθητῶν Δεσπότης. Διὰ τοῦτο καὶ ἔλεγεν· Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Ἐκείνη δὲ ἀκαταγώνιστος ἡ ῥίζα. Διὰ τοῦτο ὅσῳ πλείονα ἐξέτεμνον κλήματα, τοσούτῳ καὶ πλείονα καὶ μείζονα πάλιν ἐβλάστανεν. Ἐξετμήθη γοῦν Στέφανος, καὶ ἀνεβλάστησε Παῦλος καὶ οἱ διὰ Παύλου πιστεύσαντες. Ἐγένετο δὲ, φησὶν, ἐν τῷ ἐγγίζειν αὐτὸν τῇ Δαμασκῷ, ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἐκ τοῦ οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἤκουσε φωνὴν λέγουσαν αὐτῷ, Σαῦλε, Σαῦλε, τί με διώκεις; Τίνος ἕνεκεν οὐχὶ πρῶτον ἡ φωνὴ ἠνέχθη, ἀλλὰ πρότερον φῶς αὐτὸν περιήστραψεν; Ἵνα μεθ' ἡσυχίας ἀκούσῃ τῆς φωνῆς. Ἐπειδὴ γὰρ ὁ πρός τι πρᾶγμα τεταμένος καὶ θυμοῦ πλήρης ὢν, κἂν μυρίοι καλῶσιν, οὐκ ἐπιστρέφεται, ὅλος τῆς προκειμένης ὑποθέσεως ὤν· ἵνα μὴ καὶ ἐπὶ Παύλου τοῦτο γένηται, καὶ μεθύων τῇ μανίᾳ τῶν γεγενημένων παραπέμψηται τὴν φωνὴν, ἢ μηδὲ ἀκούσῃ τὴν ἀρχὴν, τὴν διάνοιαν ἅπασαν πρὸς τὴν λεηλασίαν ἐκείνην ἔχων, πρότερον διὰ τοῦ φωτὸς πηρώσας αὐτοῦ τοὺς ὀφθαλμοὺς, καὶ τὸν θυμὸν καταστείλας, καὶ σβέσας ἅπαντα τῆς ψυχῆς τὸν θόρυβον, καὶ πολλὴν ἐν τῇ διανοίᾳ γαλήνην ποιήσας, οὕτω τὴν φωνὴν ἀφῆκεν, ἵνα κατενεχθείσης τῆς ἀλαζονείας σώφρονι τῷ λογισμῷ προσέχῃ τοῖς λεγομένοις λοιπόν. Σαῦλε, Σαῦλε, τί με διώκεις; Οὐ τοσοῦτον ἐγκαλοῦντός ἐστιν, ὅσον ἀπολογουμένου. Τί με διώκεις; Τί μικρὸν ἢ μέγα ἐγκαλεῖν ἔχων ἐμοί; τί παρ' ἐμοῦ ἠδικημένος; ὅτι τοὺς νεκροὺς ὑμῶν ἀνέστησα; ὅτι τοὺς λεπροὺς ἐκάθηρα; ὅτι τοὺς δαίμονας ἀπήλασα; Ἀλλὰ διὰ ταῦτα προσκυνεῖσθαί με, οὐχὶ διώκεσθαι ἔδει. Καὶ ἵνα μάθῃς, ὅτι τὸ, Τί με διώκεις; ἀπολογουμένου μᾶλλόν ἐστιν, ἄκουσον πῶς καὶ ὁ Πατὴρ αὐτοῦ πρὸς τοὺς Ἰουδαίους τούτῳ κέχρηται τῷ ῥήματι. Ὥσπερ γὰρ οὗτος λέγει, Σαῦλε, Σαῦλε, τί με διώκεις; οὕτω κἀκεῖνος πρὸς τοὺς Ἰουδαίους φησί· Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε; Σαῦλε, Σαῦλε, τί με διώκεις; Ἰδοὺ κεῖσαι πρηνὴς, ἰδοὺ δέδεσαι χωρὶς ἁλύσεως. Ὥσπερ οὖν ὅταν δεσπότης οἰκέτην πολλὰ περιφεύγοντα καὶ μυρία ἐργαζόμενον δεινὰ λαβὼν ὑπὸ χεῖρας, καὶ δήσας λέγοι πρὸς αὐτὸν δεδεμένον, Τί σοι βούλει ποιήσω νῦν; ἰδοὺ γέγονας ὑποχείριος· οὕτω καὶ ὁ Χριστὸς τὸν Παῦλον λαβὼν, ῥίψας πρηνῆ, καὶ ὁρῶν τρέμοντα καὶ δεδοικότα καὶ οὐδὲν ἐργάζεσθαι δυνάμενον, φησί· Σαῦλε, Σαῦλε, τί με διώκεις; Ποῦ οὖν ὁ θυμὸς ἐκεῖνος οἴχεται; ποῦ δὲ ἡ μανία; ποῦ δὲ ὁ ζῆλος ὁ ἄκαιρος; ποῦ τὰ δεσμὰ καὶ αἱ περιδρομαί; ποῦ δὲ ἡ ἀγριότης ἐκείνη; Ἀκίνητος μὲν ἔσῃ νῦν, καὶ οὐδὲ ἰδεῖν τὸν διωκόμενον δύνασαι· καὶ ὁ σπεύδων καὶ πανταχοῦ περιτρέχων, χειραγωγοῦ χρείαν ἔχεις νῦν. Διὰ γὰρ τοῦτο καὶ νῦν φησιν αὐτῷ, Τί με διώκεις; ἵνα μάθῃ ὅτι καὶ ἐν τῷ πρὸ τούτου χρόνῳ ἑκὼν αὐτῷ συνεχώρει· ὅτι οὔτε ἐκεῖνα ἀσθενείας ἦν, οὔτε ταῦτα ὠμότητος, ἀλλὰ καὶ ἐκεῖνα φιλανθρωπίας, καὶ ταῦτα κηδεμονίας. Τί οὖν ὁ Παῦλος, Τίς εἶ, Κύριε; Ἐπέγνω τὴν δεσποτείαν ἀπὸ τῆς συγχωρήσεως, ἔμαθε τὴν δύναμιν ἀπὸ τῆς τότε πηρώσεως, ὁμολογεῖ λοιπὸν τὴν ἐξουσίαν. Τίς εἶ, Κύριε; Εἶδες ψυχὴν εὐγνώμονα; εἶδες διάνοιαν ἐλευθερίας γέμουσαν; εἶδες συνειδὸς ἀδέκαστον; Οὐκ ἀντέτεινεν, οὐκ ἐφιλονείκησεν, ἀλλ' ἔγνω τὸν Δεσπότην εὐθέως. Οὐ καθάπερ Ἰουδαῖοι νεκροὺς ὁρῶντες ἀνισταμένους, πηροὺς ἀναβλέποντας, λεπροὺς καθαιρομένους, οὐ μόνον οὐ προσέτρεχον τῷ ταῦτα ποιοῦντι, ἀλλὰ καὶ πλάνον αὐτὸν ἐκάλουν, καὶ πάντα τρόπον ἐπιβουλῆς ἐκίνουν· ἀλλ' οὐχ ὁ Παῦλος οὕτως, ἀλλ' εὐθέως μετετίθετο. Τί οὖν ὁ Χριστός; Ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις. Καὶ διὰ τί μὴ εἶπεν, Ἐγώ εἰμι Ἰησοῦς ὁ ἀναστὰς, ἐγώ εἰμι Ἰησοῦς ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος, ἀλλ', Ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις; Ἵνα πλήξῃ αὐτοῦ τὴν διάνοιαν, ἵνα κατανύξῃ αὐτοῦ τὴν ψυχήν. Ἄκουσον γοῦν Παύλου μετὰ πολλοὺς τοὺς χρόνους καὶ μυρία κατορθώματα τοῦτο θρηνοῦντος· Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ἐλάχιστος πάντων τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν. Εἰ δὲ μετὰ μυρία κατορθώματα καὶ τοσούτους χρόνους τοῦτο ἐπένθει, τί εἰκὸς ἦν αὐτὸν παθεῖν κατὰ τὸν καιρὸν ἐκεῖνον, κατόρθωμα μὲν οὐδέπω οὐδὲν ἔχοντα, τὴν δὲ δίωξιν ἑαυτῷ συνειδότα, καὶ τῆς φωνῆς ἐκείνης ἀκούοντα;