Ancient Greek
Section 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (sermo 1) [Sp.] 8.1
Not analysed yet
Ταῦτα καὶ ἡμεῖς ποθήσωμεν, καὶ σπουδάσωμεν μετανοῆσαι, καὶ διὰ τῆς μετανοίας πάλιν ἄσπιλοι γενέσθαι, καθὼς καὶ πρὸ τοῦ καταπεσεῖν. Τοιοῦτον γάρ ἐστι τὸ εἶδος καὶ ἡ δύναμις τοῦ τιμίου κτήματος τῆς μετανοίας· εἰς τὴν πρώτην τιμὴν, ἣν εἶχε πρὸ τοῦ σφάλματος, ἀποκαθιστᾷ πάλιν τὸν μετανοοῦντα. Τολμῶ εἰπεῖν, ὅτι καὶ ὑψηλότεροί τινες γεγόνασι. Πολλὰ κοπιάσαντες, καὶ περισσοτέρως δακρύσαντες, ἀπέπλυναν τὴν δυσωδίαν τῆς ἁμαρτίας κατὰ τὸν λέγοντα· Πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Σπουδῆς δὲ πολλῆς χρεία, ὅτι ᾗ ὥρᾳ οὐκ οἴδαμεν, ὁ ἀπαιτῶν ἁρπάσει, καὶ οὐδεὶς ὁ ῥυόμενος. Ὅθεν ἡ θεία φωνὴ ἀπαύστως βοᾷ, Γίνεσθε ἕτοιμοι. Ὁ κρίνειν λαχὼν, φεῦγε τοῦ κρίνειν, τοῦ Κυρίου λέγοντος, Μὴ κρίνετε· καὶ μὴ παραιτοῦ πάλιν διακαταπονούμενον, ἀλλὰ τοῦ Κυρίου μνημόνευε τοῦ λέγοντος· Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε· καὶ πάλιν· Μὴ καταδικάσητε, καὶ οὐ μὴ καταδικασθῆτε. Εἰ δὲ τὸν ἕτερον κρίνων σὺ τὰ αὐτὰ πράσσεις, οὐκ ἐκφεύξεις τὸ κρῖμα τοῦ Θεοῦ. Ἄκουε τοῦ Ἀποστόλου ἐπιπλήττοντος τοὺς τοιούτους καὶ λέγοντος· Διὸ ἀναπολόγητος εἶ, ἄνθρωπε, ὁ κρίνων τοὺς τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτά· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, ἑαυτὸν κατακρίνεις. Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις; ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις; Ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καθὼς ἔφη ὁ Κύριος· Ἐν ᾧ γὰρ, φησὶ, κρίματι κρίνετε, κριθήσεσθε. Ὅρα οὖν ὁ κρίνων, μὴ λάβῃς δῶρα ἐπ' ἀθώοις· γέγραπται γάρ· Οὐαὶ οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων, καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. Εἴ τις οὖν τῶν δικαστῶν καὶ κριτῶν εὕροι ἑαυτὸν ἔνοχον ἐν τούτοις, σπουδάσῃ διὰ μετανοίας ἑαυτὸν ἀνέγκλητον ποιῆσαι· ἰδοὺ γὰρ ὁ κριτὴς τῶν κριτῶν πρὸ τῶν θυρῶν ἕστηκε. Μηκέτι οὖν ἀλλήλους κρίνωμεν, ἀλλ' ἀλλήλους ἀγαπήσωμεν, ἀλλήλοις βοηθήσωμεν, ὑπὲρ ἀλλήλων εὐξώμεθα, ὅπως ἰαθῶμεν ἀπεντεῦθεν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Εἴ τις τῷ θυμῷ καὶ τῇ ὀργῇ δεδούλωται, ἄκουε τοῦ Ἀποστόλου λέγοντος· Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ ἀρθήτω ἀφ' ὑμῶν· καὶ πάλιν· Ὀργὴ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται· καὶ πάλιν, Ἀπόθεσθε ὀργὴν, θυμὸν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν. Προηγουμένως δὲ ἄκουε καὶ τοῦ προφήτου παραινοῦντός σε· Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλειπε θυμόν. Εἶτα καὶ ὁ Σολομών φησιν· Ἀνδρὶ θυμώδει μὴ συναυλίζου. Ὁ γὰρ τοιοῦτος οὐκ ἔστι δοῦλος Θεοῦ, ἀλλὰ τοῦ κατέχοντος αὐτὸν πάθους, καθὼς γέγραπται· ᾯ γὰρ ἥττηται, τούτῳ καὶ δεδούλωται. Καὶ διὰ τάχους τὴν ὀργὴν ἀναῤῥίψαντες, ἐμπόνως μετανοήσατε, ἵνα μὴ ἁρπαγέντες ἀπενεχθῆτε εἰς τὸν τόπον ἐκεῖνον, ἔνθα συνάγονται τὰ τῆς ὀργῆς τέκνα, ἐξ οὗ ῥυσθείημεν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οἱ γαστρίμαργοι καὶ κατασπαταλῶντες, ἀκούσατε τοῦ Κυρίου κράζοντος μετὰ ἀπειλῆς· Οὐαὶ οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσουσι· καὶ τοῦ προφήτου λέγοντος· Ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἐγκατέλιπε Θεὸν τὸν ποιήσαντα αὐτόν. Ὁρᾷς ὡς καὶ τοῦ Θεοῦ χωρίζονται οἱ τρυφῶντες, περὶ ὧν καὶ ὁ Ἀπόστολος ἀθέους ἀποδεικνὺς ἔλεγεν· Ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες. Ἄκουε πάλιν τοῦ Θεοῦ πῶς προασφαλίζεται πᾶσι διὰ Μωϋσέως, καὶ λέγει· Πρόσεχε σεαυτῷ, μή ποτε φαγὼν καὶ ἐμπλησθεὶς ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου· καὶ σπουδαίως καταλιπὼν τὴν τρυφὴν τὴν μητέρα πάντων τῶν παθῶν καὶ πάσης δυσωδίας, ἐπιλάβου τῆς εὐωδίας, ἤγουν τῆς ἐγκρατείας, τὸν καρπὸν τοῦ ἁγίου Πνεύματος, καθὼς ὁ Ἀπόστολος ἐδίδαξε· καὶ πρόσεχε σεαυτῷ, ἵνα μὴ ἀκούσῃς καὶ σὺ, καθὼς ὁ σπαταληστὴς ἐκεῖνος πλούσιος, ὁ καὶ μισόπτωχος, ὅτι Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου· καὶ ἀντέχου τῆς μετανοίας, τοῦ κεφαλαίου τῆς σωτηρίας ἡμῶν, ὅτι οὐκ οἴδαμεν τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Κύριος ἡμῶν ἔρχεται. Οἱ ἐν μέθαις ἡττώμενοι, καὶ τῆς ἀκηράτου βασιλείας τῶν οὐρανῶν ἑαυτοὺς ἀποσχοινίζοντες ἰδίᾳ γνώμῃ, ἀκούσατε τοῦ προφήτου κηρύσσοντος· Οὐαὶ οἱ μεθύοντες· καὶ τοῦ Ἀποστόλου λέγοντος, ὅτι Μέθυσοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι· καὶ πάλιν παραγγέλλοντος, Μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστιν ἀσωτία, καὶ καταλιπόντες τὸν οἶνον, μᾶλλον δὲ τὴν μέθην τὴν ἔξω ἀποκλείουσαν τῆς βασιλείας, ἐπιποθήσατε ἐκεῖνον τὸν οἶνον, ὃν ὁ Θεὸς ἐκ τῶν ἁγίων Γραφῶν ἐκέρασεν ἡμῖν κατὰ τὸν προφήτην, οἶνον κατανύξεως· ὃν οἱ πιόντες, ἐν κατανύξει μετανοήσατε δακρύοντες· γλυκέα γὰρ τὰ ῥήματα τοῦ Κυρίου. Οἱ ἐν σαρκὶ πεποιθότες καὶ ἐπὶ ἰδίᾳ ματαιότητι, ἀκούσατε τοῦ Θεοῦ διὰ στόματος τῶν ἁγίων βοῶντος· Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· καὶ πάλιν, Στηρίζων σάρκα βραχίονος αὐτοῦ, ὅτι ματαία σωτηρία ἀνθρώπου. Διὰ τοῦτο καὶ ὁ Ἀπόστολος γράφει· Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ, καθὼς ὁ προφήτης τὰ ὅμοια λέγει· Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ' ἄνθρωπον. Καὶ μετανοήσατε· ἔρχεται γὰρ ὁ κριτὴς ὁ ἀπροσωπόληπτος καταργῆσαι πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν· οὐδὲν γὰρ αὐτοῦ ἰσχυρότερον. Οἱ τὰ περίεργα ἐπιτηδεύοντες λαθροφονευταὶ, οἱ τοῦ τόπου τῶν φονέων κληρονόμοι, οἱ κρύφιοι λύκοι, οἱ σαρκικοὶ δαίμονες, οἱ τῶν καταχθονίων οἰκήτορες, οἱ τοῦ αἰωνίου σκότους υἱοὶ καὶ τοῦ ἀσβέστου πυρὸς τέκνα, ἀκούσατε τί διηγεῖται ὁ ἅγιος εὐαγγελιστὴς Λουκᾶς περὶ τῶν τοιούτων ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων λέγων· Πολλοὶ δὲ τῶν τὰ περίεργα πραξάντων, συνενέγκαντες τὰς βίβλους, κατέκαιον ἐνώπιον πάντων, καὶ συνεψηφίσαντο τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. Εἶδες ὑπακοὴν ὀξεῖαν καὶ σωτηρίαν σύντομον; εἶδες πῶς ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν; Ἀλλὰ τὸ τάχος τῆς ὑπακοῆς πάντα κατώρθωσε. Καὶ ὑμεῖς οἱ τὰ ὅμοια πλανώμενοι, καὶ γνώμῃ ἀπατώμενοι, καταπτύσαντες τὴν τοιαύτην χαλεπὴν καὶ ἀπάνθρωπον ἀπάτην, καὶ ὡς ἀπὸ ὄφεως ἀποφυγόντες, σπουδάσατε ἀξίαν μετάνοιαν ἐπιδείξασθαι, πρὶν φθάσῃ ἡμῖν ἡ ἀνυπόστατος κατὰ τῶν τοιούτων ἀπειλὴ καὶ οἰμωγή· ὁ γὰρ καιρὸς ἐγγὺς, καὶ μὴ ἀμελῆτε. Οἱ τὸ δυσίατον νοσοῦντες πάθος, τὸν φθόνον λέγω καὶ βασκανίαν, μνήσθητε τῶν φθονερῶν ἐκείνων τῶν ἀκουσάντων· Ἑταῖρε, οὐκ ἀδικῶ σε, ἆρον τὸ σὸν, καὶ ὕπαγε. Ποῦ ἄρα; Δηλονότι εἰς τὸ σκότος τὸ ἐξώτερον. Καὶ ἀποῤῥίψαντες τὴν τοιαύτην ἀῤῥωστίαν, μετανοήσατε· Φοβερὸν γὰρ τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Οἱ τὰς θείας Γραφὰς ἐξουθενοῦντες, καὶ τὸ ἅγιον Πνεῦμα ἐνυβρίζοντες τὸ λαλῆσαν διὰ στόματος τῶν ἐν τῇ Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ, τί ποιήσετε ἐν τῇ φρικτῇ ἐκείνῃ ὥρᾳ, ὅταν τὸ κριτήριον καθίσῃ, καὶ ἀνοιχθῶσιν αἱ βίβλοι, ἃς νῦν βδελύσσεσθε καὶ ἀποστρέφεσθε; ποῦ φύγητε; ποῦ κρυβήσεσθε ἀπὸ προσώπου τοῦ λαλήσαντος πᾶσαν θείαν Γραφὴν, καὶ πᾶσαν ἱερὰν βίβλον συντάξαντος; Οὐαὶ καὶ ἀπώλεια καταλήψεται ὑμᾶς, εἰμὴ ταχέως ἀναλάβησθε θρῆνον καὶ ὀδυρμὸν, καὶ δυσωπήσητε ὃν παρωξύνατε, παράκλητον Θεόν. Οὐκ ἀκούετε τοῦ Κυρίου λέγοντος, Ἐρευνᾶτε τὰς Γραφάς; Οὐκ ἀκούετε πῶς πεπλανημένους ἐκάλεσε τοὺς μὴ εἰδότας τὰς Γραφάς; Ἀκούσατε τοῦ Ἀποστόλου θεόπνευστον αὐτὴν καλοῦντος καὶ ὠφέλιμον, καὶ λόγον ὑγιαίνοντά τε καὶ ἰατρεύοντα, καὶ ἱερὰ Γράμματα καλοῦντος, καὶ νόμον ἐλευθερίας. Ἀκούσατε πάλιν πῶς διὰ τοῦ Σολομῶντος τὸ ἅγιον Πνεῦμα ἀσεβεῖς ὑμᾶς ἐκάλεσε, λέγον· Σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσι.