Ancient Greek
Section 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (sermo 1) [Sp.] 7.1
Not analysed yet
Λοιπὸν, τεκνία, τὸν τρόπον μαθόντες καὶ τὴν τέχνην διδαχθέντες, μὴ ἀμελήσωμεν, ἀλλὰ μιμησώμεθα τὸν Κύριον ἡμῶν, καὶ διὰ τῆς ταπεινώσεως καὶ τῶν ἀρετῶν ὁμοιωθῶμεν αὐτῷ, καὶ νικήσωμεν τοῦ Κυρίου συνεργοῦντος· καὶ μάλιστα ἐπιθυμηταὶ τῶν ἀγαθῶν ἐκείνων, περὶ ὧν πολλάκις ἠκούσατε, μὴ ὀκνήσωμεν, μὴ δῶμεν ὕπνον τοῖς ὀφθαλμοῖς ἡμῶν, μὴ νικηθῶμεν ὑπὸ τοῦ δεινοῦ κοσμοκράτορος, μήποτε εἴπῃ, ὅτι Ἴσχυσα πρὸς αὐτόν. Ὅρα οὖν, ἀγαπητὲ, μὴ ἐπινυστάξῃς σοῖς βλεφάροις· ὅρα οὖν μὴ νυστάξῃ ὁ φυλάσσων σε· κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι· Ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος ζητεῖ τίνα καταπίῃ. Ταῦτα εἰδότες, τεκνία, διεγείρωμεν ἑαυτοὺς, ἑτοιμασθῶμεν πρὸς πολέμους, καὶ πάλιν μετὰ μικρὸν ἕτοιμοι γενώμεθα πρὸς ἀπολογίαν. Ἕως πότε οὐ προσέχομεν τοῖς λόγοις τοῦ Κυρίου λέγοντος, Γίνεσθε ἕτοιμοι, δηλονότι πρὸς τὴν ἐντεῦθεν ἀποδημίαν; Εἶτα τοῦ κριτοῦ τότε ἀνοίγοντος τὰς βίβλους, οὐκ ἄλλας ξένας, ἃς οὐκ ἔγνωμεν, ἀλλὰ ταύτας, ἃς περιφέρομεν καὶ καθ' ἑκάστην ἀναγινώσκομεν καὶ ἀκούομεν, δεικνυούσας ἡμῖν κατὰ πᾶσαν αἰτίαν τὴν ἀσφαλῆ καὶ πάσης ἐντολῆς ἐργασίαν· τί δὴ ἀποκριθῶμεν; πῶς δὴ λάθωμεν τοὺς παρ' ἡμῶν διωχθέντας, καὶ Ἑτέρους περιφρονηθέντας καὶ πολλὰ δεινὰ παθόντας, μάλιστα δὲ πλησίον τοῦ κριτοῦ παρεστῶτας καὶ βοῶντας, ἐκδίκησον, Κύριε, ἡμᾶς λοιπόν· Θεὸς γὰρ ἐκδικήσεων ὑπάρχεις, Δέσποτα. Τί λοιπὸν ἔδει ποιῆσαι; εἴπατε, εἴ τι οἴδατε ὡς γὰρ ὁ λόγος ἀπέδειξεν, ἀδύνατον τὰς χεῖρας τοῦ κριτοῦ διαφυγεῖν· καὶ ὅτι οὐδὲν αὐτὸν λανθάνει ἔγνωμεν· ὅτι καὶ ὁ ᾅδης γυμνὸς φανήσεται, καὶ πάντα γυμνὰ τοῖς ὀφθαλμοῖς αὐτοῦ, οἴδαμεν, καὶ ὅτι πᾶν ἔργον καὶ πᾶσα πρᾶξις, κἄν τε ἀγαθὴ κἄν τε φαύλη, εἴτε μικρὰ εἴτε μεγάλη, εἰς μέσον τοῦ θεάτρου ἐκείνου ἐπὶ ἀγγέλων καὶ πασῶν δυνάμεων καὶ πάσης πνοῆς ἀναγινώσκεται ἀνθρωπίνης. Καὶ τοῦτο ἐδιδάχθημεν, ὅτι Τότε γενήσεται ὁ ἔπαινος ἑκάστῳ ἀπὸ Θεοῦ, καὶ ὅτι ἕκαστος τὸ ἴδιον φορτίον βαστάξει μεμαθήκαμεν, καὶ ὅτι οἱ ἕτοιμοι εἰσέρχονται μετ' αὐτοῦ εἰς τὰς αἰωνίους σκηνὰς ἐπιστώθημεν, καὶ ὅτι τοῖς ῥᾳθύμοις ἡ θύρα ἀποκέκλεισται οὐκ ἔλαθεν· ἵνα τὸ φοβερώτερον εἴπω, ὅτι τέλος αἱ κολάσεις οὐκ ἔχουσιν, ἀλλ' εἰς ἀπείρους αἰῶνας παρατείνουσιν, ἐδηλώθη ἡμῖν· καὶ ὅτι πάντες γυμνοὶ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος εἴ τι ἔπραξεν, καὶ τοῦτο ἠκούσαμεν· καὶ ὅτι ἡ κρίσις ἀνέλεος, οὐκ ἠπιστήσαμεν· καὶ ὅτι ἔρχεται κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, καθ' ἑκάστην ἐπὶ στόματος φέρομεν· καὶ ὅτι πᾶς ἁμαρτήσας καὶ ἀμελήσας τῆς μετανοίας, εἰς κόλασιν αἰώνιον ἐκπέμπεται, πάντες οἴδαμεν. Ταῦτα πάντα ἀσφαλῶς ἐπιστάμενοι, πῶς οὐ τρέμομεν; πῶς οὐκ ὀδυρόμεθα; πῶς οὐ διεγείρομεν ἀλλήλους, καὶ συμβουλευόμεθα βουλὴν σώζουσαν καὶ ἀρέσκουσαν Θεῷ; Δεῦτε οὖν ὁμοῦ, πάντες οἱ πιστοὶ καὶ φιλόθεοι, δεῦτε, συμφωνίᾳ συναχθῶμεν εἰ καὶ τὰ πέρατα ὅλα συναχθῆναι ἐπὶ τὸ αὐτὸ ἀδύνατον, ἀλλὰ χώραν πρὸς χώραν· εἰ δὲ καὶ τοῦτο δύσκολον, κἂν πόλις καὶ τὰ περίχωρα αὐτῆς· καὶ συνερχομένων πολλῶν, ἀνακρίνωμεν ἀλλήλους περὶ τῶν φοβερῶν ἐκείνων κριτηρίων· ἀρξώμεθα καὶ ἴδωμεν εἰ ἕτοιμοί ἐσμεν, ἴδωμεν περὶ ἑκάστου σφάλματος, ὁποῖον κρῖμα ἔγγραπτον ὁ Κύριος ἐποίησεν. Οὕτως ἕκαστος γνωρίσας τὸ ἴδιον σφάλμα, καὶ τὸ αὐτοῦ κατάκριμα, διορθώσεται πρὶν λυθῆναι τὴν πανήγυριν καὶ φθασθῇ ἀδιόρθωτος. Εἰ γὰρ βασιλεὺς τὰ χρεωστούμενα οὐ παραχωρεῖ, ἀλλὰ κατὰ ἀκρίβειαν ἀνύει, καὶ πᾶς ἄρχων τὰ ὀφείλοντα ἀπαιτεῖ, πόσῳ μᾶλλον ὁ δίκαιος κριτὴς πάντα ἀπαιτήσει τὰ ὀφειλήματα ἡμῶν; Διὰ τοῦτο παρακαλῶ τὴν ἐν Χριστῷ ἀγάπην ὑμῶν, μηδεὶς ἀπέλθῃ ἐντεῦθεν χρέος ἐπιφερόμενος. Ὧδε ἔνι τρόπος ἀπολογίας· ἔχεις πολλοὺς τρόπους· πολλαὶ γὰρ ὁδοὶ βίου. Εἰ γὰρ τὰ σφάλματα πολλὰ, πολλῷ μᾶλλον ἔλεος τοῦ Θεοῦ· ὅπερ καὶ πολλάκις ὑμῖν διηγήσαμεν, εἰ καὶ ἀνεκδιήγητόν ἐστι, καὶ πάλιν ὑπομνήσω τὴν ἐν Χριστῷ ἀγάπην ὑμῶν· ἀλλὰ νουνεχῶς ἀκούσωμεν μετὰ φόβου Κυρίου καὶ πολλῶν δακρύων. Οἱ ῥᾴθυμοι νήψωμεν, οἱ νυστάζοντες ἐξυπνίσωμεν, οἱ ἐν πειρασμοῖς πᾶσαν τὴν μέριμναν ἐπιῤῥίψωμεν ἐπὶ τὸν Κύριον, καθὼς γέγραπται, ὅτι αὐτῷ μέλει περὶ ἡμῶν. Συναγάγωμεν ὧδε τὸν νοῦν, καὶ ἀκούσωμεν τρόπους χρηστοὺς, τρόπους σωτηρίας, τέχνας ψυχωφελεῖς, μέθοδον ἐπιστροφῆς καὶ μετανοίας, καὶ σύντομον θεῖον λόγον καὶ διδασκαλίαν ἀνόθευτον· μόνον, καθὼς προεῖπον, συντείνατέ μοι τὴν διάνοιαν, καὶ μηδεὶς νωθρῶς καὶ ῥᾳθύμως ἀκούσῃ· τὸν γὰρ τρόπον ὃν μέλλω λέγειν, πᾶν εἶδος σφάλματος ἀναμιμνήσκει πάντας τοὺς παρατυγχάνοντας, ὅπως ἕκαστος ἡμῶν τὸ ἴδιον γνωρίσας σφάλμα, δακρύσῃ, στενάξῃ, τὸ σφάλμα διορθωσάμενος, ἑτοιμάσῃ ἑαυτὸν πρὸς ἀπολογίαν. Εἰς ἀνάμνησιν πάλιν βούλομαι ὑμᾶς ἀγαγεῖν τῶν σκυθρωπῶν καὶ φρικτῶν κολάσεων, καθὼς καὶ ἐν ἀρχῇ τοῦ λόγου πεποίηκα· ταῦτα γὰρ εἰπόντες, ἐβλάψαμεν οὐδὲν, ἀλλὰ μᾶλλον καὶ μεγάλως ὠφελήσαμεν· ῥανὶς γὰρ ἐνδελεχοῦσα κοιλαίνει πέτραν, καθὼς γέγραπται. Πόθεν οὖν ἄρξωμαι; ποῖον δὲ σφάλμα, ἢ ποῖον νόσημα προσαγάγω, ἵνα καὶ τὴν ἁρμόζουσαν τῇ νόσῳ ἴασιν ἐπαγάγω; Πάντως τὸ πρῶτον κακόν. Καὶ ποῖον ἄρα ἐστὶ τοῦτο; Δηλονότι ὑπερηφανία, ἥτις ἐπὶ γῆς ἄνωθεν κατέσπασε τὸν ἑωσφόρον. Λοιπὸν ἄκουε ἐν πρώτοις, ὑπερήφανε· σὺ μνήσθητι τοῦ γεγραμμένου· Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, καὶ μακρὰν ἀπὸ σοῦ τὴν δεινὴν ταύτην ἀῤῥωστίαν ποίησον, ἵνα μὴ ἀντιτασσόμενον εὑρήσῃς τὸν Θεόν· μνήσθητι τοῦ πεσόντος ἐπὶ γῆς ἄνωθεν, καὶ ἀντὶ τῆς μετὰ Θεοῦ διαγωγῆς καὶ τῶν λοιπῶν συλλειτουργῶν ἀγγέλων, τοῖς καταχθονίοις κατοικοῦντος ἐν σκοτεινοῖς καὶ ἐν τῇ ἀπωλείᾳ· ἐννοῶν ἀεὶ τὸν Κύριον τῆς δόξης πλούσιον ὄντα, πῶς ἐπτώχευσεν. Μνήσθητι τὰς κατ' αὐτοῦ ἐπιβουλὰς καὶ συκοφαντίας τά τε ῥαπίσματα, καὶ φρίξας ταπεινώθητι, ἵνα σωθῇς καὶ ὑψωθῇς ἐν καιρῷ ἐπισκοπῆς· ἐγγὺς γὰρ Κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ· καὶ ὅτι ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Οἱ δὲ ἐν πορνείαις πλανηθέντες, ἀποστήτωσαν, καὶ μηδέποτε πλανηθήτωσαν, ἀλλὰ μνημονευέτωσαν τοῦ Ἀποστόλου κράζοντος, ὅτι Πόρνους καὶ μοιχοὺς κρινεῖ ὁ Θεός· καὶ, ὅτι Πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων, εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει· καὶ, ὅτι Πόρνοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Μὴ ἐπιλάθεσθε δὲ καὶ τοῦ μολύναντος ἐν πορνείᾳ τὴν νυμφικὴν στολὴν καὶ μετ' αἰσχύνης τοῦ βασιλικοῦ γάμου ἐκβληθέντος, καὶ Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Οἱ μοιχοὶ, φρίξατε τὴν θείαν φωνὴν τὴν λέγουσαν, Μὴ μοιχεύσεις· καὶ τοῦ Ἀποστόλου βοῶντος, Πόρνους καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Μνήσθητε δὲ καὶ τοῦ Σολομῶντος λέγοντος, Ὁ δὲ μοιχὸς δι' ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ἑαυτοῦ ψυχῇ περιποιεῖται. Ἀκούσατε δὲ τοῦ Κυρίου πρὸς τὴν μοιχαλίδα βοῶντος, Ἄπελθε, καὶ μηκέτι ἁμάρτανε. Καὶ συντόμως, Μετανοήσατε· ἀκούσατε τοῦ Ἀποστόλου κηρύσσοντος, ὅτι Ἀποκαλύπτεται γὰρ ὀργὴ τοῦ Θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων. Οἱ ἐν ἄρσεσιν ἄρσενες τὴν ἀσχημοσύνην κατεργαζόμενοι, τρομάξατε καὶ πρὶν τὸν Κριτὴν παραγενέσθαι, καὶ μάλιστα παρὰ φύσιν τολμήσαντες, λογιζόμενοι πῶς αἱ κολάσεις τοὺς τοιούτους διαδέξονται, ἐὰν μὴ ἐμπόνως κατὰ ἀναλογίαν τοῦ πταίσματος μετανοήσωσι. Μνημονεύετε τοῦ Ἀποστόλου βοῶντος, ὅτι Ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν, οὔτε πόρνοι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Καὶ ἐκ ποίας αἰτίας εἰς τὸ χαλεπὸν τοῦτο πτῶμα κατεῤῥάγησαν; εἰπὲ, Παῦλε. Διότι, φησὶν, Οὐκ ἐδοκίμασαν ἔχειν τὸν Θεὸν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὐτοῖς. Εἶδες τὴν αἰτίαν τοῦ δεινοῦ πτώματος; Διὰ τοῦτο παραινεῖ ὁ αὐτὸς ἀπόστολος μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, μηδὲ δούλους παθῶν· ᾯ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. Διὰ τοῦτο δεῖ πάντοτε προσεύχεσθαι, πάντοτε δακρύειν καὶ θρηνεῖν, ὅπως ῥύσηται ἡμᾶς ὁ Κύριος ἐκ τοῦ κακοῦ φρονήματος τοῦ σώματος τοῦ θανάτου τούτου· καὶ ἐπιθυμήσωμεν κἄν ποτε τὰ ὄντως ἐπιθυμητὰ ἐκεῖνα, εἰς ἃ καὶ ἄγγελοι ἐπιθυμοῦσι παρακύψαι.