Ancient Greek · ~27 min
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia [Sp.] 2.1
Not analysed yet
Ἀλλὰ σὺ στράτευσαι κατὰ τῆς ἡδονῆς· ἄκουσον τοῦ Κυρίου κράζοντος· Σήμερον ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου, ἕως οὗ εἶ μετ' αὐτοῦ ἐν τῇ ὁδῷ. Καλὸν μὲν οὖν καὶ καθάπαξ καὶ πρὸς τοὺς φιλοπραγμοσύνης ἐρῶντας, ἵνα μηδὲ δίκας φιλονεικότερον ἐγγυμνάζωσιν. Βέλτιον γὰρ καὶ ἐν δίκαις προλαβεῖν φιλικαῖς διαλύσεσι τὸ τῆς δίκης ἄδηλον τέλος, ἢ ταῖς ἐλπίσι τῆς νίκης ἐπερειδομένους ἀδήλῳ καταπιστεῦσαι πελάγει. Ἀναγινώσκεις σου τὰ γραμματεῖα, θαρσεῖς ταῖς ἐκβάσεσιν· ὁ συνήγορος κοιλάνας τὴν χεῖρα τῷ λήμματι ἐγγυᾶται τὴν νίκην, ἵνα περισφίγγηται μισθαρνίᾳ. Ἐνίοτε δὲ καὶ δικαστὴς προδιεφθαρμένος προεπαγγέλλεταί σοι τῆς δίκης τὸ τέλος. Ἀβεβαίοις θαρσεῖς ἐλπίσιν. Εἰ γὰρ σὺ προλαβὼν προδιέφθειρας τὸν δικάζοντα, ἀλλοτρίοις λήμμασι θύραν ἀνοίξας, νόμιζε τὰ αὐτὰ καὶ τὸν διάδικον μελετᾷν· καὶ πολλάκις ἠρέμα σοι τὰ τῆς δίκης εὔδια πλέοντι πείθουσι χαλάσαι περὶ τὸν πλοῦν τὸ ἱστίον. Οὐδέποτε εἶδες θάλασσαν πρὸς αἰγιαλὸν γαλήνην ἔχουσαν, καὶ ἐν τῷ βυθῷ κυμαινομένην; Πόσοι μετ' εὐδίας καὶ γαλήνης ἀναπλεύσαντες εἰς τὸ μέσον τοῦ πελάγους, αἰφνιδίοις χειμῶσι χρησάμενοι καὶ κύμασιν ἐναυάγησαν; Τοιαῦτα τῆς δίκης τὰ τέλη· ἐνίοτε τὰ προοίμια μετὰ τῶν ἐλπίδων, καὶ τὸ τέλος ἀντίστροφον τὴν ἔκβασιν τῆς ἐλπίδος ἀπενεγκάμενον. Καλὸν μὲν οὖν, ὅπερ εἶπον, καὶ τὰς χρηματικὰς δίκας φθάνειν διαλύσεσι φιλικαῖς, ἵνα πρὸς τῷ τέλει τῆς δίκης κυβερνήσῃς τὸν φίλον· ἐγκληματικὰς δὲ μηδὲ διαλύεσθαι γένοιτο, ἀλλὰ μηδὲ τὴν ἀρχὴν ἐγγυμνάζειν· πλὴν ἀλλὰ κἀκεῖ βελτίων ἡ φειδὼ τοῦ θυμοῦ. Ὅμως οὐ δοκεῖ μοι μόνον περὶ χρημάτων ὁ λόγος ἔχειν τὸ αἴτιον. Ἴσθι, φησὶν, εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ' αὐτοῦ. Αὕτη ἡ προσθήκη δίδωσί μοί τι καὶ μεῖζον ἐννοεῖν. Εἰ γὰρ περὶ χρηματικῶν δικῶν μόνον ὁ λόγος, ἢ τῶν ἐγκλημάτων τῶν ἀναισθήτων ἔλεγε, διὰ τί προσετίθει, Ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ' αὐτοῦ; τίς γὰρ ἀντίδικος ἀντιδίκῳ συνοδεύειν καταδέχεται; τίς κοινωνεῖ τῆς ὁδοιπορίας μὴ κοινωνῶν τῆς γνώμης; οὐ δέδοικε καὶ γραμμάτων κλοπὴν, καὶ μαρτύρων διαφθορὰν, καὶ τὰς κατὰ τὰς λεωφόρους ἐπιβουλάς; Οὐκοῦν ὀφείλομεν εὑρεῖν ἀντίδικον τὸν ἀεὶ συνοδεύοντα, οὗ τὴν συνοδείαν καὶ σφόδρα φυλαττόμενοι φυγεῖν οὐ δυνάμεθα, καὶ τοῦτον ἐννοῆσαι τὸν ἀντίδικον, ᾧ προσήκει μετ' εὐνοίας προσφέρεσθαι. Τίς οὖν ἀκριβής ἐστιν ἀντίδικος; Ἐὰν ἀκριβῶς ἐξετάσῃς, τὸ σῶμα τῆς ψυχῆς· οὗτος ἀντίδικός ἐστι τοῦ ἐν σοὶ πνεύματος. Καὶ ἵνα μὴ νοήσῃς ἐμὸν εἶναι τὸν λόγον, Παῦλος κυρωσάτω τὸ ῥηθέν· Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀντίκειται ἀλλήλοις. Καὶ οὐ Μανιχαίων εἰσάγω λόγον, οὐδὲ ἄλλον λέγω σώματος δημιουργόν· ἀλλ' ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τῇ ἡδονῇ συμβούλῳ χρωμένη· τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκὸς, ταῖς μελλούσαις ἐλπίσιν ἐπερειδόμενον. Ἀντίκεινται ἀλλήλοις ἐπιθυμία κόσμου καὶ ἐπιθυμία βασιλείας τῶν οὐρανῶν· οὗτός ἐστιν ὁ ἀντίδικος ὁ καὶ ἑκόντος καὶ ἄκοντος συνοδεύων· ὁδὸς γὰρ ὁ βίος. Ἡ ψυχὴ τὴν ἰδίαν εἰκόνα σπεύδει μιμεῖσθαι, ἡ σὰρξ ἐπὶ τὸν χοῦν καταῤῥεῖ. Ταῦτα δὲ ἀντίκεινται ἀλλήλοις. Τούτῳ τῷ ἀντιδίκῳ σου ἴσθι εὐνοῶν. Καὶ πότε; Ἕως ὅτου εἶ μετ' αὐτοῦ ἐν τῇ ὁδῷ, ἕως ἐν τούτῳ τυγχάνεις τῷ βίῳ. Ἐὰν γὰρ ἡ ὁδὸς τελεσθῇ, οὐκ ἔτι μετανοίας καιρὸς, Ὅτι οὐκ ἔστι ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; Τούτῳ οὖν ἴσθι τῷ ἀντιδίκῳ σου εὐνοῶν. Οὐκ εἶπε, Χαριζόμενος, ἀλλ', Εὐνοῶν. Μὴ τὸ ἡδὺ ποιήσῃς τῷ ἀντιδίκῳ σου, ἀλλ' ὡς εὔνους ἀπὸ τῆς ἡδονῆς εἰς τὴν μετάνοιαν ἀνακάλεσαι. Οὐ κελεύει σε ὡς ὀψοποιῷ χρήσασθαι τῷ σώματι πάντα τὰ ἐξ ἡδονῆς ποιοῦντα· ἀλλ' ὡς ἰατρῷ. Ἰατρὸς γὰρ πολλάκις καὶ πικρὸν κιρνᾷ, καὶ τέμνει, καὶ καίει, καὶ προσλυπῶν μισθὸν λαμβάνει. Εἰ γὰρ καὶ μικρὸν λυπεῖ τὴν αἴσθησιν, ἀλλὰ σκοπὸς ὑγιείας τῷ θεραπευομένῳ. Μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ· τῷ μέλλοντι κριτῇ· Ὁ ἀντίδικος· ᾧ ἐὰν νῦν σὺ χαρίσῃ, τότε εὑρίσκεταί σε παραδιδοὺς ὁ κριτὴς τῷ ὑπηρέτῃ, ταῖς τιμωρητικαῖς δηλαδὴ δυνάμεσι, καὶ εἰς φυλακὴν βληθήσῃ εἰς τὸ σκότος τὸ ἐξώτερον. Φοβερὸς ὁ τόπος· Οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως οὗ ἀποδῷς τὸν ἔσχατον κοδράντην. Ἐὰν πρὸ τοῦ θανάτου διαλύσῃς τὸ χρέος, λέλυται· ἐὰν ὀφείλων ἀπέλθῃς, καὶ τὸ ἐγκατάλειμμα τῶν ἐλαχίστων ὀφειλημάτων ἀπαιτηθήσῃ. Τί ἐστι, Τὸν ἔσχατον κοδράντην; Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογησεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι. Ταῦτα εἰδότες, ἀδελφοὶ, παράλληλα θέσθε τὰς ἡδονὰς, καὶ τὴν μέλλουσαν ἡμέραν τῆς κρίσεως, καὶ τὴν τοῦ δικάζοντος ψῆφον· καὶ τότε νοήσετε πῶς πικρὸν ἡ ἡδονὴ, ὅταν γνῶτε πηλίκης πικρίας γένηται πρόξενος. Βούλεσθε μικρόν τι τὴν Ἐκκλησίαν ἀπὸ δύω συμποσίων ἀναγεγραμμένων ἐν Εὐαγγελίοις νουθετήσωμεν, τί μὲν τὸ τῶν φιληδόνων τέλος, τίς δὲ ὁ τῶν μετανοούντων καρπός; Καὶ μὴ θαυμάσῃς εἰ καὶ πολλάκις καὶ φιληδόνων συμπόσια γράφει ἡ Γραφή· πάντα γὰρ ἀναγράφει, τί φυλάξῃ, τί μιμήσῃ. Γράφει τὰ τῶν φιληδόνων, ἵνα διηνεκῶς αὐτοὺς στηλιτεύσῃ, καὶ ἵνα σὺ φύγῃς τὴν μίμησιν· γράφει τὰ τῶν φιλοθέων, ἵνα ἐπιδράμῃς τῇ εἰκόνι τῆς μετανοίας, καὶ θεὶς παράλληλα τὸν φιλήδονον καὶ τὸν φιλόθεον, τὸν μὲν ἐκφύγῃς, τὸν δὲ ζηλώσῃς. Ἅμα δὲ καὶ διδασκάλιον ἔστω τοῖς συνιοῦσι, τὸ μὴ σφόδρα ταῖς δημοτελέσι θέαις ἑστιᾷν ὑμῶν τοὺς ὀφθαλμοὺς, μηδὲ προχείρως ἐπὶ τὸν ἱππόδρομον τρέχειν, μηδὲ ἐκ νυκτῶν καταλαμβάνειν τὸ θέατρον· μανικὸν γὰρ θεαμάτων ἀσέμνων ἐλπίς. Καὶ γὰρ προλαμβάνουσι τὴν ἡμέραν τῷ τάχει τῆς προθυμίας, ἐν νυκτὶ τὸν τοῦ σκότους τόπον καταλαμβάνοντες, ἵνα θεάμασιν ἀσέμνοις τὰς κόρας τέρψωσιν, ἢ θηρίων ἀμύνας καὶ θηριομάχων θεάσωνται. Καὶ κάθηνται πολλάκις ἄνθρωποι θεαταὶ, τὰς εὐνοίας ἐπὶ τὰ θηρία μᾶλλον ἢ τοὺς ὁμοφύλους τρέποντες. Καὶ οὐ ταλανίζεις τὸν ἄθλιον, ὃς ἵνα πληρώσῃ τὴν γαστέρα, εἰς θηρίων αὐτομολεῖ γαστέρα· καὶ ἵνα πληρώσῃ τῆς γαστριμαργίας τὴν νόσον, ἡδέως ταῖς κοιλίαις τῶν θηρίων ἐνθάπτεται. Ἐκεῖνος ἀκόλαστον ἔχει γαστέρα· σὺ μὴ λάβῃς ἀκόλαστον ὀφθαλμόν. Ἄλλος γελωτοποιὸς εἴσεισιν, εἰς αἰσχύνην ἑαυτοῦ διαπλάσασθαι μέλη, γέλωτι μισθώσας τὴν κεφαλὴν, αἰσχυνόμενος ἐὰν μὴ δημοσίᾳ ῥαπίζηται, καὶ τοῖς κτύποις τῶν πυλῶν προευτρεπίζων τὰς παρειὰς, καὶ ξυρῷ τὰς τρίχας περιαιρῶν, ἵνα μηδὲ θρὶξ μεσιτεύηται ταῖς ὕβρεσι. Ἄλλος ὀρχήσεσι γυναικείαις θρυπτόμενος, καὶ τὰ παρὰ φύσιν μιμούμενος, καὶ λυπούμενος ὅτι μὴ γυνὴ παρὰ τῶν γονέων ἐτέχθη, καὶ τὴν τῆς φύσεως μεταβολὴν φιλοτιμίαν τιθέμενος· καὶ ταῦτα πάντα ποιῶν γαστρὸς ἕνεκα καὶ κέρδους, καὶ τοῖς αἰσχροῖς φιλοτιμούμενος· περὶ ὧν καλὸν εἰπεῖν τὴν τοῦ Παύλου φωνήν· Ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν. Μὴ πρὸς ταῦτα συντρέχετε, μὴ τοὺς πόδας ὀξεῖς ἐπὶ τὰ τοιαῦτα βήματα τρέπετε· ἀλλὰ μηδὲ τοῖς συμποσίοις τὰς ἀσέμνους ἡδονὰς ἐπεισάγετε. Ἐνίοτε λέγεις· Παραιτοῦμαι τὸ θέατρον, οὐκ ἀνέρχομαι τοὺς βαθμούς· ἔστι συμπόσιον καὶ καιρὸς εὐφροσύνης· καὶ ἐκεῖ τὰ ἄσεμνα τῶν θεάτρων τελεῖτε θεάματα. Τί οὖν ὠφελεῖς τὸ θέατρον βδελυττόμενος; Μὴ γὰρ τοὺς λίθους βδελυττόμεθα; μὴ γὰρ οἱ λίθοι τῶν θεάτρων εἰσὶ κατακεκριμένοι; Ἡ τῶν πραττομένων αἰσχρότης, ἡ τῶν ἀσέμνων θεαμάτων κακία, ἡ διὰ τῶν αἰσθητηρίων τῶν ὀφθαλμῶν καὶ τῆς ἀκοῆς, ὥσπερ διά τινων θυρίδων, τὸν λῃστὴν ἐπεισάγουσα. Ὅταν οὖν παραιτήσῃ τὸ θέατρον, καὶ παρὰ τὴν σεαυτοῦ τράπεζαν τὰς τῶν θεαμάτων ἐπεισάγῃς αἰσχύνας, λέληθας τὸν οἶκον σεαυτοῦ ποιήσας θέατρον. Οὐδὲ γὰρ τοῦ θεάτρου μισῶ τὸν τόπον, ἀλλὰ δέδια τῶν συνιόντων τὸν τρόπον.