Ancient Greek · ~20 min
ΕΠΙΤΙΜΗΣΙΣ Κατὰ τῶν ἀπολειφθέντων, παραίνεσις πρὸς τοὺς παρόντας, εἰς τὸ κήδεσθαι τῶν ἀδελφῶν, καὶ εἰς τὸ προοίμιον τῆς πρὸς Κορινθίους ἐπιστολῆς, «Παῦλος κλητὸς,» καὶ περὶ ταπεινοφροσύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De mutatione nominum (homiliae 1-4) 3.1-4
Not analysed yet
Ὅθεν σφόδρα θαῤῥῶ καὶ πεπίστευκα, ὅτι μετὰ πολλῆς τῆς προθυμίας ποιήσετε τὰ εἰρημένα· καὶ διὰ τοῦτο ἐνταῦθα ταύτην τὴν παραίνεσιν στήσας, ἐπὶ τὴν Παύλου τράπεζαν ὑμᾶς ἀγαγεῖν πειράσομαι. Παῦλος κλητὸς ἀπόστολος. Ταῦτα πολλάκις καὶ ὑμεῖς ἠκούσατε, καὶ ἡμεῖς ἀνέγνωμεν· ἀλλ' οὐκ ἀναγινώσκειν μόνον, ἀλλὰ καὶ ἐπιγινώσκειν χρὴ τὰ λεγόμενα· ἐπεὶ κέρδος οὐδὲν ἡμῖν ἔσται τῆς ἀναγνώσεως. Καὶ γὰρ θησαυρὸς ἄνωθεν πατούμενος οὐκ ἐνδείκνυται τὸν πλοῦτον, ἀλλὰ χρὴ διορύξαι πρῶτον αὐτὸν, καὶ καταβῆναι κάτω, καὶ οὕτως ἅπασαν τὴν εὐπορίαν εὑρεῖν· οὕτω καὶ ἐπὶ τῶν Γραφῶν· οὐκ ἀρκεῖ μόνον ἡ ἀνάγνωσις δεῖξαι τὸν τῶν ἀποκειμένων ἀγαθῶν θησαυρὸν, ἂν μὴ διερευνήσῃς τὸ βάθος. Εἰ ἤρκει ἀνάγνωσις, οὐκ ἂν εἶπεν ὁ Φίλιππος τῷ εὐνούχῳ, Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; εἰ ἤρκει ἡ ἀνάγνωσις, οὐκ ἂν εἶπεν ὁ Χριστὸς τοῖς Ἰουδαίοις, Ἐρευνᾶτε τὰς Γραφάς· ὁ δὲ ἐρευνῶν οὐ μέχρι τῆς ἐπιφανείας ἵσταται, ἀλλὰ πρὸς τὸ βάθος αὐτὸ καταβαίνει. Καὶ γὰρ πολὺ πέλαγος νοημάτων ἐν τοῖς προοιμίοις ὁρῶ. Ἐν μὲν γὰρ ταῖς βιωτικαῖς ἐπιστολαῖς αἱ προσρήσεις ἁπλῶς γίνονται, θεραπείαν ἐμφαίνουσαι μόνον· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ πολλῆς σοφίας γέμει τὸ προοίμιον. Οὐ γὰρ Παῦλός ἐστιν ὁ φθεγγόμενος, ἀλλ' ὁ κινῶν τὴν ἐκείνου ψυχὴν Χριστός. Παῦλος κλητός. Τὸ Παῦλος τοῦτο, ὄνομα μέν ἐστιν ἓν, καὶ ψιλὸν ὄνομα· τοσοῦτον δὲ ἔχει νοημάτων θησαυρὸν ἀποκείμενον, ὅσον διὰ τῆς πείρας ἔγνωτε. Εἰ γὰρ δὴ μέμνησθε, ἴστε ὅτι τρεῖς ἡμέρας ὁλοκλήρους ὑπὲρ τοῦ ὀνόματος τούτου διελέχθην μόνον, τὰς αἰτίας λέγων, δι' ἃς πρὸ τούτου Σαῦλος καλούμενος, μετὰ ταῦτα ἐκλήθη Παῦλος, καὶ τίνος ἕνεκεν οὐκ εὐθέως μεταστὰς πρὸς τὴν πίστιν, ἐδέξατο τὴν προσηγορίαν, ἀλλὰ μέχρι πολλοῦ διέμεινεν ἔχων τὸ ὄνομα, ὅπερ ἐξαρχῆς ἔθεντο οἱ γονεῖς· καὶ πολλὴν ἀπὸ τούτου τοῦ Θεοῦ σοφίαν καὶ κηδεμονίαν ἀνεδείκνυμεν, καὶ περὶ ἡμᾶς, καὶ περὶ τοὺς ἁγίους ἐκείνους γεγενημένην. Εἰ γὰρ ἄνθρωποι τοῖς αὑτῶν παιδίοις οὐχ ἁπλῶς ἐπιτιθέασι τὰ ὀνόματα, ἀλλὰ τὸ μὲν ἀπὸ τοῦ πατρὸς, τὸ δὲ ἀπὸ τοῦ πάππου, τὸ δὲ ἀφ' ἑτέρων προγόνων καλοῦντες· πολλῷ μᾶλλον ὁ Θεὸς τοῖς ἑαυτοῦ δούλοις οὐχ ἁπλῶς, οὐδὲ ἄνευ λόγου τινὸς τὰς προσηγορίας ἐπέθηκεν, ἀλλὰ μετὰ πλείονος σοφίας. Ἄνθρωποι μὲν γὰρ εἴς τε τιμὴν τῶν ἀπελθόντων, εἴς τε ἑαυτῶν παραμυθίαν πολλάκις τοῖς τῶν τετελευτηκότων ὀνόμασι τοὺς ἑαυτῶν υἱοὺς καλοῦσι, παραμυθίαν τινὰ τῆς τῶν κατοιχομένων τελευτῆς διὰ τῆς τῶν παίδων προσηγορίας ἐπινοοῦντες· ὁ δὲ Θεὸς ἀρετῆς ὑπόμνησιν καὶ διδασκαλίαν, ὥσπερ ἐν στήλῃ χαλκῇ, τῇ προσηγορίᾳ τῶν ἁγίων ἐναποτίθεται. Τὸν γοῦν Πέτρον ἀπὸ τῆς ἀρετῆς οὕτως ἐκάλεσε, τὴν ἀπόδειξιν τῆς περὶ τὴν πίστιν στεῤῥότητος ἐναποτιθέμενος αὐτοῦ τῷ ὀνόματι, ἵνα ἔχῃ διδάσκαλον διηνεκῆ, τὴν προσηγορίαν, τῆς τοιαύτης στεῤῥότητος. Τοῦτο καὶ τὸν Ἰωάννην καὶ τὸν Ἰάκωβον ἐκάλεσεν, ἀπὸ τῆς κατὰ τὸ κήρυγμα μεγαλοφωνίας. Ἀλλ' ἵνα μὴ πάλιν τὰ αὐτὰ λέγων διενοχλῶ, ταῦτα ἀφεὶς, ἐκεῖνο ἐρῶ, ὅτι καὶ αὐτὰ καθ' ἑαυτὰ λεγόμενα τὰ ὀνόματα τῶν ἁγίων, καὶ τοῖς φιλοθέοις εἰσὶν αἰδέσιμα, καὶ τοῖς ἁμαρτάνουσι φοβερά. Τὸν γοῦν Ὀνήσιμον δραπέτην καὶ κλέπτην γενόμενον, καὶ τῶν δεσποτικῶν ὑφελόμενόν τι χρημάτων, ὑποδεξάμενος ὁ Παῦλος καὶ μεταβαλὼν, καὶ οὕτω πρὸς τὴν ἱερὰν χειραγωγήσας μυσταγωγίαν· εἶτα μέλλων ἀποδιδόναι τῷ δεσπότῃ πάλιν, τοῦτο πρὸς αὐτὸν ἔγραφε· Διὸ πολλὴν ἐν Χριστῷ παῤῥησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον διὰ τὴν ἀγάπην, μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος ἐν Χριστῷ Ἰησοῦ. Ὁρᾷς ὅτι τρία ἐπέθηκε, τὰ δεσμὰ τὰ διὰ τὸν Χριστὸν, τὴν πολιτείαν τὴν ἀπὸ τῆς ἡλικίας, τὴν αἰδῶ τὴν ἀπὸ τῆς προσηγορίας; Ἐπειδὴ γὰρ εἷς ἦν ὁ παρακαλῶν, τριπλοῦν ἐφιλονείκησε ποιῆσαι τὸν ὑπὲρ Ὀνησίμου δεόμενον, τὸν πρεσβύτην. Ὁρᾷς ὅτι καὶ αὐτὰ τὰ ὀνόματα αἰδέσιμα τοῖς πιστοῖς ἐστι καὶ φιλόθεα; Εἰ γὰρ παιδίου φιλουμένου προσηγορία ὀνομασθεῖσα πολλάκις καὶ μὴ βουλόμενον τὸν πατέρα ἔπεισε δοῦναι τὴν χάριν διὰ τὸ πρὸς τὸ ὄνομα φίλτρον, πολλῷ μᾶλλον ἐπὶ τῶν ἁγίων συμβαίνειν τοῦτο εἰκὸς ἦν. Ὅτι δὲ καὶ τοῖς ἁμαρτάνουσι φοβερὰ ἦν, καθάπερ παιδίοις ῥᾳθυμοῦσι τὰ τῶν διδασκάλων ὀνόματα, ἄκουσον πῶς Γαλάταις ἐπιστέλλων αὐτὸ τοῦτο ᾐνίξατο. Ἐπειδὴ γὰρ εἰς ἀσθένειαν ἀπέκλιναν Ἰουδαϊκὴν, καὶ περὶ τὴν πίστιν αὐτὴν ἐκινδύνευον, βουλόμενος αὐτοὺς ἀναστῆσαι καὶ πεῖσαι μηδὲν Ἰουδαϊκὸν ἐπεισάγειν τῇ τοῦ Εὐαγγελίου διδασκαλίᾳ, οὕτως ἔγραφεν· Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Εἶπες, Ἐγώ· τίνος ἕνεκεν προστιθεὶς τὸ ὄνομα; τὸ γὰρ, Ἐγὼ, οὐκ ἦν ἱκανὸν δηλῶσαι τὸν γράφοντα; Ἀλλ' ἵνα μάθῃς ὅτι καὶ αὐτὴ ἡ τοῦ ὀνόματος παρενθήκη ἱκανὴ τῶν ἀκουόντων καθάψασθαι, διὰ τοῦτο προστίθησι τὴν προσηγορίαν, εἰς ὑπόμνησιν αὐτοὺς ἄγων τοῦ διδασκάλου. Καὶ ἡμεῖς δὲ τὸ αὐτὸ τοῦτο πάσχομεν· ὅταν γὰρ ἀναμνησθῶμεν τῶν ἁγίων, κἂν ἐν ῥᾳθυμίᾳ ὦμεν, διανιστάμεθα, κἂν ἐν καταφρονήσει, φοβούμεθα. Παῦλον γοῦν τὸν ἀπόστολον ὅταν ἀκούσω ἐγὼ, ἐννοῶ τὸν ἐν θλίψεσι, τὸν ἐν στενοχωρίαις, τὸν ἐν πληγαῖς, τὸν ἐν φυλακαῖς, τὸν ἐν τῷ βυθῷ νυχθήμερον γενόμενον, τὸν εἰς τρίτον ἁρπαγέντα οὐρανὸν, τὸν ἐν τῷ παραδείσῳ τὰ ἄῤῥητα ῥήματα ἀκούσαντα, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν νυμφαγωγὸν τοῦ Χριστοῦ, τὸν εὐξάμενον ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν. Καὶ καθάπερ σειρά τις χρυσῆ, τῶν κατορθωμάτων ὁ ὁρμαθὸς μετὰ τῆς τοῦ ὀνόματος μνήμης τοῖς μετὰ ἀκριβείας προσέχουσιν ἐπεισέρχεται· καὶ οὐ μικρὸν ἡμῖν ἀπὸ τούτου γίνεται κέρδος.