Ancient Greek · ~40 min
ΛΟΓΟΣ ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ καὶ κατανύξεως, καὶ ὅτι ταχὺς ὁ Θεὸς εἰς σωτηρίαν καὶ βραδὺς εἰς τιμωρίαν· ἐν ᾧ καὶ περὶ τῆς Ῥαὰθ παράδοξος ἱστορία.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (homiliae 1-9) 2.1-6
Not analysed yet
Καθ' ὅλων οὖν τῶν πραγμάτων ταύτην ἐκλάμβανε τὴν θεωρίαν. Διὰ τοῦτο μακροθυμεῖ τοῖς Αἰγυπτίοις ἀνύποιστα βλασφημοῦσι, διὰ τὰς νῦν ἀνθούσας Ἐκκλησίας ἐν Αἰγύπτῳ, διὰ τὰ μοναστήρια καὶ τοὺς ἀγγελικὸν ἐπανῃρημένους βίον. Καὶ γὰρ, ὥς φασιν οἱ τῶν νόμων τῶν κοινῶν ἔμπειροι, καὶ ὡς οἱ Ῥωμαίων παρακελεύονται νόμοι, τὴν κυοφοροῦσαν, εἴ ποτε περιπέσοι πταίσματι θανάτου δίκην ἐπάγοντι, μὴ πρότερον ἀναιρεῖσθαι, πρὶν ἂν τέκῃ τὸ κυοφορούμενον· καὶ μάλα εἰκότως· οὐ γὰρ ἐδικαίωσαν οἱ καλῶς τεθεικότες τοὺς νόμους συναφανισθῆναι τὸ ἀναμάρτητον τῇ ἁμαρτησάσῃ. Εἰ δὲ οἱ ἀνθρώπινοι νόμοι φείδονται τῶν μηδὲν ἡμαρτηκότων, ὁ Θεὸς οὐ πολλῷ μᾶλλον εἰκότως φυλάξει τὴν ῥίζαν, τοῖς καρποῖς ταμιευόμενος τὴν ἐκ τῆς μετανοίας εὐεργεσίαν; Λάβε μοι λοιπὸν καὶ ἐπ' αὐτῶν τῶν ἁμαρτανόντων τὴν ἐκ μετανοίας εὐεργεσίαν· καὶ γὰρ καὶ ἐπὶ τούτων ὁ αὐτὸς τῆς φιλανθρωπίας ἀποδίδοται λόγος. Εἰ προελάμβανεν ἡ δίκη τὴν διόρθωσιν, ὁ κόσμος παντελῶς ἀπώλλυτο καὶ διεφθείρετο· εἰ ὀξὺς ἦν πρὸς τιμωρίαν ὁ Θεὸς, οὐκ ἂν ἐκτήσατο Παῦλον ἡ Ἐκκλησία, οὐκ ἐδέχετο τὸν τοιοῦτον καὶ τηλικοῦτον. Διὰ τοῦτο οὖν ὑπερέθετο βλασφημοῦντα, ἵνα δείξῃ μετανοοῦντα. Ἡ τοῦ Θεοῦ μακροθυμία τὸν διώκτην ἐποίησε κήρυκα· ἡ τοῦ Θεοῦ μακροθυμία τὸν λύκον μετέβαλεν εἰς ποιμένα· ἡ τοῦ Θεοῦ μακροθυμία τὸν τελώνην ἐποίησεν εὐαγγελιστήν· ἡ τοῦ Θεοῦ μακροθυμία πάντας ἡμᾶς ἠλέησε, πάντας μετέβαλε, πάντας μετέστρεψεν. Ἐὰν ἴδῃς τόν ποτε μέθυσον, νηστευτὴν, ἐὰν ἴδῃς τόν ποτε βλάσφημον, θεολόγον, ἐὰν ἴδῃς τόν ποτε αἰσχραῖς ᾠδαῖς τὸ στόμα μολύναντα, νῦν τοῖς θείοις ὕμνοις τὴν ψυχὴν καθαίροντα, θαύμαζε τὴν μακροθυμίαν τοῦ Θεοῦ, καὶ ἐπαίνει τὴν μετάνοιαν, καὶ ἐκ τῆς ἀλλοιώσεως λέγε ἀναλαβών· Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Ἀγαθὸς μὲν ὁ Θεὸς πρὸς πάντας, ἐξαιρέτως δὲ τὴν ἑαυτοῦ μακροθυμίαν ἐνδείκνυται πρὸς τοὺς ἁμαρτάνοντας. Καὶ εἰ βούλει ξένον ἐπακοῦσαι λόγον, ξένον μὲν ὅσον εἰς συνήθειαν, ἀληθινὸν δὲ ὅσον εἰς εὐσέβειαν, ἄκουσον. Βαρὺς ὁ Θεὸς πανταχοῦ φαίνεται τοῖς δικαίοις, χρηστὸς δὲ τοῖς ἁμαρτωλοῖς, καὶ ταχὺς εἰς φιλανθρωπίαν· τὸν ἁμαρτάνοντα καὶ πεσόντα διανίστησι, καί φησι πρὸς αὐτόν· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; καὶ Ἱνατί ἀπέστρεψεν ἀποστροφὴν ἀναιδῆ ἡ ἀσύνετος θυγάτηρ Ἰούδα; καὶ πάλιν· Ἐπιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς. Καὶ ἑτέρωθι δὲ ὅρκῳ βεβαιοῖ τὴν ἐκ μετανοίας σωτηρίαν διὰ πολλὴν φιλανθρωπίαν. Ζῶ γὰρ ἐγὼ, λέγει Κύριος· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Πρὸς δὲ τὸν δίκαιον λέγει· Ἐὰν ποιήσῃ ἄνθρωπος πᾶσαν δικαιοσύνην καὶ πᾶσαν ἀλήθειαν, καὶ στραφεὶς ἁμάρτῃ, οὐ μὴ μνησθῶ τῆς δικαιοσύνης αὐτοῦ, ἀλλ' ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται. Ὢ πολλῆς ἀκριβείας τῆς πρὸς τὸν δίκαιον. ὢ πολλῆς δαψιλείας τῆς πρὸς τὸν ἁμαρτάνοντα. Οὕτω δὲ ποικίλως καὶ διαφόρως μηχανᾶται, οὐκ αὐτὸς μεταβαλλόμενος, ἀλλὰ χρησίμως μερίζων τῆς ἀγαθότητος αὐτοῦ τὰς οἰκονομίας· καὶ ὅπως, ἄκουε. Τὸν ἁμαρτωλὸν καὶ ἐμμένοντα ταῖς ἁμαρτίαις, ἐὰν φοβήσῃ, εἰς ἀπόγνωσιν αὐτὸν καὶ ἀπαγόρευσιν τῆς ἐλπίδος φέρει· τὸν δὲ δίκαιον ἐὰν μακαρίσῃ, χαυνοῖ τῆς ἀρετῆς αὐτοῦ τὸν τόνον, καὶ ὡς ἤδη μακαρισθέντα, ἀμελεῖν αὐτὸν τῆς σπουδῆς παρασκευάζει. Διὰ τοῦτο τὸν μὲν ἁμαρτωλὸν ἐλεεῖ, τὸν δὲ δίκαιον φοβεῖ· Φοβερὸς γὰρ ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ· καὶ, Χρηστὸς Κύριος τοῖς σύμπασι. Φοβερὸς, φησὶν, ἐστὶν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ· καὶ τίνες ἂν εἶεν, ἀλλ' ἢ οἱ ἅγιοι; Ὁ Θεὸς γὰρ, φησὶν ὁ Δαυῒδ, ὁ ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. Ἐὰν ἴδῃ πεσόντα, ἐκτείνει χεῖρα φιλανθρωπίας· ἐὰν ἴδῃ ἑστῶτα, ἐπάγει φόβον· καὶ τοῦτο δικαιοσύνης καὶ δικαιοκρισίας. Τὸν μὲν γὰρ δίκαιον τῷ φόβῳ στηρίζει, τὸν δὲ ἁμαρτωλὸν τῇ φιλανθρωπίᾳ διεγείρει. Καὶ θέλεις αὐτοῦ γνῶναι τὴν εὔκαιρον ἀγαθότητα καὶ τὴν εὔχρηστον καὶ ἁρμόζουσαν ἡμῖν ἀποτομίαν; Πρόσεχε ἀκριβῶς, μή σε διαφύγῃ τῆς θεωρίας τὸ μέγεθος· ἡ ἁμαρτωλὸς ἐκείνη γυνὴ ἡ μεμαρτυρημένη ἐπὶ πάσῃ ἁμαρτίᾳ καὶ ἀνομίᾳ, ἡ τοσαῦτα ἁμαρτήσασα, καὶ τοσούτοις ἁμαρτιῶν ἔργοις ἐνεχομένη, διψήσασα τὴν ἐκ μετανοίας σωτηρίαν ὑπεισῆλθε τῷ συμποσίῳ τῶν ἁγίων· καλῶ δὲ συμπόσιον ἁγίων, ἐπειδὴ παρῆν ὁ Ἅγιος τῶν ἁγίων. Τοῦ γὰρ Σωτῆρος κατακεκλιμένου ἐν τῷ οἴκῳ Σίμωνος τοῦ Φαρισαίου, ὑπεισῆλθεν ἡ γυνὴ ἡ ἁμαρτωλὸς ἐκείνη, καὶ τῶν ποδῶν ἥπτετο τοῦ Σωτῆρος, καὶ τοῖς δάκρυσιν ἀπέπλυνεν αὐτοῦ τοὺς πόδας, καὶ ταῖς θριξὶν ἐξέματτε· καὶ τὴν τοσούτοις κεχωσμένην ἁμαρτήμασι διανίστησιν ὁ φιλάνθρωπος, λέγων· Ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι. Οὐ γὰρ πρόκειταί μοι νῦν ἐξετάσαι πᾶσαν τὴν ἱστορίαν, ἀλλὰ μόνην παραγαγεῖν τὴν μαρτυρίαν. Ὅρα τοίνυν τὴν δαψίλειαν· Οὗ χάριν λέγω σοι, ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαὶ, ὅτι πολὺ ἠγάπησε. Τοσούτων οὖν ἁμαρτημάτων ἀμνηστίαν ἐκομίσατο ἡ ἁμαρτωλὸς γυνή. Καὶ Μαρία δὲ, ἡ ἀδελφὴ Μωϋσέως, διὰ μικρὸν γογγυσμὸν λέπρᾳ καταδικάζεται. Τοῖς ἁμαρτάνουσι λέγει· Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς κόκκινον, ὡς χιόνα λευκανῶ· καὶ μεταβάλλει τὸ σκότος εἰς φῶς, τῇ μεταβολῇ τῆς μετανοίας, καὶ τοσαύτην κακῶν ἀφθονίαν διαλύει τῇ φωνῇ τῆς ἀγαθότητος· πρὸς δὲ τὸν ἐν δικαιοσύνῃ βαδίζοντά φησιν· Ὃς ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχός ἐστι τῇ γεέννῃ τοῦ πυρός. Ἑνὶ ῥήματι τοσαύτην ἐπέθηκεν ἀκρίβειαν, καὶ τοσούτοις ἁμαρτήμασι τοσαύτην μετρεῖ τὴν ἀφθονίαν. Καὶ ἕτερόν μοι σκόπησον θαυμαστόν. Ἐπειδὴ τὰ ἁμαρτήματα ὡς ὀφλήματα ἀναγράφεται, τοῖς μὲν ἁμαρτωλοῖς καὶ τὸ κεφάλαιον συγχωρεῖ μετανοοῦσι· παρὰ δὲ τῶν δικαίων καὶ τόκους ἀπαιτεῖ. Προσῆλθεν αὐτῷ χρεωφειλέτης πολλῶν ταλάντων, καὶ ὡς τῇ μετανοίᾳ καὶ τῇ πολλῇ ἱκεσίᾳ ἐδυσώπησε τὴν δίκην, καὶ εἶπε· Κύριε, μακροθύμησον ἐπ' ἐμοὶ, καὶ πάντα ἀποδώσω. Οὐκ ἀνέμεινε τὴν ἀπόδοσιν ὁ φιλάνθρωπος, ἀλλὰ τὴν ἐξομολόγησιν λύσιν ἐποίησε τοῦ ὀφλήματος· τῷ ὀφειλέτῃ τῶν μυρίων ταλάντων πάντα συνεχώρησε καὶ αὐτὸ τὸ κεφάλαιον. Παρὰ δὲ τῶν δικαίων ἐπαγγέλλεται καὶ τόκους ἀπαιτεῖν· Διὰ τί γὰρ οὐκ ἐδώκατε τὸ ἀργύριόν μου τοῖς τραπεζίταις· κἀγὼ ἐλθὼν σὺν τόκοις ἀπῄτησα; Ταῦτα λέγω, οὐχ ὡς τοῦ Θεοῦ πρὸς τοὺς δικαίους ἀπεχθῶς διακειμένου· οὐδὲν γὰρ τῷ Θεῷ τοῦ δικαίου ποθεινότερον· ἀλλ', ὡς ἔφθην εἰπὼν, παραμυθεῖται τὸν ἁμαρτωλὸν, ἵνα διεγείρῃ· φοβεῖ καὶ τὸν δίκαιον, ἵνα στηρίξῃ· καὶ τοῖς μὲν τὰ πολλὰ συγχωρεῖ πλημμελήματα ὡς ἐχθροῖς καὶ πεφυσιωμένοις, τοῖς δὲ καὶ περὶ τῶν τυχόντων ἀκριβολογεῖται, μηδὲν αὐτοῖς ἐλλιπὲς εἶναι βουλόμενος εἰς ἀκρότητα. Ὃ γάρ ἐστιν ἐν τῷ κόσμῳ τούτῳ πλούσιος, τοῦτο τῷ Θεῷ δίκαιος· καὶ ὅ ἐστιν ἐν τῷ κόσμῳ πένης, τοῦτο τῷ Θεῷ ἁμαρτωλός· οὐδὲν πτωχότερον τοῦ ἁμαρτάνοντος, καὶ οὐδὲν πλουσιώτερον τοῦ δικαιοπραγοῦντος. Διὰ τοῦτο περὶ μὲν τῶν ἐν εὐσεβείᾳ καὶ εὐθηνίᾳ διαγόντων φησὶν ὁ Παῦλος· Εὐχαριστῶ τῷ Θεῷ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. Περὶ δὲ τῶν ἀσεβούντων ὁ μακάριος Ἱερεμίας λέγει· Ἴσως πτωχοί εἰσι, διὰ τοῦτο οὐκ ἠδύναντο ἀκούειν λόγον Κυρίου. Ὁρᾷς ὅπως πτωχοὺς καλεῖ τοὺς ἀπεσχοινισμένους τῆς εὐσεβείας, Ὡς πτωχοὺς τοίνυν τοὺς ἁμαρτάνοντας ἐλεεῖ, καὶ ὡς πλουσίους τοὺς δικαιοπραγοῦντας ἀπαιτεῖ, τοῖς μὲν διὰ τὴν πενίαν χαριζόμενος, τοῖς δὲ διὰ τὸν τῆς εὐσεβείας πλοῦτον μετὰ πολλῆς ἀκριβείας τοὺς λόγους εἰσπραττόμενος. Ὃ δὲ ποιεῖ ἐπὶ δικαίων καὶ ἁμαρτωλῶν, τοῦτο ποιεῖ καὶ ἐπὶ πλουσίων καὶ πενήτων· καὶ ὥσπερ τὸν ἁμαρτάνοντα ἐγείρει διὰ φιλανθρωπίαν, τὸν δὲ δίκαιον φοβεῖ διὰ τῆς ἀποτομίας· οὕτω καὶ ἐν τοῖς κοσμικοῖς πράγμασιν διατίθησι τὴν ἑαυτοῦ οἰκονομίαν. Ἐὰν ἴδῃ δυναστὰς ἀξιώμασιν ὑπερλάμποντας, βασιλεῖς, ἄρχοντας, πάντας τοὺς ἐν πλούτῳ διαπρέποντας· τούτοις διαλέγεται μετὰ φόβου, καὶ ἐπιτίθησι χρησίμως τῇ δυναστείᾳ τὸν φόβον· Καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν· δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ· ὅτι Βασιλεύς ἐστι τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων. Ὅπου ἀρχὴ δυναστείας, ἐπιτίθησι τὸν φόβον τῆς αὐτοῦ βασιλείας· ὅπου ταπείνωσις εὐτελείας, προσφέρει τὸ φάρμακον τῆς ἑαυτοῦ φιλανθρωπίας. Ὁ γὰρ Θεὸς οὗτος μέγας βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων· οὗτος αὐτὸς, πάλιν ὑποβαίνων τῆς ἑαυτοῦ ἀξίας, εὑρίσκεται κατὰ τὴν ἁγίαν Γραφὴν πατὴρ ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν, βασιλέων βασιλεὺς, ἀρχόντων ἄρχων, κυριευόντων Κύριος. Ὁρᾷς πολλὴν ἀφθονίαν φιλανθρωπίας; ὁρᾷς χρήσιμον τὸν φόβον τῆς εὐσεβείας καὶ τῆς ἐξουσίας; Ὅπου μὲν γὰρ εἶδεν ἀρκοῦσαν τὴν ἐξουσίαν εἰς παραμυθίαν, ἐπέθηκε τὸν φόβον εἰς ὠφέλειαν· ὅπου δὲ εἶδε παραλελυμένην τῇ εὐτελείᾳ τὴν ὀρφανίαν, καὶ τὴν πτωχείαν τῇ ἀτονίᾳ τῆς χηρείας, προσήγαγε τὴν φιλανθρωπίαν εἰς παραμυθίαν. Ἐγὼ πατὴρ τῶν ὀρφανῶν. Δύο ποιεῖ, καὶ τὴν φιλανθρωπίαν δείκνυσι, καὶ τὴν δυναστείαν κολάζει. Καλεῖ ἑαυτὸν πατέρα τῶν ὀρφανῶν, ἵνα καὶ τοὺς ἐν συμφορᾷ παραμυθήσηται, καὶ τοὺς ἐν δυναστείᾳ καταπλήξῃ, ὥστε μὴ ἐπηρεάζειν ὀρφανοῖς τε καὶ χήραις· ἐπειδὴ ὁ θάνατος ἐγύμνωσε τὸν μὲν τοῦ πατρὸς, τὴν δὲ ἐστέρησε τοῦ ἀνδρὸς, καὶ οὓς διέφθειρεν ὁ τῆς φύσεως νόμος, ἀνεκαίνισεν ὁ τῆς φιλανθρωπίας ὅρος· καὶ ἡ αὐτὴ χάρις τῇ μὲν ἔδωκε τὸν κριτὴν, τῷ δὲ ὀρφανῷ πατέρα, τὸν βασιλέα τῶν ἁγίων. Ὥστε, φησὶν, ὦ ἄδικε, ἐὰν χήραις ἐπηρεάζῃς, τὸν τῶν χηρῶν προνοητὴν παροξύνεις· ἐὰν ὀρφανοὺς ἀδικῇς, υἱοὺς ἀδικεῖς Θεοῦ. Ἐγώ εἰμι ὁ πατὴρ τῶν ὀρφανῶν, καὶ κριτὴς τῶν χηρῶν· τίς δὲ οὕτω τολμηρὸς πρὸς ἀσέβειαν, ὥστε υἱοὺς ἀδικεῖν Θεοῦ, καὶ ταῖς ὑπὸ τοῦ Θεοῦ προνοουμέναις χήραις ἐπηρεάζειν; Ὁρᾷς πῶς χρησίμως κατασκευάζει τὰ φάρμακα τῆς εὐσεβείας, καὶ τοὺς μὲν φοβεῖ, τοὺς δὲ ἐλεεῖ, οὐκ αὐτὸς μεριζόμενος, πρὸς δὲ τὰς γνώμας τῶν ἀνθρώπων ἁρμοζόμενος; Προσάγωμεν τοίνυν ἑαυτοῖς, ἀδελφοὶ, φάρμακον εἰς σωτηρίαν τὴν μετάνοιαν· μᾶλλον δὲ δεξώμεθα παρὰ τοῦ Θεοῦ τὴν μετάνοιαν ἰατρεύουσαν ἡμᾶς. Οὐ γὰρ ἡμεῖς αὐτῷ ταύτην προσάγομεν, ἀλλ' αὐτὸς ἡμῖν ταύτην ἐχορήγησεν. Ὁρᾷς αὐτοῦ τὴν ἀκρίβειαν τὴν ἐν τῷ νόμῳ; ὁρᾷς τὴν φιλανθρωπίαν αὐτοῦ τὴν ἐν τῇ χάριτι; Ὅταν δὲ εἴπω τὴν ἀκρίβειαν τὴν ἐν τῷ νόμῳ, οὐ διαβάλλω κρίσιν, ἀλλὰ τῆς εὐαγγελικῆς χάριτος κηρύττω τὴν φιλανθρωπίαν· ὅτι ὁ μὲν νόμος ἀπαραιτήτως ἐκόλαζε τοὺς ἁμαρτάνοντας, ἡ δὲ χάρις μετὰ πολλῆς μακροθυμίας ὑπερτίθεται τὴν τιμωρίαν, ἵνα ἐπαγάγῃ τὴν διόρθωσιν. Δεξώμεθα τοίνυν μετάνοιαν, ἀδελφοὶ, φάρμακον εἰς σωτηρίαν, δεξώμεθα φάρμακον ἐξαλεῖφον ἡμῶν τὰ πταίσματα. Μετάνοια δέ ἐστιν, οὐχ ἡ λόγῳ κηρυττομένη, ἀλλ' ἡ πράγμασι βεβαιουμένη· μετάνοια ἡ ἐξ αὐτῆς τῆς καρδίας ἐξαλείφουσα τὸν ῥύπον τῆς ἀσεβείας. Λούσασθε γὰρ, φησὶ, καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν καρδιῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου. Τί βούλεται τὸ περιττὸν τῆς λέξεως; τὸ γὰρ Ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν καρδιῶν ὑμῶν, οὐχ ἱκανὸν μηνῦσαι τὸ πᾶν; Διὰ τί οὖν Ἀπέναντι τῶν ὀφθαλμῶν μου; Ἐπειδὴ ἄλλως ὁρῶσιν ὀφθαλμοὶ ἀνθρώπων, καὶ ἄλλως ὁρᾷ ὀφθαλμὸς τοῦ Θεοῦ· Ἄνθρωπος γὰρ εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν. Μὴ σχήμασι, φησὶ, νοθεύσητε τὴν μετάνοιαν, ἀλλ' ἀπέναντι τῶν ὀφθαλμῶν μου, τῶν τὰ κρυπτὰ ἐρευνώντων, δείξατε τοὺς καρποὺς τῆς μετανοίας.