Ancient Greek · ~15 min
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia [Sp.] 5.1
Not analysed yet
Δεσπότης ἔῤῥηξε τὸ χειρόγραφον, καὶ Ναυάτος συνάγει τὰ διαῤῥαγέντα. Εἶδές ποτε φιλοπράγμονα, γραμματεῖον διαῤῥαγὲν συνάγοντα, καὶ πάλιν φιλοπόνως κολλήσαντα, ἵνα τὴν ἀγωγὴν τῆς συκοφαντίας ἀνανεώσῃ; Ὁ Δεσπότης ἔῤῥηξε τὸ χειρόγραφον, τὸ χρέος ἀφῆκεν, ὁ λογοθέτης συκοφαντεῖ. Ἀλλὰ βραχὺ ἡμῖν ὁ περὶ Ναυάτου λόγος. Μίμησαι τὴν γυναῖκα, καὶ λήψῃ τὸ γέρας τῆς θεραπείας. Μὴ δέδοικα Ναυάτου κρίνοντος; μὴ γὰρ αὐτὸς ὁ μέλλων κρῖναι ζῶντας καὶ νεκρούς; μὴ γὰρ μετὰ τῶν ἀποστόλων τῶν δώδεκα τρὶς καὶ δέκατος θρόνος Ναυάτου εἰς τὴν κρίσιν τεθήσεται; Τίς μοι δώσει τῆς μετανοίας τὴν ἀκρίβειαν, κἀγὼ Ἰησοῦ Δεσπότου τὴν φιλανθρωπίαν ἐγγυῶμαι; Οὐκ ἀρκεῖ σοι ὄνομα μετανοίας, ἀλλ' ἔργα μετανοίας. Ἐὰν εἴπῃ[ς], Μετανοῶ, καὶ πάλιν ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέψῃς, ἢ πάλιν ὡς ὗς ἐπὶ τὸν κυλισμὸν τοῦ βορβόρου, οὐ τὸ ῥῆμα ὠφέλησεν, ἀλλ' ὁ βόρβορος συνέπνιξεν. Ἐὰν δὲ βουληθῇς ἀκριβῶς μετανοῆσαι, θάῤῥει ὑπὲρ ἡμαρτημένων, μόνον ἀσφάλισαι τὸ λειπόμενον. Βέλτιον μηδὲ σχεῖν ἀρχὴν τραύματος· εἰ δὲ δέοι, μᾶλλον θεράπευσον, μᾶλλον περίδησον, μὴ ὑπερίδῃς σκώληξι βρύον. Ἐὰν δὲ ἐπουλώσῃ, μὴ πάλιν τέμῃς. Ταχὺ τὸ στόμιον τῆς οὐλῆς γίνεται, τὸ δὲ δι' οὐλῆς σκληρυνθὲν, δυσκόλως πάλιν συνάγεται. Ἐπεὶ ὅτι φιλάνθρωπος ὁ κριτὴς, οὐ μόνον ἀπὸ τῶν ῥημάτων, ἀλλὰ καὶ δι' αὐτῶν τῶν πραγμάτων ἀποδεῖξαί μοι ῥᾴδιον. Ἠκούσατε πάντως τῆς τοῦ Δεσπότου φιλανθρωπίας, ὅτι πρὸς τὸν μακάριον Πέτρον μετὰ τῶν ἄλλων ἐπαίνων καὶ τοῦτο ἔθηκεν· Σοὶ δώσω τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν. Ἄν τινων ἀφῇς τὰς ἁμαρτίας, ἀφέωνται· ἄν τινων κρατῇς, κεκράτηνται. Οὐ δείκνυσι τοῦτο τὴν τοῦ Δεσπότου φιλανθρωπίαν; Δώσω σοι τὰς κλεῖς. Διὰ τί δ' οὐκ ἔδωκεν Ἰωάννῃ, ὃς ἐπὶ στῆθος ἀνέπεσε τοῦ Δεσπότου, τῆς ἀγάπης ἀκριβῶς ἔχων τὸ σύμβολον; διὰ τί οὐκ ἔδωκεν Ἰακώβῳ, τῷ πρώτῳ ἀποτμηθέντι; Ἀνεῖλεν γὰρ Ἡρώδης τὸν Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Βούλει γνῶναι πῶς ἠγάπα τὸν Ἰωάννην; Παρ' αὐτῷ τῷ σταυρῷ φησι πρὸς τὴν μητέρα αὐτοῦ· Ἴδε ὁ υἱός σου. Μείζονα ταύτης ἀγάπην ἀπαιτεῖς; Ἴδε ὁ υἱός σου. Τὴν κοινὴν παροιμίαν ἐπλήρωσεν. Τί ἐστι φίλος; Ἄλλος ἐγώ. Ἴδε ὁ υἱός σου. Ὡς τὴν μητέρα παρέθετο τούτῳ. Διὰ τί τὰς κλεῖς τῆς βασιλείας οὐκ ἐνεχείρισεν, καίτοι ἀγαπῶν ὑπὲρ πάντας αὐτόν; Ἀλλὰ Δεσποτικῆς φιλανθρωπίας ἀπόδειξιν ἔχει τὸ εἰρημένον. Οὐ δίδωσι τὰς κλεῖς Ἰακώβῳ, οὐ δίδωσι τὰς κλεῖς Ἰωάννῃ, οὐ δίδωσιν ἄλλῳ τινὶ τῶν ἀποστόλων τῶν ἀναμαρτήτων· ἀλλὰ τὸν Πέτρον διὰ τὴν ἑαυτοῦ φιλανθρωπίαν ἐξείλεκται. Ἐπειδὴ γὰρ Πέτρος πρὶν ἀλέκτορα φωνῆσαι (καὶ σιγῶ τὸ λειπόμενον, αἰδοῖ τῆς ἀρετῆς τοῦ ἀνδρὸς) προελήφθη ἁμαρτήματι· διὰ τοῦτο γοῦν οὐδενὶ τῶν μαθητῶν τῶν ἀναμαρτήτων τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν ἐπίστευσεν, ἀλλὰ Πέτρῳ τὰς κλεῖς ἐγχειρίζει, ἵνα Πέτρος ὅταν τινὰ ἐξ ἁμαρτημάτων μετανοήσαντα θεάσηται, καὶ διὰ μετανοίας τὴν ἁμαρτίαν ἀποκενωσάμενον, καὶ βουλόμενον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσελθεῖν, τοῦ καθ' ἑαυτὸν μνησθεὶς ὑποδείγματος, συνεργὸς αὐτῷ εἰς τὴν σωτηρίαν γένηται. Πῶς οὐ μακαρίζω τὸν τῆς Ἐκκλησίας θηρευτὴν, οἵους τοὺς σκύλακας ἔθρεψεν; Οὔπω γὰρ τούτοις τὸ σῶμα τοῦ νοήματος ἀπεδείξαμεν, καὶ ἤδη τὸ ζῶον προεθηράσαντο. Ὅμως κατὰ τοὺς θηρευτὰς, μετὰ τὸ ὑμᾶς θηρεῦσαι τὰ νοήματα, τὰ μέλη τὰ θηρευθέντα διέλωμεν. Ἐλέγομεν οὖν, ὅτι διὰ τοῦτο Πέτρῳ τὰς κλεῖς τῆς βασιλείας ἐπίστευσε, καὶ οὐδενὶ τῶν ἀναμαρτήτων κατεπίστευσεν, ἵνα Πέτρος ὅταν ἴδῃ τινὰς τῶν ἐξ ἁμαρτημάτων ἐπιστρεφόντων, καὶ διὰ μετανοίας εἰς τὴν βασιλείαν εἰσβιαζομένων (βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν), μνησθεὶς τοῦ καθ' ἑαυτὸν ὑποδείγματος, καὶ ἡμῖν τοῖς διὰ μετανοίας προσιοῦσιν ὑπανοίξῃ θύραν. Εἶδες τοῦ πιστεύσαντος τὴν φιλανθρωπίαν; Πρόσεχε ταῖς κλεισί. Μετανόησον πρὶν ἀποκλεισθῆναι. Ἐξουσίαν γὰρ ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας. Ὅπου ἡ ἁμαρτία, ἐκεῖ ἡ λύσις. Μὴ ἐπὶ γῆς ἡδονὴ, καὶ ἐκεῖ ἡ μετάνοια. Ἐνταῦθα λῦσον, καὶ τότε σε Πέτρος ὑποδέξεται ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.