Ancient Greek
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia (sermo 2) [Sp.] 3.1
Not analysed yet
Εἴδετε, ἀδελφοὶ, τῆς ἐλεημοσύνης τὸ κέρδος, ἔγνωτε αὐτῆς τὴν ἰσχὺν, ἐμάθετε αὐτῆς τὴν δύναμιν, κατενοήσατε αὐτῆς τὴν ὠφέλειαν. Εἶτα, φησὶν, ὁ Κύριος πρὸς τοὺς εὐωνύμους λέγει, πρὸς τοὺς ἀνηλεεῖς, πρὸς τοὺς αἰσχρῶς τὸν βίον δαπανῶντας· Ἐπείνασα γὰρ, φησὶ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με, καὶ τὰ ἑξῆς. Πόσα ἦλθον εἰς τὴν θύραν ὑμῶν ζητῶν ἐντολὴν, καὶ ἄπρακτόν με ἀπεστρέψατε; πόσα ἦλθον εἰς τοὺς οἴκους ὑμῶν, καὶ εἶδον τράπεζαν παντοίων ἀγαθῶν μεστὴν, καὶ πόρνας τρέφουσαν καὶ ὀρχηστὰς καὶ κόλακας, καὶ ἐμὲ κἂν κλάσματος ἄρτου οὐκ ἠξιώσατε; Μὴ γὰρ τὰ ὑμέτερα ἐζήτουν; Καὶ ἐκ τῶν ἐμῶν οὐκ ἐδώκατέ μοι φαγεῖν. Πόσα ἦλθον εἰς τοὺς οἴκους ὑμῶν χειμῶνος σφοδροῦ ἐπικειμένου, γυμνὸς καὶ ἀνυπόδετος, μηδὲ λαλῆσαι δυνάμενος ἀπὸ τῆς βίας καὶ τῆς ἀνάγκης· ὑμεῖς δὲ ἐπιτάξαντες, ἐξουθενήσαντες, ἔξωθέν με ἐγκατελίπετε, καὶ οὐδὲ κἂν ὡς ἕνα τῶν κυναρίων ἐλογίσασθε; Καὶ διὰ τοῦτο πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ ἐξώτερον, ὅπου ὁ σκώληξ ὁ ἀκοίμητος, καὶ βρυγμὸς ὀδόντων· ὅτι οὐ μόνον ὑμεῖς με οὐκ ἠλεήσατε, ἀλλὰ καὶ τοὺς θέλοντάς με πολλάκις ἐλεεῖν ἐκωλύετε, καὶ ἐπείθετε λέγοντες, ὅτι Κλέπται εἰσὶν οἱ πτωχοί· τί ἐλεεῖτε αὐτούς; Τοὺς κύνας ἐτρέφετε, τοὺς ἵππους ἐθεραπεύετε, τῶν κτηνῶν ἐπεμελεῖσθε καὶ ἐπεβλέπετε ὄνους, καὶ χοίρους καὶ πρόβατα ἐμεριμνᾶτε· τὰ δὲ ἐμὰ μέλη, τοὺς πτωχοὺς καὶ ἀδυνάτους, οὐδέποτε ἠλεήσατε· οὕτως οὐδὲ ὑμεῖς ἐλεηθήσεσθε. Οὐκ οἴδατε, ἄθλιοι, ὅτι διὰ τῶν πτωχῶν ἔχει πᾶς ἄνθρωπος τὴν σωτηρίαν; οὐκ ἀνέγνωτε, ὅτι ἀδελφούς μου αὐτοὺς ἐπεκάλεσα; οὐκ ἠκούσατε τῆς Γραφῆς λεγούσης, ὅτι Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ; οὐκ ἐμάθετε, ὅτι Κρίσις ἀνίλεώς ἐστι τοῖς μὴ πράξασιν ἔλεος; Ὢ πόσα ἐβόων οἱ πένητες, οἱ ἀδελφοί μου, ὀδυρόμενοι, κλαίοντες καὶ θρηνοῦντες; ποῖον ῥῆμα οὐκ ἐπιβοώμενοι εἰς τὸ ἐπικάμψαι ὑμῶν τὴν ἀμείλικτον καρδίαν, Ἐλεεῖτε, βοηθεῖτε, λέγοντες, δότε οἱ ἀγαθοποιοὶ, δότε οἱ ἐλεήμονες, δότε οἱ φίλοι τοῦ Θεοῦ, δότε οἱ εὔσπλαγχνοι, καὶ ἄλλα μυρία ῥήματα καὶ σχήματα ἐπιτηδευόμενοι τὰ δυνάμενα καὶ λίθους μαλάξαι, καὶ ἀγρίων θηρίων τὴν ἡμερότητα ποιῆσαι· ὑμεῖς δὲ ἐσκληρύνατε τὰ σπλάγχνα ὑμῶν, καὶ οὐ μόνον οὐκ ἐλεεῖτε καὶ παραμυθεῖσθε, ἀλλὰ καὶ μᾶλλον κατεδιώκετε ἀπὸ τόπου εἰς τόπον, ὥστε πολλοὺς ἀποθνήσκειν ἀπὸ τοῦ λιμοῦ καὶ τοῦ ψύχους; Ὢ πόσους ὀρφανοὺς ἠδικήσατε, πόσας χήρας ἐπλεονεκτήσατε, πόσους ἀδυνάτους ἐθλίψατε, πόσους καταπονουμένους γυμνοὺς καὶ αἰχμαλώτους κατεστήσατε; ὢ πόσων μισθίων μισθοὺς ἐκρατήσατε, ὑπὲρ ὧν καὶ αἰωνίως τιμωρηθήσεσθε; Οὐκ ἐμάθετε ἐκ τῶν πέντε μωρῶν παρθένων, ὅτι πᾶσα ἀρετὴ χωρὶς ἐλεημοσύνης οὐδὲν ὠφελεῖ; Κἂν παρθενίαν εἴπῃς, κἂν νηστείαν, κἂν προσευχὴν, κἂν ἀγρυπνίαν, ξηροφαγίαν τε πεῖνάν τε καὶ δίψαν, κἂν ὁτιοῦν εἴπῃς χωρὶς ἐλεημοσύνης, οὐδέν ἐστι. Λοιπὸν τί εἴπω πρὸς τὴν ἀπάνθρωπον ὑμῶν προαίρεσιν; Διὰ τοῦτο Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον. Εἰς γὰρ τὸ ἐμὸν παλάτιον ἀνελεήμων οὐκ εἰσέρχεται, εἰς τὰς οὐρανίους μονὰς ἄσπλαγχνος οὐκ ἀξιοῦται· εἰς τὸν ἐμὸν παράδεισον πονηρὸς ἢ βλάσφημος ἢ πανοῦργος οὐκ ἔρχεται· εἰς τὴν ἐμὴν παστάδα πόρνος ἢ μοιχὸς ἢ ἀρσενοκοίτης οὐ καταξιωθήσεται· εἰς τὴν ἐμὴν τράπεζαν σκληρὸς ἢ ἀμετάδοτος οὐκ ἀνακλιθήσεται· εἰς τὰς ἄνω μονὰς ἅρπαξ ἢ πλεονέκτης οὐ μὴ περιπατήσει· εἰς τὰ ἐμὰ βασίλεια κλέπτης ἢ λοίδορος οὐ μὴ προσεγγίσει· εἰς τὸ ἄνω θυσιαστήριον ψεύστης ἢ κατάλαλος ἢ μέθυσος οὐκ εἰσελεύσεται· εἰς τὸν ἐμὸν οἶκον φιλάργυρος ἢ ἀποστερητὴς οὐκ ἀναπαύσεται· εἰς τὸ οὐράνιον καταπέτασμα ἀκάθαρτος ἢ ἀσελγὴς ἢ βέβηλος οὐ διέρχεται· εἰς αἰωνίαν ἀνάπαυσιν ῥᾴθυμος ἢ ὑπνώδης ἢ ἀνδροφόνος οὐ διελεύσεται· εἰς τὸ ἐμὸν δεῖπνον ὀργίλος ἢ γογγυστὴς ἢ μνησίκακος οὐ μὴ προσψαύσει· εἰς τὸν ἐμὸν νυμφῶνα φλύαρος ἢ μυθολόγος ἢ γελωτοποιὸς οὐδὲ ὅλως αὐλισθήσεται· εἰς αἰώνια σκηνώματα ἀναίσχυντος ἢ φθονερὸς κληρονομίαν οὐκ ἔχει. Μηδεὶς πλανάσθω· οὐδεὶς ἄδικος ἤ τις τῶν τοιούτων εἰς τὴν βασιλείαν τῶν οὐρανῶν οὐ καταξιωθήσεται· ἀλλ' ἐκεῖνοι μόνον εἰσελεύσονται, οἱ εὐμετάδοτοι, οἱ πτωχοὶ τῷ πνεύματι, οἱ πενθοῦντες, οἱ πραεῖς, οἱ πεινῶντες καὶ διψῶντες δικαιοσύνην, οἱ καθαροὶ τῇ καρδίᾳ, καὶ οἱ εἰρηνοποιοί· οἱ τοιοῦτοι εἰσελεύσονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ χαρήσονται καὶ ἀγαλλιάσονται, ὅτι ὁ μισθὸς αὐτῶν πολὺς ἐν τῷ οὐρανῷ. Ὑμεῖς δὲ, οἱ ἀπάνθρωποι καὶ ἀνελεήμονες, πορεύεσθε εἰς τὸ πῦρ τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ὥσπερ γὰρ οὐκ ἠλεήσατε, οὕτω δὴ ὑμεῖς οὐκ ἐλεηθήσεσθε. Λοιπὸν ἀποχωρεῖτε ἀπ' ἐμοῦ, οἱ ἐργάται τῆς ἀνομίας· ὑπάγετε εἰς τὸ σκότος τὸ αἰώνιον, οἱ κατηραμένοι καὶ μεμισημένοι, ὅπου ὁ σκώληξ ὁ ἀκοίμητος, καὶ τὸ πῦρ οὐ σβέννυται· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. Ταῦτα τοίνυν μαθόντες, ἀδελφοὶ, δεῦτε, καὶ ἐπιστρέψωμεν ἐκ τῆς ὁδοῦ ἡμῶν τῆς πονηρᾶς· μετανοήσωμεν, στενάξωμεν, τύψωμεν τὸ στῆθος, γρηγορήσωμεν οἱ νυστάζοντες, ἐξυπνίσωμεν, δακρύσωμεν ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν· καὶ εἴ τινός τι ἐσυκοφαντήσαμεν ἢ ἡρπάσαμεν, ἀποδῶμεν, ἵνα μὴ κατακριθῶμεν· ἐλεήσωμεν, ἵνα εὕρωμεν ἔλεος. Καὶ εἴ τι ἔχομεν κατά τινος ἢ πένητος ἢ πλουσίου, πάντα συγχωρήσωμεν ἀπ' αὐτῆς τῆς καρδίας ἡμῶν, ὡς ὁ Χριστὸς ἐκέλευσε, μή πως κατακριθῶμεν καὶ καταδικασθῶμεν καὶ ἡμεῖς ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, καθὼς ἐκεῖνοι οἱ ἀνελεήμονες καὶ μιςάνθρωποι. Γενώμεθα εἰς ἀλλήλους εὔσπλαγχνοι, φιλάνθρωποι, ἥμεροι, φιλάγαθοι, ἐπιεικεῖς, μακρόθυμοι, ἀλλήλοις βοηθοῦντες, ἀλλήλους ὑπομένοντες, ἀλλήλοις συγχωροῦντες, ἀλλήλους διορθούμενοι, ἀλλήλους νουθετοῦντες, ἀλλήλων τὰ βάρη βαστάζοντες· ἵνα καὶ τῶν προειρημένων κολάσεων τὴν πεῖραν διαφύγωμεν, καὶ τὸν παρόντα βίον ἐν ἀφέσει ἁμαρτιῶν διανύσαντες, τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.