Ancient Greek · ~26 min
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia [Sp.] 1.1
Not analysed yet
Φέρε δὴ, καὶ τῶν ὑμετέρων κρότων τὴν ὑμετέραν προτιμήσωμεν λυσιτέλειαν, καὶ μικρόν τι τὴν Ἐκκλησίαν περὶ πολιτείας ἠθικῆς ὑπομνήσαντες διαλεχθῶμεν ἐν ὑμῖν, ἐξ ὧν ἐλάχιστος μὲν ἀναπέμπεται τῷ λέγοντι κρότος, πλεῖστος δὲ τοῖς ἀκούουσιν ἐγγίνεται τῆς κατὰ ψυχὴν σωτηρίας ὁ πόθος. Καλὸς μὲν γὰρ καὶ ὁ περὶ πίστεως λόγος, καὶ πρέπων φιλοθέοις ψυχαῖς· καὶ ὅταν ἴδωμεν ὑμῶν τὸν ζῆλον ἐγηγερμένον ἐν ταῖς περὶ πίστεως ἀκροάσεσι, τὸ φιλοδέσποτον τῆς ὑμετέρας ψυχῆς ἀκριβῶς καταμανθάνομεν. Δεινὸς μὲν γὰρ οἰκέτης κατηγορεῖ τοῦ δεσπότου, εὔνους δὲ οἰκέτης χαίρει τοῦ δεσπότου παρὰ πάντων ἐπαινουμένου· διόπερ ἡ περὶ τοὺς ἐπαίνους τοῦ δεσπότου προθυμία τῆς οἰκετικῆς εὐνοίας ἀπόδειξιν ἔχει. Καλὸν δὲ καὶ τὸ ἀγγεῖον ἐκσμήχειν τῆς ψυχῆς, ἵνα διὰ τῆς ἠθικῆς διδασκαλίας προκαθαρθὲν, δεκτικὸν τοῦ μύρου τῆς θεολογίας εὑρίσκηται. Εἰς γὰρ ἀκάθαρτον ψυχὴν, φησὶν, οὐκ εἰσελεύσεται παιδεία. Ἔστι δὲ ἡμῖν ὁ περὶ πολιτείας λόγος σφόδρα δεόμενος ἀκριβοῦς ἐξετάσεως. Ἐὰν γὰρ ἐλπίδας ὑποτείνω μετανοίας, δέδοικα μή τις χαυνωθεὶς ἐλπίδι τῆς μελλούσης μετανοίας, καταῤῥᾳθυμήσῃ τῆς πολιτείας· ἐάν τε πάλιν ἀποκλείσω τὰς τῆς μετανοίας ἐλπίδας, δέδοικα μή τις ἀπαλγήσας παραδῷ τὸ σῶμα ταῖς ἐπιθυμίαις. Ἴσον γὰρ εἰς ἡδυπαθείας προτροπὴν καὶ ῥᾳθυμία, ψυχῆς ἡδοναῖς χαυνουμένης, καὶ μετανοίας ἀπόγνωσις. Διόπερ ὁ λόγος ἡμῖν διωρίσθω διχῆ, πρός τε τοὺς ὑγιαίνοντας, καὶ τοὺς ἀῤῥωστοῦντας. Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· ὁ φθάσας ὀλισθῆσαι, προλαβέτω τὸ πτῶμα τῇ μετανοίᾳ· ὁ καὶ καταπεσεῖν κινδυνεύσας, μὴ καταῤῥαγήτω· εἰ δέ τις καὶ προλαβὼν κατεῤῥάγη, τῆς τοῦ ἀνορθοῦντος τοὺς κατεῤῥαγμένους φιλανθρωπίας μὴ ἀπογνώτω. Ἔστιν ἐνίοτε σαλευθῆναι παρὰ μικρόν· Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες. Ἔστι καὶ σαλευθέντα βοηθηθῆναι παρὰ τοῦ Δεσπότου· Εἰ ἔλεγον, Σεσάλευται ὁ πούς μου, τὸ ἔλεός σου, Κύριε, ἐβοήθει μοι. Ἔστι μὴ σαλευθῆναι μόνον, ἀλλὰ καὶ ὠσθῆναι καὶ κινδυνεῦσαι πρὶν ἢ κατενεχθῆναι· ἀλλ' οὐδὲ τοῦτον παρορᾷ ὁ Θεός. Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου. Ἆρ' οὖν ὁ πεσὼν ἀπόλωλε παντελῶς; Οὐδαμῶς. Ἔστι καὶ τούτου παραμυθία. Ὅταν πέσῃ, φησὶν, οὐ καταῤῥαχθήσεται. Τί τὸ αἴτιον; Ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ. Ἔστι γὰρ καὶ ἠρέμα πεσεῖν, καὶ μὴ σφοδρότερον εἰς τὴν ἡδονὴν καταῤῥαγῆναι. Ἆρ' οὖν οἱ καταῤῥαγέντες ἀπώλοντο; Ἴδωμεν καὶ ἐνταῦθα τὴν τοῦ Δεσπότου φιλανθρωπίαν. Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας, καὶ ἀνορθοῖ πάντας τοὺς κατεῤῥαγμένους. Ταῦτά μοι δοκεῖ καὶ ἡ ψαλμῳδία καλῶς ἐνδεικνυμένη, πρὸς ἀπόγνωσιν ἡμᾶς μετανοίας οὐκ ἤγαγε. Λέγουσα γὰρ περὶ τοῦ Θεοῦ, φησίν· Ὁ Θεὸς κριτὴς δίκαιος. Μὴ καταφρονήσῃς τῆς λέξεως· δικαιοσύνη γάρ ἐστιν ἐξ ἴσου κατ' ἀξίαν διανεμητική. Πρῶτον ἄκουσον ὅτι δίκαιος, καὶ προπαρασκευάζου πρὸς ἀπολογίαν, εἶτα, ἐπειδὴ ἀντίκειται πολλάκις πρὸς ὑπόνοιαν· Εἰ τοίνυν δίκαιος ὁ Θεὸς, πῶς οὐκ εὐθὺς ἀνταποδίδωσι τοῖς ἁμαρτάνουσιν; ὁ δεῖνα ἄδικος, καὶ εὐθηνεῖται· ὁ δεῖνα βίαιος, καὶ πλουτεῖ· ὁ δεῖνα ἀσελγὴς, καὶ δυναστεύει· πῶς ταῦτα δικαιοσύνης Θεοῦ; εἰ δίκαιος, πῶς οὐ παραχρῆμα τοῖς ἁμαρτάνουσιν ἐπάγει τὴν τιμωρίαν; ἆρα μὴ δίκαιος μέν ἐστιν, οὐκ ἰσχύει δὲ παραχρῆμα τοῖς ἁμαρτάνουσι τὴν τιμωρίαν ἀντιδοῦναι; Ἐνίοτε γὰρ δικαστὴς δικαίως μὲν δικάζει, ἀσθενεῖ δὲ τὴν οἰκείαν ἀπόφασιν ἀγαγεῖν εἰς ἔργον. Ἆρ' οὖν μὴ δι' ἀσθένειαν ἡ ἀναβολὴ τῆς τιμωρίας; Μὴ γένοιτο. Τί γὰρ εὐθὺς ἐπάγει; Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρός. Οὐκοῦν ὡς δίκαιος μὲν οἶδε τὸ δίκαιον, ὡς δὲ ἰσχυρὸς, δύναται τὸ νοηθὲν ἀγαγεῖν εἰς ἔργον. Τί οὖν τῆς ἀναβολῆς τῶν ἁμαρτημάτων τὸ αἴτιον; τίς ἡ τῆς τιμωρίας ἀναβολή; Δίκαιός ἐστιν, οἶδε τὸν ἁμαρτάνοντα· ἰσχυρός ἐστιν, ἐπαγαγεῖν δύναται τῇ ψήφῳ τὸ τέλος. Τίς οὖν ἡ τῆς ἀναβολῆς αἰτία; Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρόθυμος. Καὶ ἑρμηνεύει τί τὸ, Μακρόθυμος· Μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν; Μικρόν ἐστι κατὰ τὴν λέξιν ὑπερβατόν· Μὴ καθ' ἑκάστην ἡμέραν ὀργὴν ἐπάγων; Καὶ ἵνα γνῷς ὅτιπερ ἡ ἀναβολὴ τῆς τιμωρίας ἀναμένει σου τὴν μετάνοιαν, Ἐὰν μὴ ἐπιστραφῆτε, φησὶ, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει. Ἐὰν μὴ ἐπιστραφῆτε. Οὐκοῦν ἐὰν ἐπιστρέψωμεν, οὐκ εὐθὺς τῆς τομῆς πεῖραν δεχόμεθα. Καὶ βούλει τῆς φιλανθρωπίας ἰδεῖν τὴν ὑπερβολήν; Τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει. Οὔπω εἶπεν, ὅτι Τῇ ῥομφαίᾳ κατὰ στόμα χρήσεται, ἀλλὰ, Στιλβώσει· ἵνα τὴν λαμπηδόνα τῆς ῥομφαίας θεασάμενος, προλάβῃς τῇ μετανοίᾳ τὴν τομὴν τῆς ῥομφαίας. Τῇ στιλβώσει φοβεῖ, καὶ οὐ τέμνει. Ὁ φόβος συστελλέτω, τὴν τομὴν φθανέτω σου ἡ μετάνοια. Καὶ ἵνα διὰ πάντων γνῷς τοῦ κριτοῦ τὸν σκοπὸν, Τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτό. Καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου. Οὐχ ἱκανὸν φοβῆσαι τὸ σχῆμα; οὐ διέγραψε τῷ λόγῳ τὸν ἀσώματον; Τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτό. Καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου· τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. Ἐνταῦθα καθάπερ τις γραφεὺς ὑπ' ὄψιν ἤγαγε τὸν κριτήν. Ἐννόησόν μοι τὸ τόξον τεταμένον, τὰς χεῖρας διεσκευασμένας· τὴν μὲν ὠθουμένην τὸ τόξον, τὴν δὲ ἑτέραν ἐπισπωμένην τὴν νευράν· τὸ βέλος ἄκροις δακτύλοις παρὰ τοῦ κριτοῦ κατεχόμενον. Διατέταται τὸ τόξον, τὸ βέλος ἕτοιμον, ὁ κριτὴς εὐτρεπής. Μὴ καταφρονήσῃς τοῦ τόξου· τέταται γάρ· μήτε ἀπογνῷς μετανοίας· τὸ γὰρ βέλος οὔπω βέβληται. Ἀλλὰ μὴ χαυνωθῇς διὰ τὴν ὑπερβολὴν τῆς μακροθυμίας, μηδὲ βουληθῇς ἀεὶ παρακατέχειν σαυτὸν ταῖς ἡδοναῖς. Μὴ εἴπῃς, Τέως ἀπολαύσω τῆς ἐπιθυμίας, τέως χρήσομαι τῇ νεότητι, ἥξει μετ' ὀλίγον μετανοίας καιρὸς, αὔριον μετανοήσω, περὶ τὸ γῆρας ἀσφαλίσομαι τὴν ζωήν. Μάταιοι οἱ τοιοῦτοι διαλογισμοὶ, σαθρά σου τὰ τῆς ἐπιθυμίας βουλεύματα, πονηρῷ κέχρησαι συμβούλῳ τῇ ἡδονῇ. Λέγεις, Ποιήσω τὴν ἁμαρτίαν σήμερον, καὶ αὔριον μετανοήσω. Κύριος εἶ τῆς αὔριον; τίς σοι τῆς αὔριόν ἐστιν ἐγγυητής; Ἐὰν ἀκριβῶς ἀκούσῃς, οὐδὲ ἡ σήμερον ὅλη σή· καὶ τῆς σήμερον τὸ μὲν παρελήλυθε, τὸ δὲ μέλλει· τὸ μὲν οὐκ ἔστι σὸν, τὸ δὲ οὔπω σόν. Λέγεις· Σήμερον ποιήσω τὴν ἡδονὴν, καὶ μετανοήσω τῇ αὔριον. Ὃ ἔχεις, τῇ ἡδονῆ, τὸ ἀλλότριον, τῇ μετανοίᾳ; Ἐμοὶ μᾶλλον χρῆσαι συμβούλῳ, τὸ σήμερον τῇ μετανοίᾳ, τῇ δὲ ἁμαρτίᾳ μηδὲ τὸ αὔριον, Διὰ τοῦτο καλῶς ὁ θεῖος λόγος διαφόρως ἡμᾶς εἰς ἀνάκλησιν τῆς ἁμαρτίας ἀνακαλούμενος, Σήμερον, φησὶν, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ· καὶ, Παρακαλεῖτε ἀλλήλους, ἕως οὗ τὸ σήμερον καλεῖται. Ποιεῖ γὰρ καὶ τοῦτο πολλάκις ὁ διάβολος κακοτέχνως. Ὅταν ἴδῃ ψυχὴν ἀρξαμένην αἰσθάνεσθαι τῶν ἁμαρτημάτων, ἀρξαμένην νοεῖν τῆς τιμωρίας τὸ τέλος, τοιούτους ἐμβάλλει λογισμούς· Νεώτερός εἰμι, καιρὸν ἔχω μετανοίας, τέως σήμερον παρακατάσχω τὴν χρείαν, τέως τῆς δίκης περιγένωμαι· τὸν δεῖνα ἀμύνωμαι, τῆσδε τῆς ἐπιθυμίας ἐκτελέσω τὴν ἡδονὴν, καὶ φθάσω μετανοῆσαι. Ἔρχεται πάλιν ἡ αὔριον, πάλιν σε τοῖς αὐτοῖς διακατέχει διαβολικοῖς διαλογισμοῖς· καὶ πάλιν τὸ μὲν μέλλον ἐπιδείκνυσι, καὶ τὸ παρὸν κατασπᾷ· καὶ οὕτω καθ' ἑκάστην ἡμέραν τὸ μὲν σήμερον ἐν ταῖς ἐπιθυμίαις κατέχων, τὸ δὲ αὔριον ἐν ταῖς ἐλπίσι τῆς μετανοίας ὑποδεικνὺς, παραναλίσκει σου τὸν βίον καθ' ἡμέραν ἁμαρτάνοντος.