Ancient Greek
Section 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (sermo 1) [Sp.] 6.1
Not analysed yet
Ἐννοήσατε ὁποία ἐστὶν ἀναιδὴς καὶ ἀναίσχυντος. Οὐκ ἐνετράπη εἰς τὸν τίμιον ἐκεῖνον καὶ μακάριον χορὸν τῶν ἀποστόλων, ὃν καὶ οἱ δαίμονες φρίττουσιν, ὧν καὶ αἱ σκιαὶ παθῶν φυγαδευτήρια, ὧν τὰ χρῶτα νοσήματα ἰῶντο, ὧν ὑπὸ τοὺς πόδας πάντα τὰ ἔθνη καὶ βασιλεῖς καὶ δυνάσται καὶ σοφοὶ ὑπετάγησαν. Ἀλλ' ὅμως ἡ ἀναιδὴς ἐπεπήδησεν ὥσπερ λῃστὴς καὶ ὡς λέων ὠρυόμενος, καὶ ἀφήρπασε τὸν ἀπόστολον, ἀλλ' ἐκ τῶν δώδεκα τῶν ἐκλεκτῶν, τῶν λογάδων καὶ κορυφαίων, οὐκ ἄμοιρον τῆς Χριστοῦ εὐλογίας καὶ δωρεᾶς παρὰ τοῖς ἕνδεκα, οὐδὲ τῶν χαρισμάτων· ἄφθονος γὰρ ὢν ὁ διδάσκαλος, ὥσπερ τοὺς λοιποὺς κἀκεῖνον ἐτίμησεν, καὶ παρέσχετο χάρισμα τῶν ἰαμάτων καὶ τὴν κατὰ τοῦ ἀλλοτρίου ἐξουσίαν. Ἀλλὰ καὶ τοὺς πόδας αὐτοῦ τοὺς κατὰ τοῦ Διδασκάλου τρέχοντας οἰκείαις χερσὶν, ὥσπερ καὶ τῶν λοιπῶν μαθητῶν, ἔνιψεν ὁ ἀγαθὸς καὶ ἀνεξίκακος Κύριος. Ὁποίαν λοιπὸν δοκεῖς δύναμιν ἔχειν λαβόντα τὴν ἐξουσίαν παρὰ τοῦ Θεοῦ καὶ Δεσπότου τῶν ὅλων κατὰ δαιμόνων καὶ παντοίων παθῶν; Ἐγὼ λέγω· πάντων τῶν βασιλέων καὶ δυναστῶν ὑπερισχύειν τοῦτο, καὶ πάσης ἐξουσίας φοβερώτερον εἶναι. Καὶ λοιπὸν ἐνθυμήθητε, ὦ φιλάργυροι, εἰ τὸν τοιοῦτον καὶ τηλικοῦτον στρατιώτην ὡς γυμνὸν καὶ ἀβοήθητον κατεπόνησε καὶ ἔλαβεν ὡς αἰχμάλωτον, τί λοιπὸν πάθωμεν ἡμεῖς οἱ μηδὲν κατόρθωμα ἀρετῆς κεκτημένοι; Καὶ τί λέγω περὶ ἀποστόλων καὶ μαθητῶν; Αὐτὸν τὸν Κύριον καὶ Δεσπότην τῶν ὅλων οὐκ ᾐδέσθη, ἀλλὰ καὶ ἐπ' αὐτὸν τὰς χεῖρας ἐπέβαλε, καὶ τὸν ἄπρατον ἔπρασε, καὶ τὸν πάσης δόξης καὶ τιμῆς ὑπάρχοντα ἄξιον ἠτίμασε, καὶ ᾧ κάμπτει πᾶν γόνυ, ἐῤῥάπισε, καὶ ᾧ φρίκῃ προσκυνοῦσιν οὐράνιαι στρατιαὶ, ἐνέπτυσε· καὶ, ἵνα τὸ μεῖζον εἴπω, τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν τὰ πάντα ζωοποιοῦντα ἀπέκτεινε. Λοιπὸν μηδεὶς καυχάσθω ἐν ἀνθρώποις, μηδεὶς ἐνδυναμούσθω ἐπὶ τῇ ἰδίᾳ ματαιότητι· μή τις θαῤῥείτω, ὅτι Πάθος οὐ νικᾷ με ποτέ· εἰς πολλὰ γὰρ νικᾷ σε, καὶ νικητὴς εἶναι δοκεῖς; τὸν ἀπόστολον τοῦ Χριστοῦ ἐνίκησε, καὶ σὺ καταφρονεῖς; τὸν κορυφαῖον ᾐχμαλώτευσε, καὶ σὺ ἀμεριμνεῖς καὶ μεγαλαυχεῖς; Ὅρα οὖν ὁ δοκῶν ἑστάναι, μὴ πέσῃς. Βούλει δείξω σοι ἐν πόσοις πράγμασι νικᾶσαι καὶ οὐ συνιεῖς; Βούλει ἀπογυμνώσω σοι ὅσα ἐκ τοῦ πονηροῦ ποιεῖς, καὶ ὡς ἀναίτιος διάγεις; Ἄκουε· ὤμοσας τὸ φοβερὸν ὄνομα τοῦ Θεοῦ, ὅπερ οὐδὲ οἱ ἄγγελοι τολμῶσι· τοῦτο ἐκ τοῦ πονηροῦ ἐστιν, ὡς ὁ Κύριος ἐδήλωσεν· ἐψεύσω, ἥττημά ἐστιν· ἐλοιδόρησας, ἡττήθης· χρήματα ἀπέθηκας τοῦ ἀδελφοῦ σου, μᾶλλον δὲ τοῦ Χριστοῦ λιμώττοντος καὶ γυμνητεύοντος· ἐνικήθης νίκην χαλεπὴν καὶ ἀναπολόγητον, τὴν πρόξενον τοῦ ἐσχάτου ἐκείνου καὶ φοβεροῦ ἐγκλήματος· Ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἀκόλουθα· καὶ τὸ χαλεπώτερον, ὅτι καὶ τὸν ἀδελφὸν τοῦ Χριστοῦ βοῶντα οὐκ ἠλέησας· καὶ μετὰ μικρὸν πάντα ὁμοῦ καταλιπὼν, πορεύσῃ ὅθεν οὐκ ἀναλύσεις, ἀλλ' ἐναρίθμιος ἔσῃ μετὰ τῶν ἀκουόντων· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, καὶ τὰ ἑξῆς. Εἶδες ἐν ποίοις νενίκησαι, καὶ οὐ συνιεῖς; εἶδες πόσων παραπτωμάτων ὑπεύθυνος εἶ, καὶ ὡς νικητὴς καὶ ἀναίτιος ἐν ἀμελείᾳ διάγεις, ἡττημένος καὶ νενικημένος καὶ δείλαιος; Οὐκ ἤκουσας τὸ γεγραμμένον, ὅτι Ὁ νικῶν κληρονομήσει τὰ αἰώνια ἀγαθὰ, ἅπερ ἐν τῇ Ἀποκαλύψει Ἰωάννης ἐδήλωσε καὶ διηγήσατο, ἅπερ εἶδεν πράγματα, χαρὰν ἀπλήρωτον, εὐφροσύνην ἀκήρατον, διαγωγὴν μετὰ τοῦ Δεσπότου τῶν ὅλων καὶ πάντων τῶν ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων· καὶ ἕτερα πολλὰ καὶ θαυμαστὰ διηγησάμενος τέλος ἐπήγαγε λέγων· Ὁ νικῶν κληρονομήσει ταῦτα. Τὴν νίκην προείπαμεν, εἰ κατέχετε· διὰ δὲ τοὺς ῥᾳθυμοτέρους καὶ πάλιν εἴπωμεν ποίαν λέγει νίκην. Νίκην, ἣν ὁ Κύριος ἡμῶν ἐνίκησε καὶ ἐδίδαξε λέγων· Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Ἤκουσας ὁποίαν λέγει νίκην; Ὁ νικῶν κληρονομήσει χαράν. Ὢ μακαρίας κληρονομίας, ὢ κλῆρος πάσης χαρᾶς πεπληρωμένος. Πολλῶν ἀγώνων, ἀδελφοὶ, χρεία, πολλῶν ἱδρώτων, πολλῶν δακρύων καὶ πολλῆς δεήσεως καὶ ἐγκαρδίου ταπεινώσεως. Ποίῳ τρόπῳ χρησώμεθα; ποίαν τέχνην ἐπινοήσωμεν; ποίαν ἐφεύρωμεν μέθοδον, ἵνα μὴ ἐκπέσωμεν ἐκεῖνα τὰ σημαινόμενα ἀγαθὰ, ἅπερ ἀπεκαλύφθη τῷ μακαρίῳ Ἰωάννῃ; τίνα ἐρωτήσωμεν καὶ διδάξει ἡμᾶς τὸν τρόπον, πῶς δυνηθῶμεν κληρονόμοι γενέσθαι τῶν ἀνεκφωνήτων ἐκείνων ἀγαθῶν, Ὧν ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν; Ὁ διδάσκων ἄνθρωπον γνῶσιν Κύριος, αὐτὸς διδάξει ἡμᾶς τὸν τρόπον, πῶς δεῖ νικᾷν τὸν κόσμον. Προσέλθωμεν αὐτῷ ἀναιδῶς, καὶ ἐρωτήσωμεν εἰλικρινῶς· μιμησώμεθα τὸν τίμιον χορὸν ἐκεῖνον τῶν ἀποστόλων, καὶ καθὼς ἐκεῖνοι προσελθόντες ἐπηρώτησαν αὐτὸν περὶ συντελείας καὶ περὶ πάντων, καὶ ἔμαθον παρὰ τῆς ἀληθείας τὴν ἀλήθειαν· προσέλθωμεν αὐτῷ καὶ νῦν, εἰ καὶ ἀνάξιοι καὶ εὐτελεῖς τυγχάνομεν, καὶ πόῤῥω τῆς τῶν ἀποστόλων ἀξίας. Οὐ γάρ ἐστι μακρὰν, οὐδὲ διέστηκε τῶν ἐν ἀληθείᾳ ζητούντων αὐτὸν, καθὼς ὁ προφήτης λέγει· Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Εἰπὲ ἡμῖν, Κύριε, εἰπὲ ἡμῖν, πῶς δεῖ νικῆσαι τὸν κόσμον· Κύριε, δίδαξον ἡμᾶς ποιεῖν τὸ θέλημά σου. Κύριε, ὁδήγησον ἡμᾶς ἐν τῇ ὀδῷ σου, μήποτε καταπιέτω ἡμᾶς ὁ βυθὸς τοῦ πονηροῦ τούτου αἰῶνος· Κύριε, Κύριε, μὴ ἐγκαταλίπῃς ἡμᾶς· Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν· ἐλέησον ἡμᾶς, ὅτι ἀσθενεῖς ἐσμεν· Κύριε, μὴ ἀφήσῃς ἡμᾶς ὀρφανούς· Διδάσκαλε ἀγαθὲ, τί ποιήσαντες ζωὴν αἰώνιον κληρονομήσομεν; Πρὸς ταῦτα ἀκούσωμεν τί ἀποκριθήσεται καὶ λαλήσει· Δεῦτε ὀπίσω μου, τοῖς ἴχνεσί μου ἀκολουθήσατε, μιμηταί μου γίνεσθε, πτωχεύσατε ἑκουσίως, ἵνα πλουτήσητε τὸν τρόπον τῆς ἐμῆς νίκης. Ἀκούσατε τοῦ ἀποστόλου διηγουμένου καὶ λέγοντος· Δι' ἡμᾶς ἐπτώχευσε πλούσιος ὤν. Ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου. Οὕτω καὶ πᾶς ὁ βουλόμενος νικῆσαι, ταπεινούσθω· ὀφείλει μὲν καὶ ὑπὲρ ἐμὲ ὡς δοῦλος· εἰ δὲ μὴ, κἂν ὡς ἐγὼ Δεσπότης· ὑπομενέτω διωγμοὺς, ὕβρεις, ἀτιμίας, ῥαπίσματα, ἐμπτύσματα. Οὕτως ὁ βιῶν μετὰ ὀρθῆς ὁμολογίας νικᾷ τὸν κόσμον, καὶ κληρονομεῖ ἐκεῖνα τὰ ὑπὸ Ἰωάννου μηνυθέντα, ἅπερ ἄγγελοι ἐπιθυμοῦσι θεάσασθαι. Ὄντως οὐδὲν ἰσχυρότερον τοῦ πτωχεύοντος διὰ τὸν Κύριον· οὐδεὶς οὕτω φοβερὸς τοῖς δαίμοσιν, ὡς ὁ ταπεινόφρων· ὁ βουλόμενος νικῆσαι τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ καὶ τὸν ὑψηλόφρονα καὶ ὑπερήφανον, τὰς ἐντολάς μου φυλάξει, καθὼς ἐγὼ τοῦ Πατρός μου τετήρηκα, γενόμενος ὑπήκοος μέχρι θανάτου, καταδεξάμενος ὕβρεις καὶ ἀτιμίας, ῥαπίσματα καὶ ἐμπτύσματα· καὶ οὕτω νικᾷ τὸν κόσμον. Οὗτος ὁ τρόπος ἐφόβησε καὶ ἐξενεύρωσε τὸν διάβολον, καὶ κατέκλασε αὐτοῦ τοὺς ὀδόντας, καὶ συνέτριψεν αὐτοῦ τὴν ἰσχὺν καὶ τὸ μάταιον αὐτοῦ κράτος· ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος καθὼς γέγραπται· Καυχάσθω ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ· οὗτος γὰρ ὁ νικῶν τὸν κόσμον. Ὁρᾷς τῆς ταπεινοφροσύνης τὸ ὕψος, βλέπεις τῆς πτωχείας τὸ νῖκος; εἶδες ἀήττητον παράταξιν τοῦ ταπεινοῦ τῇ καρδίᾳ; Ὢ πτωχεία πλουσιωτέρα πάντων τῶν βασιλέων· ὢ ταπεινοφροσύνη δυνατωτέρα γιγάντων· ὢ ταπείνωσις καὶ ὑπακοὴ, ὅπλον καὶ βέλος κατὰ τοῦ πονηροῦ. Ὄντως μάτην ταράσσεται πᾶς ἄνθρωπος, χωρὶς τοῦ τρόπου τούτου νικῆσαι βουλόμενος. Μὴ πλανῶ, ἄνθρωπε, οὐδεὶς Χριστοῦ ἰσχυρότερος· ἀλλ' αὐτὸς οὕτως παρετάξατο καὶ ἐνίκησε, διδάξας ἡμᾶς τρόπον νίκης ἀήττητον· τῷ τρόπῳ τούτῳ κατέβαλε τὸν ὑπερήφανον, τῇ τέχνῃ ταύτῃ κατέβαλε τὸν εἰπόντα, Ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ· ταύτῃ τῇ μεθοδείᾳ ἐνίκησε τὸν κόσμον καὶ τοῦ κοσμοκράτορος κατέκλασε τοὺς ὀδόντας, διωκόμενος, ἐπιβουλευόμενος, ὑβριζόμενος, ἐμπτυόμενος. Ὁρᾷς τὸ ἀήττητον ὅπλον; ὁρᾷς τὴν νίκην καὶ τὴν τέχνην; βλέπεις τὸ ἀνίκητον κράτος τῆς κατὰ Θεὸν πτωχείας; εἶδες πῶς φοβερὸς ὑπάρχει τοῖς δαίμοσιν ὁ τὴν ταπεινοφροσύνην ἐνδεδυμένος; Τοῦ μὲν Κυρίου, καθὼς προείρηται, μιμητής ἐστι, τῶν ἀγγέλων ποθητὸς, τοῖς ἀποστόλοις τίμιος, τοῖς μάρτυσι συναρίθμιος, τοῖς δαίμοσι φοβερὸς, τοῦ κόσμου νικητὴς, τῶν αἰωνίων καὶ ἀφθάρτων ἀγαθῶν κληρονόμος. Τούτου οὐδέποτε φόβος ἅπτεται, τοῦτον πᾶς λεγεὼν δαιμόνων ὑποχωρεῖ καὶ πτήσσει, βλέποντες ἐν αὐτῷ τὸν τοῦ κόσμου νικητὴν Χριστὸν καταπατήσαντα αὐτοὺς, καὶ καθελόντα αὐτῶν τὸ μάταιον κράτος.