Ancient Greek · ~18 min
Ἀναγνωσθείσης περικοπῆς, «Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου,» πάντων προσδοκώντων εἰς τὴν ἀρχὴν τοῦ θʹ τῶν Πράξεων τὴν ὁμιλίαν λεχθήσεσθαι, ὅτι ἀναστάσεως ἀπόδειξις ἡ Παύλου κλῆσις.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De mutatione nominum (homiliae 1-4) 6.1
Not analysed yet
Βούλει μαθεῖν πῶς αὐτὸν μετέστησε; πῶς αὐτὸν ᾠκειώσατο; πῶς αὐτὸν ἐπεσπάσατο; πῶς εἰς τοὺς πρώτους τῶν φίλων κατέλεξεν; Οὐδενὶ τῶν ἀνθρώπων τοσαῦτα ἐθάῤῥησεν εἰπεῖν ἀπόῤῥητα, ὅσα τῷ Παύλῳ. Καὶ πόθεν τοῦτο δῆλον; Ἤκουσα ἄῤῥητα ῥήματα, φησὶν, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Εἶδες, ὁ ἐχθρὸς, ὁ πολέμιος πόσην εὔνοιαν ἐπεδείξατο; Διὰ τοῦτο ἀναγκαῖον καὶ τὸν πρότερον βίον αὐτοῦ εἰπεῖν· καὶ γὰρ τὴν τοῦ Θεοῦ δείκνυσιν ἡμῖν φιλανθρωπίαν καὶ δύναμιν· φιλανθρωπίαν μὲν, ὅτι ἐβουλήθη τὸν τοσαῦτα κακὰ ἐργασάμενον σῶσαι, καὶ πρὸς ἑαυτὸν ἐπισπάσασθαι· δύναμιν δὲ, ὅτι βουληθεὶς ἴσχυσε. Καὶ τὴν Παύλου δὲ τοῦτο δείκνυσι ψυχὴν, ὅτι οὐδὲν πρὸς φιλονεικίαν ἐποίει, οὐδὲ ἀνθρωπίνῃ προκατειλημμένος δόξῃ, καθάπερ οἱ Ἰουδαῖοι· ἀλλὰ ζήλῳ πεπυρωμένος, οὐκ ὀρθῷ μὲν, ζήλῳ δὲ ὅμως· ὅπερ καὶ αὐτὸς ἐβόα λέγων, ὅτι Διὰ τοῦτο ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἐκπληττόμενος ἔλεγεν· Ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς τὴν ἅπασαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν δὲ τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον· καὶ ἀλλαχοῦ πάλιν ἔλεγεν, ὅτι Τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ μάλιστα ἔδειξεν εἰς ἡμᾶς τοὺς πιστεύοντας. Εἶδες πῶς καὶ τὴν φιλανθρωπίαν ἔδειξε τοῦ Θεοῦ, καὶ τὴν δύναμιν, καὶ τὸ τῆς ἑαυτοῦ γνώμης ἀδέκαστον ὁ πρότερος Παύλου βίος; Τοῦτο γοῦν Γαλάταις γράφων εἰς ἀπόδειξιν παρήγαγε, τοῦ μὴ δι' ἀνθρώπους μεταβαλέσθαι, ἀλλὰ θείᾳ μετενενῆχθαι δυνάμει. Εἰ γὰρ ἀνθρώποις, φησὶν, ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Καὶ πόθεν δῆλον ὅτι οὐκ ἀνθρώποις ἀρέσκων, πρὸς τὸ κήρυγμα μετέστης; Ἠκούσατε, φησὶ, τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ ἰουδαϊσμῷ, ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν. Οὐκ ἂν δὲ, εἰ ἀνθρώποις ἀρέσκειν ἤθελε, μετέθετο πρὸς τὴν πίστιν. Διὰ τί; Ἐτιμᾶτο παρὰ Ἰουδαίοις, καὶ ἀδείας ἀπήλαυε πολλῆς, καὶ προεδρίας ἠξιοῦτο· οὐκ ἂν οὖν πρὸς ἐπικίνδυνον μετέστη βίον τὸν τῶν ἀποστόλων, τὸν δυσφημίας γέμοντα, τὸν συμφορῶν ἐμπεπλησμένον· ὥστε αὐτὴν (sic) ἀθρόᾳ μεταβολῇ καὶ μεταστάσει, καὶ τὸ καταλιπεῖν μὲν τὴν παρὰ Ἰουδαίοις τιμὴν καὶ τὸν ἀπόλεμον βίον, ἀνταλλάξασθαι δὲ τὴν τῶν ἀποστόλων ζωὴν, τὴν μυρίους ἔχουσαν θανάτους, μεγίστη γέγονεν ἀπόδειξις τοῦ μὴ δι' ἀνθρωπίνην τινὰ πρόφασιν μετατεθῆναι τὸν Παῦλον. Διὰ τοῦτο καὶ ἡμεῖς ἐβουλήθημεν τὸν πρότερον αὐτοῦ βίον εἰς μέσον ἀγαγεῖν, καὶ δεῖξαι τὸν πεπυρωμένον ζῆλον τὸν κατὰ τῆς Ἐκκλησίας, ἵν', ὅταν ἴδῃς τὴν πολλὴν προθυμίαν τὴν ὑπὲρ τῆς Ἐκκλησίας, θαυμάσῃς τὸν ποιοῦντα πάντα καὶ μετασκευάζοντα Θεόν. Διὰ τοῦτο καὶ ὁ μαθητὴς ὁ Παύλου τὰ πρότερα ἡμῖν μετ' ἀκριβείας διηγήσατο, καὶ πολλῆς ἐμφάσεως, οὕτως εἰπών· Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου. Ἐβουλόμην μὲν οὖν καὶ αὐτὸς ἄρξασθαι τοῦ προοιμίου σήμερον, ἐβουλόμην ἐμβαλεῖν εἰς τὴν ἀρχὴν τοῦ διηγήματος, ἀλλ' ὁρῶ πέλαγος νοημάτων ἀπὸ τοῦ ὀνόματος μόνον. Ἐννόησον γὰρ ὅσον εὐθέως ἡμῖν κινεῖ ζήτημα, τὸ, Σαῦλος, τοῦτο· ἐν γὰρ ταῖς Ἐπιστολαῖς ἕτερον ὄνομα ὁρῶ κείμενον· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος· Παῦλος καὶ Σωσθένης· Παῦλος κλητὸς ἀπόστολος· Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑμῖν· νυνὶ δὲ ὡς Παῦλος, καὶ πανταχοῦ Παῦλος καλεῖται, ἀλλ' οὐχὶ Σαῦλος λέγεται. Τίνος οὖν ἕνεκεν πρὸ τούτου μὲν Σαῦλος, μετὰ δὲ ταῦτα Παῦλος ἐκλήθη; Οὐκ ἔστι ψιλὸν τὸ ζήτημα· καὶ γὰρ Πέτρος εὐθέως ἐπιτρέχει· καὶ γὰρ κἀκεῖνος πρὸ τούτου μὲν Σίμων ἐλέγετο, μετὰ δὲ ταῦτα ὠνομάσθη Κηφᾶς· καὶ υἱοὶ Ζεβεδαίου, Ἰάκωβος καὶ Ἰωάννης, Υἱοὶ βροντῆς μετωνομάσθησαν. Καὶ οὐκ ἐν τῇ Καινῇ δὲ μόνον, ἀλλὰ καὶ ἐν τῇ Παλαιᾷ εὑρίσκομεν τὸν Ἀβραὰμ πρὸ τούτου μὲν Ἀβρὰμ λεγόμενον, μετὰ ταῦτα δὲ Ἀβραάμ· καὶ τὸν Ἰακὼβ νῦν μὲν Ἰακὼβ λεγόμενον, μετὰ δὲ ταῦτα Ἰσραήλ· καὶ τὴν Σάῤῥαν πρὸ τούτου Σάραν λεγομένην, μετὰ δὲ ταῦτα Σάῤῥαν· καὶ πολλὴν ἡμῖν τῶν ὀνομάτων ἡ μετάθεσις παρέχει τὴν ζήτησιν· καὶ δέδοικα μὴ, πολλὰ ῥεύματα ποταμῶν ἐξαίφνης ἀφεὶς, ἀποπνίξω τῆς διδασκαλίας τὸν λόγον. Καθάπερ γὰρ ἐν χωρίῳ νοτίδα ἔχοντι, ὅπουπερ ἂν διασκάψῃ τις, πηγαὶ πανταχόθεν ἐκπηδῶσιν· οὕτω καὶ ἐν τῷ χωρίῳ τῶν θείων Γραφῶν, ὅπουπερ ἂν διανοίξῃς, ποταμοὺς ἐξιόντας ὄψει πολλοὺς, ὅθεν καὶ πάντας αὐτοὺς ἀθρόον ἀφεῖναι τήμερον δέος ἐστὶν οὐ μικρόν. Διόπερ τὸν ἡμέτερον ἀποφράξας ῥύακα, παραπέμψω τὴν ὑμετέραν ἀγάπην πρὸς τὴν ἱερὰν πηγὴν τῶν προέδρων τούτων καὶ διδασκάλων τὴν καθαρὰν ταύτην καὶ πότιμον καὶ γλυκὺν, νᾶμα τὸ ἐξ αὐτῆς ἐξερχόμενον τῆς πέτρας τῆς νοητῆς. Παρασκευάσωμεν τοίνυν τὴν διάνοιαν πρὸς ὑποδοχὴν τῆς διδασκαλίας, ἀρύσασθαι τὰ πνευματικὰ νάματα, ἵνα γένηται ἐν ἡμῖν πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.