Ancient Greek
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (sermo 2) [Sp.] 2.1
Not analysed yet
Μὴ, ἀδελφοὶ, μὴ, παρακαλῶ πάντας ὑμᾶς, μὴ τοῦτο μεριμνῶμεν. Ἔστι γὰρ Θεὸς ἐν οὐρανῷ ὁ οἰκτίρμων; ὁ μεριμνῶν καὶ διοικῶν τὴν γυναῖκα καὶ τὰ τέκνα, ὁ καὶ ποιήσας αὐτούς· μόνον ἡμεῖς ἑαυτοὺς μεριμνήσωμεν, ἑαυτοὺς κλαύσωμεν, ἑαυτοὺς εὐτρεπίσωμεν, ἑαυτοὺς πρὸς τὰ ἐκεῖ κριτήρια καὶ δικαστήρια προασφαλισώμεθα. Ἐν γὰρ τῇ ὥρᾳ ἐκείνῃ οὔτε τέκνα οὔτε γυνὴ, οὐ πατὴρ, οὐ μήτηρ, οὐκ ἀδελφὸς, οὐ συγγενὴς, ἀλλ' οὐδὲ αὐτὸς ὁ Ἀβραὰμ, ἢ Νῶε, ἢ Δανιὴλ, ἢ Πέτρος, ἢ Παῦλος δυνήσονται λυτρώσασθαι ἡμᾶς ἐκ τῶν ἀκαταλήπτων ἐκείνων βασάνων, εἰ μὴ τὰ ἔργα ἡμῶν. Ἐξ οὐρανοῦ ἔρχεται κρῖναι ζῶντας καὶ νεκροὺς, ἔρχεται ὁ ἐτάζων καρδίας καὶ νεφρούς· ἔρχεται, καὶ τίς λοιπὸν ἐκφύγῃ τὰς χεῖρας αὐτοῦ; ἔρχεται καθήμενος ἐπὶ θρόνου Χερουβὶμ, καὶ ἐπιβλέπων ἀβύσσους· ἔρχεται ὁ Θεὸς τῶν θεῶν, καὶ Κύριος τῶν κυριευόντων· ἔρχεται ὁ Ἄρχων τῶν ἀρχόντων, καὶ Κριτὴς τῶν κριτῶν· ἔρχεται ὁ Βασιλεὺς τῶν βασιλευόντων, καὶ Δικαστὴς τῶν δικαστῶν· ἔρχεται ὁ δημοσιεύων καὶ ἐλέγχων πᾶν φαῦλον καὶ ἀποκεκρυμμένον μυστήριον· ἔρχεται ὁ φανερῶς ποιῶν καὶ ἀποκαλύπτων τὰ ἐσφαλμένα τῶν κρυφίων· ἔρχεται ὁ τὰ ἐνθυμήματα καὶ τὰς πράξεις καὶ τὰ ῥήματα καὶ πᾶν ἐννοήμα ἐπὶ πάντων θριαμβεύων· ἔρχεται ὁ ἀληθὴς καὶ ἀκοίμητος ὀφθαλμὸς, ὁ ἀπροσωπόληπτος δικαστὴς, ὁ ἀδωροδόκητος ἐξεταστὴς, ὁ πᾶσαν ῥυπαρὰν πρᾶξιν καὶ αἰσχρὰν ἡδονὴν καταφλέγων, καὶ εἰς γέενναν παραπέμπων· ἔρχεται ὁ ἀγαπῶν εἰρήνην, καὶ μισῶν πᾶν πονηρὸν ῥῆμα, καὶ πᾶν ἅρπαγμα, καὶ ἁμαρτίαν πᾶσαν, καὶ τοὺς ποιοῦντας τὰ σκάνδαλα αἰωνίως τιμωρούμενος· ἔρχεται, οὗ ἀπὸ προσώπου αὐτοῦ ἡ γῆ φεύγει, ἡ θάλασσα ξηραίνεται· ὁ οὐρανὸς εἱλίσσεται ὡς βιβλίον, τὰ ἄστρα πίπτουσιν, ὁ ἀὴρ κλονεῖται, ὁ ἥλιος σκοτίζεται, ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, τὰ Χερουβὶμ τρέμει, τὰ Σεραφὶμ ἐξίστανται, ἄγγελοι φρίττουσιν, ἀρχάγγελοι τρέμουσι, τὰ ἄνω, τὰ κάτω δονεῖται, τὰ πάντα σείεται· ἔρχεται ὁ μὴ λαμβάνων πρόσωπον ἀνθρώπου, καὶ μὴ ἐλεῶν πτωχὸν ἐν κρίσει· ἔρχεται ὁ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ὁ ἐλέγχων καὶ στηλιτεύων πάσης πνοῆς τὰ βουλεύματα καὶ τὰ κινήματα· ἔρχεται ὁ ἐλεῶν τοὺς ἐλεήμονας, καὶ κατακρίνων τοὺς ἀσπλάγχνους, Ὁ φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἔρχεται ᾧ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων· ἔρχεται οὗ ὁ θρόνος φλὸξ πυρὸς, καὶ οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ἔρχεται τοὺς μὲν δικαίους σῶσαι καὶ δοξάσαι, τοὺς δὲ ἁμαρτωλοὺς τιμωρήσασθαι· ἔρχεται μακαρίσαι τοὺς διψῶντας, τοὺς δὲ ἐμπεπλησμένους ταλανίσαι· ἔρχεται τιμῆσαι τοὺς ἀγωνιζομένους καὶ ἀγρυπνοῦντας ἐν προσευχαῖς καὶ ψαλμῳδίαις, ἐν εὐχαριστίᾳ καὶ δεήσει καὶ ὑπομονῇ· τοὺς δὲ ῥᾳθύμους καὶ ἀμελεῖς εἰς βασάνους καὶ τιμωρίας παραπέμψει· ἔρχεται πρὸς μὲν τοὺς ἁμαρτωλοὺς φοβερὸς καὶ σκληρὸς, καὶ μετὰ πολλῆς ἀπειλῆς κολάσει· πρὸς δὲ τοὺς δικαίους πρᾶος καὶ ἱλαρὸς καὶ ἥμερος· καὶ τί φησι πρὸς αὐτούς; Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· οὐχ ὅτι πλοῦτον πολὺν ἐκτήσασθε ἐπὶ τῆς γῆς, οὐδ' ὅτι πολλοὺς δούλους καὶ δούλας ἐσχήκατε, οὐδ' ὅτι εὐγενεῖς καὶ ἔνδοξοι ἐγίνεσθε· οὐχ ὅτι πολλοὺς ἀγροὺς καὶ ἀμπελῶνας ἐκληρονομήσατε, οὐχ ὅτι ἀποθήκας καὶ λαμπρὰς οἰκίας ᾠκοδομήσατε, οὐχ ὅτι πολλὰ ζεύγη βοῶν καὶ ἀγέλας προβάτων εὐπορήσασθε, οὐδ' ὅτι τραπέζης πλουσίας καὶ ἀφθόνου ἀπηλαύσατε, οὐδ' ὅτι ἱμάτια λαμπρὰ ἐνεδύσασθε, οὐδ' ὅτι μύροις καὶ ἀρώμασιν ἠλείφεσθε, οὐδ' ὅτι πολλὰ παρὰ πάντων ἐτιμήθητε· οὐχ ὅτι ἐδοξάσθητε καὶ ὑψώθητε καὶ ἐμεγαλύνθητε, οὐδ' ὅτι ἐνηστεύσατε ἢ ἠγρυπνήσατε· οὐδ' ὅτι παρθενίαν ἐφυλάξατε, ἢ ὅτι ἐκακοπαθήσατε· ἀλλ' Ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· εἴδετέ με ξένον, καὶ εἰς τοὺς οἴκους ὑμῶν συνηγάγετέ με, καὶ μεγάλως με παρεμυθήσασθε· ἑωράκατέ με γυμνὸν, καὶ ἐνεδύσασθε· ἐθεάσασθέ με ἐν ἀσθενείᾳ κατακείμενον, καὶ ἐπεσκέψασθέ με, καὶ πολλῆς θεραπείας ἠξιώσατε· εἴδετέ με ἐν φυλακῇ, καὶ μετὰ πολλῆς προθυμίας ἤλθετε πρός με. Καὶ λέγουσιν αὐτῷ οἱ δίκαιοι· Κύριε, πότε σε εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν; ἢ διψῶντα, καὶ ἐποτίσαμεν; ἢ ξένον, καὶ συνηγάγομεν; ἢ γυμνὸν, καὶ περιεβάλομεν; ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ διηκονήσαμέν σοι; Ὁ δὲ Κριτὴς πρὸς αὐτούς φησιν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, τῶν πτωχῶν, τῶν ἀπεῤῥιμμένων, τῶν ξένων, τῶν ταπεινῶν, τῶν ἐξουθενημένων, τῶν λελωβημένων, τῶν ἐν περιστάσει, τῶν ἐν ἀνάγκῃ, τῶν ἐν θλίψει, τῶν ἐν λιμῷ, τῶν ἐν δίψει, τῶν τετραυματισμένων, τῶν καταπονουμένων, τῶν ἀσθενούντων, τῶν κακουχουμένων· ἐφ' ὅσον ἐποιήσατε ἐκ πάντων τούτων ἑνὶ, ἐμοὶ ἐποιήσατε, τὰ ἐμὰ μέλη ἐθερμάνατε, ἐμοὶ διηκονήσατε, τὴν ἐμὴν ψυχὴν ἀνεπαύσατε· διὰ τοῦτο, Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Δεῦτε ἐν πρώτοις, οἱ τὴν πίστιν ἄσπιλον καὶ ἀμόλυντον φυλάξαντες· δεῦτε, οἱ δι' ἐμὲ πτωχεύσαντες τὴν πνευματικὴν πτωχείαν· δεῦτε, οἱ ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς μετὰ τῶν θηρίων διὰ τὸ ὄνομά μου οἰκήσαντες· δεῦτε, οἱ πενθοῦντες καὶ τεθλιμμένοι· δεῦτε, οἱ δι' ἐμὲ πεινάσαντες καὶ διψήσαντες· δεῦτε, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· δεῦτε, οἱ ὀνειδισθέντες καὶ μισηθέντες διὰ τὸ ὄνομά μου· δεῦτε, οἱ καθαροὶ τῇ καρδίᾳ· δεῦτε, οἱ ἐλεήμονες· δεῦτε, οἱ εὐμετάδοτοι· δεῦτε, οἱ εὔσπλαγχνοι· δεῦτε, οἱ ὀρφανοτρόφοι· δεῦτε, οἱ ξενοδόχοι· δεῦτε, οἱ τῶν χηρῶν προστάται· δεῦτε, οἱ τῶν ἀδυνάτων ἀντιλήπτορες· δεῦτε, οἱ τῶν ἀσθενούντων παραμυθήτορες· δεῦτε, οἱ τοὺς ἐν φυλακῇ ἐπισκεπτόμενοι· δεῦτε, οἱ τῶν χρεωστούντων πληρωταί· δεῦτε, οἱ τὰς ψυχὰς τῶν πεινώντων καὶ διψώντων διὰ τὸ ὄνομά μου ἐμπλήσαντες· δεῦτε, οἱ τῶν ἀδίκως καταδουλωθέντων καὶ κινδυνευόντων προστάται θερμότατοι· δεῦτε, οἱ τῶν ἐν ἐξορίᾳ καὶ πικραῖς δουλείαις εὔσπλαγχνοι ἐλευθερωταί· δεῦτε, οἱ τὸν ἤρεμον καὶ ἡσύχιον βίον δι' ἐμὲ πολιτευσάμενοι· δεῦτε, οἱ παρθενίᾳ καὶ ἀσκήσει καὶ σεμνῇ πολιτείᾳ ἕως θανάτου ἀγωνισάμενοι, δεῦτε, οἱ ἐν σωφροσύνῃ καὶ ἁγνείᾳ τὸ σῶμα καὶ τὴν ψυχὴν ἄσπιλον καὶ ἀμίαντον διατηρήσαντες· δεῦτε, οἱ ἐν νηστείαις καὶ ἀγρυπνίαις καὶ ψαλμῳδίαις ὅλον ἑαυτῶν τὸν βίον τελέσαντες· δεῦτε, οἱ καθ' ἑκάστην νύκτα καὶ ἡμέραν τῆς ἐκκλησίας μὴ ἀφιστάμενοι· δεῦτε, οἱ τὰ θυσιαστήριά μου κοσμοῦντες καὶ ἐπιμελούμενοι· δεῦτε, οἱ καταφρονήσαντες τῶν ἐπιγείων, ἀπολάβετε τὰ οὐράνια· δεῦτε, οἱ καταλείψαντες δι' ἐμὲ πατέρας καὶ μητέρας, υἱοὺς καὶ θυγατέρας, οἰκίας καὶ ἀγροὺς καὶ συγγενεῖς, ἀπολάβετε τὰ ἀγαθὰ Ἱερουσαλὴμ τῆς ἐπουρανίου· δεῦτε καὶ θεάσασθε τὴν δόξαν τὴν ἐμὴν, καὶ χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· δεῦτε, καὶ ἴδετε οἵου Δεσπότου ὑπηρέται τυγχάνετε, καὶ χαίρετε καὶ σκιρτήσατε, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Εἰσέλθετε εἰς τὴν χαρὰν τοῦ Κυρίου ὑμῶν, ἀπολάβετε τὰ ἀγαθὰ ἐκεῖνα, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· εἰσέλθετε εἰς τὰ ταμιεῖα τοῦ Πατρός μου, ὅπου ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι· δέξασθε τὰ βραβεῖα καὶ τοὺς στεφάνους καὶ τὰ ἔπαθλα τῶν ἀγώνων ὑμῶν. Ἐβαστάσατε τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας· ἀπολάβετε τὴν βασιλείαν τῶν οὐρανῶν· ὑπεμείνατε πεῖναν καὶ δίψαν, χαμαικοιτίαν καὶ ξηροφαγίαν· ἀπολαύσατε οὖν δόξης ἀνεικάστου, καὶ χαρᾶς ἀνεκλαλήτου, ἢν προητοίμασα ὑμῖν τοῖς φίλοις· ἀναπαύσασθε λοιπὸν εἰς τὰς αὐλὰς τοῦ παραδείσου, εἰς τὰς μονὰς τὰς φωτοειδεῖς, εἰς τρυφὴν καὶ χαρμονὴν τέλος οὐκ ἔχουσαν, εἰς σκηνώματα λαμπρὰ καὶ δεδοξασμένα. Εἰσέλθετε εἰς τόπους φωτεινοὺς, καὶ ἀναπαύεσθε ἐκ τῶν κόπων ὑμῶν, ὧν δι' ἐμὲ ὑπεμείνατε. Ἀναπαύεσθε μετὰ τῶν ἁγίων μου ἀγγέλων, μετὰ ἀποστόλων, μετὰ προφητῶν καὶ τῶν ἀπ' αἰῶνός μοι εὐαρεστησάντων ἁγίων· εἰσέλθετε εἰς τὸ ἐμὸν παλάτιον, ὅπου οὐκ ἔστι πόνος, λύπη, καὶ στεναγμὸς οὐδὲ δάκρυον, ἀλλὰ αἰώνιος ζωὴ καὶ ἀτελεύτητος. Τοιαύτας δωρεὰς χαρίζομαι ἐγὼ τοῖς τὸν ἐμὸν λόγον τηρήσασιν· οὕτως ἐγὼ τιμῶ τοὺς ἐμὲ τιμήσαντας, οὕτως ἐγὼ δοξάζω τοὺς ἐμὲ δοξάζοντας, οὕτως ἐγὼ ἀναπαύω τοὺς τὰ ἐμὰ μέλη, τοὺς πτωχοὺς καὶ ἀδυνάτους, ἀναπαύοντας· οὕτως ἐγὼ μακαρίζω τοὺς τῶν Ἐκκλησιῶν μου ἐπιμελοῦντας, οὕτως ἐγὼ ἀποδίδωμι πλουσίως καὶ ἀφθόνως καὶ ἑκατονταπλασίως, τὴν αἰώνιον ζωήν. Ἐδώκατέ μοι κλάσμα ἄρτου, λάβετε βασιλείαν οὐράνιον· ἐδώκατέ μοι ἀργύριον, λάβετε τὸν παράδεισον τῆς τρυφῆς· ἐδώκατέ μοι ἱμάτιον παλαιὸν, ἐνδύω ὑμᾶς τὸ ἄδυτον φῶς· ἐδώκατέ μοι ποτήριον ὕδατος, ἀπολάβετε τὸ ὕδωρ τὸ ζῶν τῆς ἀναπαύσεως· εἰσηγάγετέ με ἐν τῇ σκέπῃ· ἰδοὺ χαρίζομαι ὑμῖν τὸ εἶναι μετὰ τῶν ἁγίων ἀγγέλων· ἐδώκατέ μοι φθαρτὰ, λάβετε ἄφθαρτα· ἐδώκατέ μοι πρόσκαιρα, λάβετε αἰώνια· ἠξιώσατέ με τῆς τραπέζης ὑμῶν, λάβετε τρυφὴν αἰώνιον· ἐῤῥύσασθέ με ἀπὸ δεσμωτηρίου, ἐπεσκέψασθέ με ἀσθενοῦντα, ἐλύσατέ μου τὸν λιμὸν καὶ τὴν δίψαν, ἐνίψατέ μου τοὺς πόδας, ἐθερμάνατέ με ῥιγοῦντα· ἰδοὺ χαρίζομαι ὑμῖν τὸν κόλπον τοῦ Ἀβραάμ. Ἔλαβον πηλὸν, δίδωμι μαργαρίτας· ἔλαβον χόρτον, δίδωμι χρυσόν. Πάντα γὰρ τὰ ὑμέτερα, οἷά εἰσι, πρὸς τὰς ἐμὰς δωρεὰς χόρτος εἰσὶ καὶ πηλός· τὰ γὰρ ὑμέτερα ἐπίγεια, τὰ δὲ ἐμὰ ἐπουράνια· τὰ ὑμέτερα πάντα μαραινόμενα, τὰ δὲ ἐμὰ φῶς, ζωὴ καὶ χαρὰ καὶ ἀνάπαυσις. Οἶδα ἐγὼ ὅσα μοι ἐποιήσατε, γινώσκω ἐγὼ ὅσα ἐκ τοῦ στόματος ὑμῶν ἀπεκόψατε, καὶ τὴν ἐμὴν ψυχὴν ἐνεπλήσατε· ἐπίσταμαι, καὶ οὐκ ἐπελαθόμην ὅσα με ἐξενοδοχήσατε· καὶ διὰ ταῦτα πάντα, ὅσα ἐν οὐρανῷ καὶ ὅσα ἐπὶ τῆς γῆς ὑπάρχει ἀγαθὰ, ὑμῖν χαρίζομαι τοῖς φίλοις μου εἰς αἰῶνα αἰῶνος.