Ancient Greek
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (sermo 1) [Sp.] 2.1
Not analysed yet
Εἶδες πόσην ζημίαν περιέχει ἡ ῥᾳθυμία; Ὁ πικρὸς ὕπνος, καὶ τῶν ψυχῶν λάκκος, καὶ τῶν χαυνοτέρων συνόμιλος καὶ σύσκηνος καὶ διδάσκαλος. Διὸ καὶ ὁ Παῦλος διὰ τὴν πολλὴν χαυνότητα καὶ μαλακίαν γυναῖκας ὀνομάζει, καὶ οὐδὲ γυναῖκας ἁπλῶς, ἀλλὰ γυναικάρια σεσωρευμένα· ἔθος γὰρ ταῖς τοιαύταις γυναιξὶ συγκουστουδιάζειν καὶ συνεδριάζειν καὶ φλυαρεῖν τὰ μὴ δέοντα αὐταῖς, ἃς οὐ ποιμαίνει ὁ Θεός· Οὐ γὰρ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν· Πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. Ὁ δὲ ἀγαπῶν τὸν Κύριον ἐν ὅλῃ καρδίᾳ, καὶ ἔχων τὴν αὐτοῦ μνήμην ἀλάθητον, ἅμα ἀκούσει τοῦ κήρυκος ἐπὶ τὴν φοβερὰν ἐκείνην προσκαλουμένου ζωοποιὸν θεοσφαγίαν, σπουδαίως ἀνίσταται· καὶ πρῶτον μὲν ἐννοεῖ μή που κατά τινος ἔχει, ἣ ἄλλος κατ' αὐτοῦ· καὶ τοῦτο κατορθώσας τὸ ἐμπόδιον τῆς σωτηρίας, καὶ ἑαυτὸν ἐλευθερώσας καὶ λύσας ἀπὸ τοῦ τοιούτου χαλεποῦ δεσμοῦ, τρέχει πρὸς τὴν τῶν θείων λογίων ἀκρόασιν· ὃν τρόπον ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐν πίστει καὶ πόθῳ τρέχων καταλαμβάνει τὸν πνευματικὸν τοῦ Θεοῦ λιμένα. Καὶ συσφίγξας ἑαυτὸν καὶ συναγαγὼν ἑαυτοῦ τὴν διάνοιαν, καὶ πᾶσαν βιωτικὴν τέως ἀποῤῥιψάμενος μέριμναν, ἑτοιμάζει τὰς ἀκοὰς πρὸς ἀκρόασιν τῆς ἀγγελικῆς μελῳδίας· εἶτα τοῦ ἱεροψάλτου Δαυῒδ βοῶντος, Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ. Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς, καὶ ἀγαλλίασιν, θυσίαν δικαιοσύνης καὶ ἀναφοράν· δεῦτε ἴδετε ἐπὶ τὸ θυσιαστήριον τὸν σιτευτὸν μόσχον, καὶ τὸν ἀμνὸν τοῦ Θεοῦ θυόμενον, καὶ μὴ θανατούμενον· Μεγαλύνατε τὸν Κύριον, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος. Εἶτα Ἡσαΐας, ἡ χελιδὼν τῆς Ἐκκλησίας, μεγάλῃ τῇ φωνῇ κράζει· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. Εὐφραίνεσθε οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. Βάδιζε, λαός μου, εἰς τὸ ἀκροατήριον, ἀκούσατε τί ὁ Κύριος διὰ τοῦ στόματός μου προστάσσει· Εἴπατε, ἀδελφοὶ, τοῖς μισοῦσιν ὑμᾶς καὶ τοῖς βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ. Εἶτα ὁ διάδοχος Ἡσαΐου Παῦλος, ἡ λύρα τοῦ ἁγίου Πνεύματος, ὁ τέττιξ τῆς Ἐκκλησίας, τὸ τοῦ Χριστοῦ κατοικητήριον ἀνυψούμενος ἐπὶ τοῦ ἄμβωνος λαμπρᾷ τῇ φωνῇ κράζει ἐν παῤῥησίᾳ· Τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. Διὰ τοῦ αἵματος αὐτοῦ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἐλάβομεν. Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Τί δέ ἐστι, Δοκιμαζέτω τις ἑαυτόν; Τουτέστιν, ἐννοείτω τὰ γεγραμμένα, καὶ ἐρευνάτω ἑαυτὸν, μήποτε ἀνέτοιμός ἐστι τῆς ὑποδοχῆς τοῦ σώματος καὶ αἵματος τοῦ Κυρίου, καὶ οὐχ ἡτοίμασεν ἑαυτὸν ὥσπερ ὁ Συμεὼν, καὶ ὥσπερ Ἄννα ἡ προφῆτις, καὶ ὥσπερ ἐν σινδόνι καθαρᾷ ὁ Ἰωσήφ. Ἐὰν οὕτως ἑαυτὸν ἡτοίμασας, αὐτῷ θαῤῥῶν, πίστει καὶ φόβῳ πρόσελθε βοῶν καὶ λέγων, Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· καὶ οὐ κατακριθήσῃ ὁ σπουδάσας ποιῆσαι ἑαυτὸν ἄξιον. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει. Ὁρᾶτε, ἀδελφοὶ, μή τις κακὸν ἀντὶ κακοῦ ἀποδώσῃ. Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Βλέπετε πῶς περιπατεῖτε. Ὁρᾷς πόσα ἀγαθὰ καὶ ὁποίαν χαρὰν δέχεται ὁ ἀγαπῶν τὸν Θεὸν, καὶ δι' αὐτὸν συναγόμενος; Ἄκουε πάλιν Ἰωάννου κράζοντος· Παιδία, ἐσχάτη ὥρα ἐστὶ, καὶ ὁ ἀντίχριστος ἔρχεται· καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν. Ἀλλὰ Μὴ παντὶ πνεύματι πιστεύετε, ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον. Εἶτα ὁ ἀδελφόθεος Ἰάκωβος παρελθὼν εἰς μέσον λέγει· Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις. Μακάριος ἀνὴρ, ὃς ὑπομενεῖ πειρασμὸν, ὅτι δόκιμος γενόμενος λήψεται τὸν ἀμαράντινον στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν. Μετὰ τούτων Πέτρος ὁ ὑψηλὸς ἀναδραμὼν κράζει· Ἀγαπητοὶ, πάντων τὸ τέλος ἤγγικε· γρηγορήσατε καὶ νήψατε εἰς προσευχάς. Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιὰς, ὡς ἀρτιγένητα βρέφη, τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε. Εἶτα τοῖς ἀναγνώσμασι διαδέχεται ἡ οὐράνιος λαλιὰ τῶν ἀγγέλων, ὁ τοῦ Θεοῦ αἶνος, τῶν ἄνω δυνάμεων ἡ τραγῳδία· καθὼς ὁ μακάριος Ἰωάννης ἑώρακέ τε καὶ ἔγραψε λέγων· Ἤκουσα τῶν ἄνω δυνάμεων ὡς φωνὴν ὄχλων πολλῶν, καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν λεγόντων, Ἀλληλούϊα. Μετὰ τοῦτο ὅτε λοιπὸν προκηρυχθῇ πάντα, καὶ καταπαύσουσιν οἱ πρόδρομοι καὶ λειτουργοὶ κηρύσσειν καὶ μηνύειν τοῦ Δεσπότου τὴν ἐπὶ τοῦ ἄμβωνος ἄνοδον, τῶν ἱερέων τέως καθεζομένων, καὶ τῶν λειτουργῶν σιωπησάντων, καὶ τῆς ὥρας καταφθανούσης τοῦ ἀναφανῆναι ἐφ' ὑψηλοῦ τόπου τὸν ἀκόρεστον Δεσπότην καὶ Κύριον τῆς δόξης, καὶ τοῦ λαοῦ τὰς ἀκοὰς ἑτοιμάζοντος πρὸς ἀκρόασιν τῶν θεολέκτων καὶ ζωοποιῶν ῥημάτων, καὶ ὠθούντων ἑαυτοὺς, καὶ τῷ ἄμβωνι πλησιαζόντων, καὶ σιγῆς πολλῆς γενομένης, ὅτε λοιπὸν οὐκ ἔξεστί τινα καθέζεσθαι, οὐκ ἀρχιερέα, οὐχ ἱερέα, οὐ βασιλέα ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης τοῦ ἀναφαινομένου, κράζουσιν ἐν δυνάμει οἱ τὴν τῶν ἀγγέλων ἐπέχοντες τάξιν, λέγοντες πρὸς πάντας μικρούς τε καὶ μεγάλους· Ὀρθοὶ πάντες ἀκούσωμεν τί λαλήσει Κύριος ὁ Θεός· ὀρθοὶ ἀκούσωμεν τί κελεύσει, καὶ τί βούλεται ὁ Βασιλεὺς τῶν βασιλέων· ὀρθοὶ ἀκούσωμεν ῥήματα καὶ ἐντολὰς ζωῆς αἰωνίου· ἡ γὰρ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστι. Τὸ δὲ, Ὀρθοὶ, τί ἄρα σημαίνει ἢ καταδέχεται; Οἶδα γὰρ, ὅτι πολλοὶ τὴν ἐκ τῶν θρόνων ἔγερσιν νοοῦσι καὶ μόνον· ἐγὼ δὲ πλεῖόν τι ὑπονοῶ ἔχειν βάθος τὸ ῥῆμα, καὶ οὐ μόνον τὴν ἐκ τῶν θρόνων ἀνόρθωσιν, ἀλλὰ καὶ μυστικώτερόν τι σημαίνειν νόημα· τουτέστιν, ὀρθοὶ τῇ πίστει, ὀρθοὶ τῇ καρδίᾳ, ὀρθοὶ τοῖς λογισμοῖς, τῇ ἀγάπῃ, τῇ ὁμολογίᾳ, ὀρθοὶ πρὸς πᾶσαν ἐντολὴν τοῦ Κυρίου, ὀρθοὶ ἄνω πρὸς τὸν οὐρανόν. Ὡς λογικοὶ τὰ ἄνω φρονεῖτε, καὶ μὴ ὡς τὰ κτήνη κάτω νεύοντες. Εἶτα πάντων ἀναστάντων καὶ ἐν φόβῳ ἱσταμένων, ἄκουσαι τί ἄρα Κύριος διηγήσεται ἡμῖν ἐν Γραφῄ, καθὼς προεσήμανεν ὁ προφήτης Δαυῒδ, τί κελεύσει, τί ἐντέλλεται, τί βούλεται ὁ φοβερὸς ἐν βουλαῖς. Εἶτα ἀνυψοῦται καὶ ὁ πολυτίμητος μαργαρίτης καὶ προσδοκία τῶν ἐθνῶν, ἡ φωταγωγία τοῦ κόσμου, ἡ χάρις ἡ ἐκ τῶν χειλέων χυθεῖσα τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ἡ ἄνεσις τῶν θλιβομένων, ἡ λύσις τῶν δεδεμένων, ἡ λύτρωσις τῶν ἁμαρτίων, ἡ ἀνόρθωσις τῶν πεπτωκότων, τὸ ἰατρεῖον τῶν νοσούντων, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ἡ βοήθεια τῶν καταπονουμένων, ἡ χαρὰ τῶν μετανοούντων, ἡ καταφυγὴ τῶν διωκομένων, ὁ νόμος τῆς ἐλευθερίας τῶν καταδυναστευομένων ὑπὸ τοῦ ἀλλοτρίου, ἡ σαγήνη ἡ μὴ θανατῶσα, ἀλλὰ ζωοποιοῦσα τοὺς ἐν τῇ ἁλμυρᾷ τοῦ κόσμου θαλάσσῃ βυθιζομένους, αἱ πηγαὶ τῶν ὑδάτων, τὰ θεμέλια τῆς οἰκουμένης, οἱ ἐκ τοῦ παραδείσου τοῦ ἁγίου στόματος τοῦ Χριστοῦ ἐκπορευόμενοι τέσσαρες ποταμοί. Καὶ ἀνοιχθέντων τῶν θείων καὶ σεπτῶν καὶ ἀχράντων Εὐαγγελίων, κράζουσι πάλιν μετὰ φόβου οἱ ἐπίγειοι ἄγγελοι, οἱ ἱερεῖς, φημὶ, πρὸς τὸν λαὸν, Προσχῶμεν· τουτέστιν, Ὧδε ὁ νοῦς ἑκάστου, ὧδε αἱ καρδίαι πάντων, μηδεὶς μετεωριζέσθω, μηδεὶς περιβλεπέσθω, μηδεὶς ψιθυριζέσθω. Προσχῶμεν, Θεὸς ὁ λαλῶν· προσχῶμεν, οὐρανοῦ γὰρ καὶ γῆς καὶ πάσης κτίσεως ὁ Βασιλεὺς πρὸς ἡμᾶς διαλέγεται· προσχῶμεν, ὁ ποιμὴν ὁ μέγας τροφὴν ζωῆς ψυχῶν διανέμει· προσχῶμεν, ὁ τὸν θάνατον φονεύσας, καὶ τὸν κόσμον νικήσας, χαρὰν ἀπλήρωτον καὶ βασιλείαν μὴ ἔχουσαν τέλος ἐπαγγέλλεται ἡμῖν τοῖς ἀναξίοις. Ὢ τῆς ἀνεικάστου φιλανθρωπίας. ὢ τῆς ἀνεκδιηγήτου ἀγαθότητος. Ὅτι αὐτὸς ὁ ἀόρατος, ὁ ἀχώρητος, ὁ πάντων Δημιουργὸς καὶ Δεσπότης, ὃν φρίσσει ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ ἡ θάλασσα, ᾧ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, οὐ δι' ἀγγέλου ἢ διὰ τῶν Σεραφεὶμ ἢ δι' ἄλλου τινὸς λειτουργοῦ, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ διαλέγεται πρὸς ἡμᾶς τοὺς ἀναξίους, πληρῶν τὴν προφητείαν Ἡσαΐου τοῦ προφήτου λέγοντος· Οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἥξει καὶ σώσει ἡμᾶς. Ὁμοίως δὲ καὶ Δαυῒδ περὶ τούτου προεκήρυξε λέγων, ὅτι Αὐτὸς ὁ Κύριος διηγήσεται ἐν γραφῇ λαῶν. Ὅθεν ὁ ἱερὸς ἀπόστολος καθαπτόμενος ἡμῶν ἐντρεπτικώτερον ἔγραψε, λέγων· Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν διὰ τὸν λαλοῦντα Κύριον. Εἰ γὰρ ὁ δι' ἀγγέλου λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας, ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη. Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν. Διὰ τί ἄρα, εἰπὲ, Παῦλε; Διότι οὐ δι' ἀγγέλου οὐδὲ δι' ἄλλων τινῶν δυνάμεων διαλέγεται πρὸς ἡμᾶς, καθὼς καὶ πρὸς τοὺς ἀρχαίους, ἀλλ' αὐτὸς ὁ τῶν ἀγγέλων καὶ πάσης πνοῆς Κύριος διαλέγεται καὶ διηγεῖται καὶ διαγγέλλει τὸ πρόσταγμα τοῦ Πατρὸς, ὥσπερ τις πένης. Τίς οὐ φρίξει; τίς οὐ θαυμάσει; τίς δὲ οὐ κατανυγῇ ἐν τῇ τοσαύτῃ ἀγαθότητι καὶ συγκαταβάσει τοῦ φιλανθρώπου;