Ancient Greek
ΛΟΓΟΣ ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ καὶ κατανύξεως, καὶ ὅτι ταχὺς ὁ Θεὸς εἰς σωτηρίαν καὶ βραδὺς εἰς τιμωρίαν· ἐν ᾧ καὶ περὶ τῆς Ῥαὰθ παράδοξος ἱστορία.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (homiliae 1-9) 4.1-6
Not analysed yet
Δεῖ δὲ ἡμᾶς καθαιρομένους ἀπὸ τῶν ἁμαρτιῶν πρὸ ὀφθαλμῶν ἔχειν αὐτὰ τὰ ἁμαρτήματα· κἂν ὁ Θεὸς διὰ φιλανθρωπίαν συγχωρήσῃ σοι τὴν ἁμαρτίαν, ἀλλὰ σὺ πρὸς τὴν ἀσφάλειαν τῆς ἑαυτοῦ ψυχῆς πρὸ ὀφθαλμῶν ἔχε τὴν ἁμαρτίαν. Ἡ γὰρ μνήμη τῶν προλαβόντων ἐποχὴ γίνεται τῶν μελλόντων· καὶ ὁ ἐπὶ τοῖς προτέροις δακνόμενος, περὶ τὰ δεύτερα ἀσφαλεστέραν τὴν γνώμην δείκνυσι. Διὰ τοῦτο καὶ ὁ Δαυΐδ· Καὶ ἡ ἁμαρτία μου, φησὶν, ἐνώπιόν μού ἐστι διὰ παντός· ἵνα πρὸ ὀφθαλμῶν ἔχων τὰ προλαβόντα, μὴ περιπέσῃ τοῖς μέλλουσιν. Ὅτι δὲ ταύτην παρ' ἡμῶν ὁ Θεὸς ἀπαιτεῖ τὴν κατάστασιν, ἄκουσον αὐτοῦ λέγοντος· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθήσομαι· σὺ δὲ μνήσθητι, καὶ κριθῶμεν, λέγει Κύριος· λέγε σὺ πρῶτον τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς. Οὐκ ἀναμένει ὁ Θεὸς χρόνον τὸν ἀπὸ τῆς μετανοίας· εἶπες τὴν ἁμαρτίαν σου, ἐδικαιώθης· μετενόησας, ἠλεήθης. Οὐ χρόνος ἀπολογεῖται, ἀλλ' ὁ τρόπος τοῦ μετανοοῦντος τὴν ἁμαρτίαν σβέννυσιν· ἔστι καὶ χρόνῳ πολλῷ παρεδρεύσαντα μὴ τυχεῖν σωτηρίας, καὶ ἐν ὀλίγῳ χρόνῳ γνησίως ἐξομολογησάμενον ἀποδύσασθαι τὴν ἁμαρτίαν. Πολὺν ἀνάλωσε χρόνον ὁ μακάριος Σαμουὴλ ἀξιῶν περὶ τοῦ Σαοὺλ, καὶ πολλὰς νύκτας διήνυσεν ἀγρυπνῶν περὶ τῆς τοῦ ἁμαρτήσαντος σωτηρίας· ὁ δὲ Θεὸς τὸν χρόνον παραπεμπόμενος (οὐ γὰρ συνέδραμε τῇ ἱκεσίᾳ τοῦ προφήτου ἡ μετάνοια τοῦ ἁμαρτήσαντος), λέγει πρὸς τὸν ἑαυτοῦ προφήτην· Ἕως πότε σὺ πενθεῖς περὶ Σαοὺλ, κἀγὼ ἀπῶσμαι αὐτόν; Τὸ Ἕως πότε, τὸν χρόνον δείκνυσι, καὶ τὴν παραμονὴν τοῦ ἱκετεύοντος· καὶ ἀπεπέμψατο ὁ Θεὸς τὸν χρόνον τῆς ἱκεσίας τοῦ προφήτου· οὐ γὰρ συνέδραμε τῇ πρεσβείᾳ τοῦ δικαίου ἡ μετάνοια τοῦ βασιλέως. Τῷ δέ γε μακαρίῳ Δαυῒδ, δεξαμένῳ τὸν ἔλεγχον τῆς ἁμαρτίας διὰ τοῦ ἁγίου Ναθᾶν τοῦ προφήτου, καὶ εὐθέως πρὸς τὴν ἀπειλὴν ἐπιδειξαμένῳ τὴν γνησίαν ἐπιστροφὴν, καὶ εἰπόντι, Ἥμαρτον τῷ Κυρίῳ, εὐθέως ῥῆμα ἓν ἐν μιᾷ ῥοπῇ προενεχθὲν γνησίως ὁλόκληρον ἤνεγκε τῷ μετανοήσαντι τὴν σωτηρίαν· εὐθὺς γὰρ ἡ διόρθωσις κατέλαβε τὴν ἀπόφασιν. Φησὶ γοῦν πρὸς αὐτὸν ὁ Ναθᾶν· Καὶ Κύριος ἀφῆκε τὴν ἁμαρτίαν σου. Ὅρα δέ μοι τὸν Θεὸν βραδὺν εἰς τιμωρίαν, καὶ ταχὺν εἰς σωτηρίαν· καί μοι πρῶτον ἐννόησον, ὅπως τὸν ἔλεγχον ὁ φιλάνθρωπος μετὰ πολλοὺς προσήγαγε χρόνους. Ἥμαρτεν ὁ Δαυΐδ· ἐκυοφόρησεν ἡ γυνὴ, καὶ οὐδεὶς ἔλεγχος τῇ ἁμαρτίᾳ παρηκολούθησεν, ἀλλὰ μετὰ τὸ ἀποτεχθῆναι τὸ βρέφος τὸ ἐκ τῆς ἁμαρτίας, ἀποστέλλεται ὁ ἰατρὸς τῆς ἁμαρτίας. Διὰ τί δὲ ἁμαρτήσαντα εὐθέως οὐ διωρθώσατο; Ἐπειδὴ οἶδεν ἐν ταῖς ἀκμαῖς τῶν ἁμαρτημάτων τυφλώττουσαν τὴν ψυχὴν τῶν ἁμαρτανόντων, διότι ἐκκεκώφωται τὰ ὦτα τῶν βεβαπτισμένων ἐν τῷ βάθει τῆς ἁμαρτίας. Ὑπερτίθεται οὖν φλεγμαίνοντι τῷ πάθει προσάγειν τὴν βοήθειαν, καὶ μετὰ τοσοῦτον χρόνον ὁ ἔλεγχος προσέρχεται· καὶ ἐν μιᾷ καιροῦ ῥοπῇ ἡ μετάνοια καὶ ἡ ἄφεσις. Καὶ Κύριος ἀφῆκε τὴν ἁμαρτίαν σου. Ὢ τῆς οἰκονομίας τοῦ ἀπειλήσαντος. Ὁρᾷς ὅτι ὀξὺς εἰς σωτηρίαν; Τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ποιεῖ, βραδύνων μὲν πρὸς καθαίρεσιν, ταχύνων δὲ πρὸς ἀντίληψιν. Οἷόν τι λέγω· ἐφ' ἡμῶν τῶν ἀνθρώπων διὰ πολλῶν χρόνων τὰ κτίσματα κατασκευάζεται, καὶ ἐν πολλῷ χρόνῳ κτίζομεν οἶκον· καὶ τῆς μὲν οἰκοδομῆς πολὺς ὁ χρόνος, τῆς δὲ καθαιρέσεως ὀλίγος. Ἐπὶ δὲ τοῦ Θεοῦ τὸ ἀνάπαλιν· ὅταν κτίζῃ, ταχέως κτίζει· ὅταν καταστρέφῃ, βραδέως καταστρέφει. Ταχὺς ὁ Θεὸς κτίζων, βραδὺς καταστρέφων· ἐπειδὴ Θεῷ τὰ δύο πρέποντα· καὶ γὰρ ἐκεῖνο, δυνάμεως, καὶ τοῦτο, ἀγαθότητος· δι' ὑπερβολὴν δυνάμεως ταχὺς, διὰ πολλὴν ἀγαθότητα βραδύς· ἔλεγχος δὲ τῶν ῥημάτων, ἡ πεῖρα τῶν πραγμάτων. Ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τὰ μεγέθη τῶν ὀρέων, τὰς πεδιάδας, τὰς φάραγγας, τὰς νάπας, τὰς ὕλας, τὰ βλαστήματα, πηγὰς, ποταμοὺς, παράδεισον, πᾶσαν τὴν ὁρωμένην ποικιλίαν, τὴν θάλατταν ταύτην τὴν μεγάλην καὶ εὐρύχωρον, τὰς νήσους, τὰς παραλίους χώρας, καὶ τὰς μεσογείους· πάντα τὸν ὁρώμενον τοῦτον κόσμον, καὶ τὸ ἐν αὐτῷ κάλλος, ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ Θεός· τὰ ἐν αὐτῷ ζῶα τὰ λογικὰ, καὶ τὰ ἄλογα, καὶ πᾶσαν τὴν ὁρωμένην διακόσμησιν ἐν ἓξ ἡμέραις ποιεῖ. Οὗτος οὖν ὁ ταχὺς εἰς τὸ κτίζειν, ὅτε ἐβουλεύσατο μίαν πόλιν καθελεῖν, εὑρέθη βραδὺς δι' ἀγαθότητα. Θέλει καθελεῖν τὴν Ἱεριχὼ, καί φησι πρὸς τὸν Ἰσραήλ· Κυκλώσατε αὐτὴν ἐπὶ ἑπτὰ ἡμέρας· καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ πεσεῖται τὸ τεῖχος. Τὸν κόσμον ὅλον ἐν ἓξ ἡμέραις κατασκευάζεις, καὶ μίαν πόλιν ἐν ἑπτὰ ἡμέραις λύεις; τί γὰρ ἐμποδίζει σου τῇ δυναστείᾳ; διὰ τί γὰρ μὴ ἀθρόον καθαιρεῖς; οὐ περὶ σοῦ ὁ προφήτης βοᾷ λέγων· Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός; οὐ τὰ ἔργα τῆς δυνάμεώς σου διηγούμενος, φησὶν ὁ Δαυῒδ, Οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν; Ὄρη δύνῃ μεθιστᾷν, καὶ εἰς θάλασσαν ἐμβάλλειν, καὶ μίαν πόλιν οὐ θέλεις καθελεῖν ἀντιλέγουσαν, ἀλλ' ἑπτὰ ἡμέρας δίδως τῇ καθαιρέσει; διὰ τί; Οὐχ ἡ δύναμις, φησὶν, ἀτονεῖ, ἀλλ' ἡ φιλανθρωπία μακροθυμεῖ. Δίδωμι ἑπτὰ ἡμέρας, ὡς τῇ Νινευῒ τρεῖς ἡμέρας· ἴσως δέξεται κήρυγμα μετανοίας, καὶ σωθήσεται. Καὶ τίς ὁ κηρύττων αὐτοῖς τὴν μετάνοιαν; Πολέμιοι τὴν πόλιν περιετειχίσαντο· ὁ στρατηγὸς ἐκύκλου τὰ τείχη· πολὺς ὁ φόβος, πολὺς ὁ θόρυβος· ποίαν οὖν αὐτοῖς ὁδὸν τῆς μετανοίας ἀνέῳξας; μὴ γὰρ προφήτην ἀπέστειλας; μὴ γὰρ εὐαγγελιστὴν διεπέμψω, μὴ γὰρ ἦν τις αὐτοῖς ὑποτιθέμενος τὸ συμφέρον; Ναὶ, φησὶν, εἶχον ἔνδον διδάσκαλον τῆς μετανοίας τὴν θαυμαστὴν ἐκείνην Ῥαὰβ, ἣν ἔσωσα διὰ μετανοίας. Τοῦ αὐτοῦ ἦν φυράματος· ἀλλ' ἐπειδὴ ἐξ αὐτοῦ οὐκ ἦν τοῦ φρονήματος, οὐκ ἐκοινώνησε τῇ ἁμαρτίᾳ ἡ μὴ κοινωνήσασα τῇ ἀπιστίᾳ.