Ancient Greek
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (sermo 1) [Sp.] 3.1
Not analysed yet
Ἆρα ταῦτα λέγοντες πείσομεν ὑμᾶς, ἢ κἄν τινας ἐκ τοῦ πλήθους, περισσοτέρως προσέχειν τῷ λαλοῦντι Θεῷ; Πιστεύω εἶναι πολλοὺς ἐξ ὑμῶν προσέχοντας ἐμπόνως καὶ ἀμετεωρίστως· οἵτινες καὶ ἀκούσονται τοῦ Κυρίου πρὸς τὸν Πατέρα λέγοντος, ὅτι Καὶ οὗτοι ἐπίστευσαν, ὅτι σύ με ἀπέστειλας· Πάτερ, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου. Οἱ δὲ μὴ πιστεύσαντες ἀκούσουσιν, Ὑμεῖς οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν· τὰ γὰρ ἐμὰ πρόβατα τῆς φωνῆς ἀκούει τῆς ἐμῆς. Ἆρα οὐκ ἐφρίξατε τοιαῦτα ἀκούοντες; ἕως πότε βαρυκάρδιοι; ἕως πότε νήπιοι ταῖς φρεσίν; ἕως πότε οὐ προσέχετε τῷ λαλοῦντι, καὶ στήκετε ὡς πρέπει Χριστιανοῖς, ἄνω τὰς καρδίας ἔχοντες, ἀλλ' ἐποιήσατε βουστάσιον καὶ πραιτώριον καὶ καπηλεῖον τὴν ἐκκλησίαν; Βλέπετε μή πως ἐφ' ὑμᾶς πληρωθῇ τὸ φοβερὸν τοῦ Ἀποστόλου ῥητὸν τὸ λέγον· Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς εἰς ἀκαθαρσίαν. Ἡμεῖς δὲ καταλιπόντες τοὺς τὴν καρδίαν ἀπολωλεκότας, περὶ ὧν ὁ Σολομὼν ὡς ἐκ προσώπου τοῦ Κυρίου ἔλεγεν, ὅτι Ἐλάλουν, καὶ οὐκ ἠκούετε, ἐξέτεινον λόγους, καὶ οὐ προσείχετε, ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, καὶ τῷ ἄμβωνι προσπελάσωμεν, καὶ ἀκούσωμεν τί λαλήσει ἐν ἡμῖν Κύριος ὁ Θεὸς, ὁ μέγας εὐαγγελιστὴς, ὁ τὸ οὐράνιον τοῦ Πατρὸς πρόσταγμα διαγγέλλων ἡμῖν ἐπὶ γῆς. Δῆλον δὲ, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, ὡς Θεὸς εἰρήνης· ἢ προσκαλεῖται πρὸς αὐτὸν ὡς ἀγαθὸς τοὺς καταπονουμένους, καὶ ἀντιλαμβάνεται ὡς βασιλεὺς δίκαιος τοὺς κλαίοντας εἰς μετάνοιαν μακαρίζει, ταλανίζει τοὺς ἐν ὑποκρίσει βιοῦντας, μακαρίζει τοὺς γρηγοροῦντας, καὶ ταλανίζει τοὺς ῥᾳθύμους· δοξάζει τοὺς εὐσπλάγχνους ὡς εὔσπλαγχνος, καὶ μακαρίζει τοὺς ἐλεήμονας ὡς ἐλεήμων Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθή σονται Ὡς δὲ ἀλλότριος τῆς ἀσπλαγχνίας καὶ ξένος τῆς ἀπηνείας, καὶ ἀμέτοχος πάσης κακίας, τὴν ἀσπλαγχνίαν ἀπωθεῖται καὶ ἐξορίζει, καὶ ἀποστρέφεται τοὺς ἀπηνεῖς καὶ ἀνελεήμονας καὶ ἀμεταδότους· καὶ συνερεῖ λόγον μετ' αὐτῶν, ποτὲ μὲν δι' ἑαυτοῦ, ποτὲ δὲ διὰ τοῦ πατριάρχου Ἀβραὰμ ἢ καὶ δι' ἑτέρων ἁγίων. Τοὺς μέλλοντας τότε ἐξ εὐωνύμων εὑρίσκεσθαι αὐτὸς ἐγκαλεῖ καὶ ὀνειδίζει, ὡς δυναμένους ἐλεῆσαι, καὶ μὴ ἐλεήσαντας. Οὐ γὰρ παρὰ ἀδυνάτων ἀπαιτεῖ ὁ κριτὴς τὸ χρέος τοῦ ἐλέους· οἱ γὰρ τοιοῦτοι ἄλλων ἐνδεεῖς τυγχάνουσιν· ἀλλὰ παρὰ τῶν ἀφθόνως τὰς τοῦ Θεοῦ δωρεὰς εἰληφότων, καὶ τοῦ δεδωκότος ἐπιλαθομένων, καὶ καυχωμένων ὡς μὴ λαβόντων, πρὸς τούτους ὀνειδίζει καὶ ἐγκαλεῖ λέγων· Ὢ ἀνόητοι καὶ ἄσπλαγχνοι, οὐκ ἐγὼ ὑμῖν δέδωκα τὰ ὑμῶν πάντα; τί γὰρ εἰσηνέγκατε εἰς τὸν κόσμον; οὐ γυμνοὶ ἐγεννήθητε, καὶ πάλιν γυμνοὶ ἐξέρχεσθε; οὐκ ἠκούσατε τοῦ Ἀποστόλου κράζοντος, ὅτι Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα; Ἐννόησον, ἄφρον, ὅτι οὐδὲν ἴδιον κέκτησαι, εἰ μὴ τὴν προαίρεσιν, εἴτε ἀγαθὴν, ὡς ὁ Θεὸς εἶπεν, εἴτε ἀπηνῆ, ὡς σὺ ἠθέλησας. Τὸ ἀργύριον καὶ τὸ χρυσίον ἐμόν ἐστιν. Ὁ οὐρανὸς θρόνος ἐμὸς, ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου· τὰ πέρατα ἐν τῇ χειρί μου, τὰ σύμπαντα ἐμοὶ δουλεύει· ὁ οὐρανὸς καὶ πᾶσαι τῶν ἀγγέλων στρατιαὶ, ἡ γῆ καὶ ἡ θάλασσα, καὶ πᾶσα κτίσις καὶ πᾶσα πνοὴ ἐμή ἐστι, καὶ ἐμοὶ πείθεται καὶ ὑπακούει καὶ δουλεύει. Σὺ μόνος ὁ ἄσπλαγχνος ἀλλότριος εὑρέθης τῆς ἐμῆς φιλανθρωπίας. Εἰπέ μοι, ἄφρον, τίς τὴν γῆν σοι ἐφήπλωσε; τίς τὰ φυτὰ κατεπύκνωσε; τίς τοῖς σπέρμασι παρέχει τὴν αὔξησιν; τίς δίδωσι τῇ γῇ ὑετὸν ἐν καιρῷ τοῦ ἀλοητοῦ, καὶ ἀνέμους ἐπιτηδείους τῷ λικμητῇ; τίς τὰ τοιαῦτα μεγέθη τῶν βοῶν ὑπέταξε, καὶ ἔπεισεν αὔλακας ἑλκῦσαι, καὶ ἅλωνα συνθλᾶσαι, καὶ ἁμάξας περιφέρειν; οὐ ταῦτα πάντα ἀφθόνως παρέσχον, καθὼς τοῖς ἀξίοις, καὶ ὑμῖν, βουλόμενος ἔχειν ὑμᾶς χορηγούς μου καὶ οἰκονόμους ἐκ τῶν ἐμῶν δωρεῶν, ἵνα ἐν καιρῷ πονηρῷ καὶ ἐν ἡμέραις λιμοῦ οἰκονομήσητέ με; Καὶ ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Ἐγὼ δέδωκα, καὶ ἐγὼ ἐπείνασα· ἐκ τῶν ἐμῶν ἐζήτησα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Καὶ οὐκ ᾔτησα περισσοτέρας δαπάνας οὐδὲ τρυφὴν οὐδὲ ἐφόδια, ἀλλὰ φαγεῖν διὰ τὴν εὐπερίστατον ἀνάγκην· καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Καὶ ἐν ταῖς ἐμαῖς δωρεαῖς πολλάκις τρυφώντων ὑμῶν, καὶ θορυβούντων καὶ εὐφραινομένων ἐν μαλακοῖς ἐνδύμασιν, ἐπέστην τῇ θύρᾳ ῥάκη περιβεβλημένος, παγετῷ συνεχόμενος, λιμῷ τηκόμενος, οὔτε κράζειν ἰσχύων ἐκ τῆς βίας τοῦ λιμοῦ· καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Καὶ οὐκ ᾔτησα οἶνον, οὐ κρέα, οὐ σίκερα, εἰ μὴ ἄρτον ψιλόν· καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Ὢ ἀπήνεια καὶ ὠμότης χαλεπὴ καὶ σκότος βαθύ· πῶς οὐκ ἐμνημονεύσατε τὸν δεδωκότα τὰ ὑπάρχοντα; πῶς οὐκ ἐνεθυμήθητε τοῦ δικαίου Ἰὼβ κράζοντος, Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι; Οὐδέποτε ἠκούσατε τοῦ ἱερέως ἐπὶ τῆς μυστικῆς τραπέζης βοῶντος πρός με, καὶ εὐχαριστοῦντός μοι καὶ λέγοντος, Τὰ σὰ ἐκ τῶν σῶν σοι προσφέρομεν; Ὑμεῖς δὲ καυχᾶσθε, ὡς μὴ λαβόντες· ἐβούλεσθε ἐν τῇ εὐθηνίᾳ ἐκείνῃ ἀσάλευτοι διαμεῖναι εἰς τὸν αἰῶνα. Καλῶς ὁ προφήτης τῶν τοιούτων πρόσωπον ἀναλαβὼν ἐθριάμβευσεν αὐτῶν τὴν νόσον λέγων· Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου, Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Ναὶ, ἄρτον οὐκ ἔδωκας διὰ τὸ μὴ γνωρίσαι σε τὸν δεδωκότα Θεόν· κἂν ὑπὸ στέγην διὰ τί μὴ ὑπεδέχου; καὶ τοῦτο γὰρ μισθὸς μέγας ἐστίν· ἢ ἀσθενοῦντα μὴ ἐπεσκέψου; οὐ γὰρ μὴ παρεῖδον τὰ βήματά σου· ἢ ἐν φυλακῇ με ὄντα, οὐ παρεγένου, καὶ ἐχαρίσω λόγον τῶν παρακλήσεων; καὶ οὐ μὴ ἀπώλεσας τὸν μισθόν σου· ἢ καὶ περιέβαλές με γυμνητεύοντα· ἢ διψῶντα ἐπότισας ποτήριον ὕδατος; πόσην ἀνταπόδοσιν ἀνελήψω παρ' ἐμοῦ; Ὑμεῖς δὲ ταῦτα πάντα δυνάμενοι ποιῆσαι, οὐκ ἐποιήσατε, Ἀλλ' ἐματαιώθητε ἐν διαλογισμοῖς, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος ὑμῶν καρδία, καὶ ἐστερήσατε ἑαυτοὺς τὴν ζωὴν τὴν αἰώνιον, καὶ ἐναυαγήσατε ναυάγιον μὴ ἔχον διόρθωσιν. Τί λοιπὸν εἴπω πρὸς ὑμᾶς; ἆρα τὸ, Δεῦτε; Ἀλλὰ τῇ ἀπηνείᾳ οὐ προσαρμόζει τοιαύτη φωνή· τὸ γὰρ, Δεῦτε οἱ εὐλογημένοι, ἄλλοις ἐδόθη. Πάντες οὖν οἱ ἐκ δεξιῶν μου παριστάμενοι ταύτης τῆς φωνῆς ἠξιώθησαν, ταύτην τὴν δόξαν ἐκληρονόμησαν, ταύτην τὴν εὐφροσύνην ἐκέρδησαν, ταύτην τὴν βασιλείαν ἥρπασαν οἱ ἐλεήμονες, οἱ εὔσπλαγχνοι. Εἰς τὰς αἰωνίους γὰρ μονὰς ἀπηνεῖς κληρονομίαν οὐκ ἔχουσιν, εἰς τὸ ἐμὸν παλάτιον ἄσπλαγχνος οὐκ εἰσέρχεται, εἰς τὸν οὐράνιον παστὸν ἀνελεήμων οὐκ ἀξιοῦται, εἰς τὰς ἄνω μονὰς ἀμετάδοτος οὐ κατοικεῖ· ἀλλὰ μόνοι οἱ ἐλεήμονες, μόνοι οἱ εὔσπλαγχνοι, οἱ ξενοδόχοι, οἱ ὀρφανοτρόφοι, χηρῶν καὶ ἀδυνάτων οἱ ἐπισκεπτηταὶ, οἱ τῶν καταπονουμένων ἀντιλήπτορες, οἱ τῶν θλιβομένων προστάται, οἱ τῶν χειμαζομένων πάρεδροι, τῶν ἐνδεομένων οἱ εὔφοροι, τῶν ἀπηλπισμένων οἱ παρήγοροι, τῶν νοσούντων οἱ διάκονοι, τῶν κακοπαθούντων οἱ παραμονάριοι, τῶν πενθούντων οἱ παραμυθήτορες, τῶν ὀλιγοψύχων οἱ παρακλήτορες, οἱ τῶν ἐν πικραῖς δουλείαις πατέρες, οἱ τῶν ἐν περιστάσει βοηθοὶ, οἱ τῶν ἐν ἀνάγκαις πρόθυμοι, οἱ τῶν δεδεμένων συνδεδεμένοι, οἱ τῶν πλανωμένων ὁδηγοὶ, οἱ τῶν γυμνῶν σκεπασταὶ, οἱ τῶν χρεωστούντων πληρωταί· καὶ ἵνα συντόμως εἴπω, οἱ πάντων τῶν ἐνδεομένων καὶ αἰτούντων οἰκονόμοι, οἱ τοιοῦτοι τοῦ ἐμοῦ παλατίου οἰκήτορες, καὶ τῶν αἰωνίων ἀγαθῶν κληρονόμοι. Τῶν τοιούτων ἐστὶν οἰκητήριον ἡ ἄνω πόλις· περὶ τῶν τοιούτων παρεκάλεσα τὸν Πατέρα μου, ὅτι Θέλω, Πάτερ, ἵνα, ὅπου εἰμὶ ἐγὼ, καὶ αὐτοί εἰσιν, ἵνα θεωρῶσι τὴν δόξαν μου· πρὸς τοὺς τοιούτους εἶπον, καὶ ἀεὶ λέγω· Ὑμεῖς φίλοι μού ἐστε. Πρὸς ὑμᾶς δὲ ἄρα τί εἴπω· ἆρα ἐλεήσω; Ἀλλ' οὐχ ὁρῶ ἐν ὑμῖν καρπὸν ἐλέους. Ἆρα οἰκτειρήσω; Ἀλλ' οὐ βλέπω ἐν ὑμῖν σπλάγχνα οἰκτιρμῶν. Ἆρα συγχωρήσω; Ἀλλὰ μεῖζον τῆς ἀφέσεως τὸ σφάλμα. Οὐ γὰρ μόνον τὰ σπλάγχνα ἐκλείσατε αἰτοῦντός μου ἄρτον, ἀλλὰ καὶ ἃ περιεβαλόμην ῥάκη ἡρπάξατε καὶ ἐγυμνώσατέ με· καὶ τὸν ἄρτον, ὅν μοι ἄλλος ἐλεήμων ἔδωκεν, ἐκ τοῦ στόματός μου ἡρπάξατε. Ποσάκις ἦλθον εἰς τὴν θύραν σου, καὶ εἶδον τράπεζαν πεπληθυμμένην, καὶ ὄγκον βρωμάτων, καὶ κύνας πολλοὺς τρεφομένους, καὶ ἐπὶ κλινῶν ἀνακειμένους· καὶ ἐπ' ἐμοὶ τὰς θύρας ἀπεκλείσατε καὶ ἀπεπέμψατε ἄτιμον, καὶ οὐδὲ κἂν ὡς ἕνα τῶν κυναρίων, κλάσματος ἄρτου ἠξιώσατε; ποσάκις τοῦ καλυβίου με ἐξηλάσατε παγετοῦ ἐπικειμένου, καὶ τοὺς ἵππους ὑμῶν ἐνῳκίσατε, καὶ οὐκ ἐνεθυμήθητε, ὅτι οὐ διὰ κύνας καὶ ἵππους ἐγὼ ἐσταυρώθην, καὶ τὸ αἷμά μου ἐξέχεα; Τῶν κτηνῶν ἀντέχεσθε, τῶν κυνῶν φροντίζετε, τῶν ἵππων ἐπιμελεῖσθε, καὶ τὰ ἐμὰ μέλη, τοὺς πτωχοὺς καὶ ἀδυνάτους φθειρομένους λιμῷ καὶ δίψει καὶ παγετῷ ὁρῶντες, γελᾶτε καὶ βδελύσσεσθε, καὶ τὰς ὄψεις ἀποστρέφεσθε, καὶ μάλιστα τοὺς ὑπὸ τῆς ἱερᾶς νόσου κατακειμένους; ὧν τὰ μέλη πρὸ τοῦ θανάτου τῇ γῇ παραδίδοται, ὧν τὰ σώματα τοῖς πολλοῖς σκοτεινὰ καὶ βδελυκτὰ νομίζονται· ἀλλ' ἡ ψυχὴ ἐκλάμψει ὡς ὁ ἥλιος. Ὑμεῖς δὲ ἐτρυφήσατε, ἐσπαταλήσατε, ἐπὶ τῆς γῆς ἀπελάβετε τὰ ἀγαθὰ ἐν τῇ ζωῇ ὑμῶν. Νῦν δὲ τί εἴπω πρὸς ὑμᾶς; ἆρα οὐκ ἠκούσατε, ὅτι κρίσις ἡτοίμασται ἡ μέλλουσα τοῖς μὴ ποιήσασιν ἔλεος; Ναὶ, οὐκ ἠλεήσατε, ἀλλὰ τῇ ἀσπλαγχνίᾳ ἐδουλεύσατε. Διὰ τί καὶ ὅπερ εἶχεν ὁ πτωχὸς ἀφηρπάσατε; Ἄρα ὁ μὴ ἐλεῶν κολάζεται διότι οὐ μετέδωκεν· ὁ δὲ καταπονῶν καὶ ἁρπάζων τὰ ἄλλων, τί παθεῖται; Ἆρα τί εἴπω πρὸς τὴν ἀπάνθρωπον ὑμῶν προαίρεσιν; Ὁρῶ γὰρ μεῖζον τῆς ἀφέσεως τὸ σφάλμα· ὑπὲρ πᾶσαν ἰατρείαν τὸ τραῦμα κατεσκεύασται· ἡ ἀποτυχία ὑμῶν παραμυθίαν οὐκ ἔχει, τὸ ναυάγιον ὑμῶν ἀδιόρθωτον, ἡ πληγὴ ἀθεράπευτος, ἡ νόσος ἀνίατος, τὰ παραπτώματα ὑμῶν ἀπάρτι ἀσυγχώρητα. Οὐκ ἔτι γὰρ μετάνοια, οὐκ ἔτι παράκλησις ἰσχύει, οὐκ ἔτι δακρύων ὄφελος ἐγκλημάτων ἀπὸ τοῦ νῦν ἐμοῦ οὐκ ἐμνημονεύσατε· τῶν ἀποστόλων οὐκ ἠκούσατε, τὰς ἁγίας μου Γραφὰς ἐβδελύξασθε, πεινῶντά με οὐκ ἠλεήσατε· ἀκούσατε λοιπὸν τὴν ὀδυνηρὰν καὶ ἁρμόζουσαν φωνὴν, ἢν ὑμῶν ἡ ἀσπλαγχνία προεξένησε· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον.