Ancient Greek · ~27 min
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De paenitentia [Sp.] 4.1
Not analysed yet
Τοῦτο μὲν οὖν ἀναγκαίως ἠρευνήσαμεν τὸ διήγημα, ἵνα τοὺς ὀφθαλμοὺς τῶν φιλοθεαμόνων ἐκσμήξωμεν, καὶ πείσωμεν ὑμᾶς ἀποστρέφεσθαι τὰ τοιαῦτα θεάματα. Ἀλλὰ μὴ καταλύσωμεν τὸν λόγον ἐν σκυθρωπῷ διηγήματι, μηδὲ λόγον ἐκκλησιαστικὸν ὀρχηστρὶς καταστελλέτω, ἀλλ' ἀντιθῶμεν ἀκολάστῳ συμποσίῳ καὶ τυραννικῷ καὶ πικρῷ συμπόσιον δεσποτικὸν καὶ φιλάνθρωπον, ἵνα νοήσωμεν πηλίκος ὁ τῆς μετανοίας καρπός. Ἠρώτησε τὸν Κύριον τῶν Φαρισαίων τις εἰσελθεῖν καὶ φαγεῖν ἄρτον, Εἰσῆλθεν ὁ Δεσπότης, καὶ ἀνέκειτο. Εἰ γὰρ καὶ ᾔδει τῶν καλούντων τὰς γνώμας, ἀλλὰ καὶ μακροθυμῶν ἔφερεν. Ὅτι γὰρ ὁ καλέσας ὑποκριτὴς ἦν, τὰ ἑξῆς δείκνυσιν· Ἀνακειμένου τοῦ Κυρίου καὶ ἔτι ὄντος τοῦ συμποσίου, Γυνή τις ἦν, φησὶν, ἐν τῇ πόλει ἁμαρτωλός. Ἀκούσασα ὅτι Ἰησοῦς ἐκεὶ κατάκειται, ἔρχεται, φησὶν, εἰς τὸν οἶκον· καὶ κομίσασα ἀλάβαστρον μύρου, κατέχεεν ἐπὶ τῶν ποδῶν τοῦ Δεσπότου, καὶ κατεφίλει τὰ ἴχνη, καὶ ἐξέμασσε ταῖς θριξὶν αὐτῆς. Ἵνα δὲ γνῶς, ὅτι ὑποκριτὴς ὁ καλέσας, διαλογίζεται ἐν ἑαυτῷ ὁ Φαρισαῖος· Οὗτος, εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἡ ἁπτομένη αὐτοῦ· ὅτι ἁμαρτωλός ἐστιν. Οὐ γὰρ ὑποκριταὶ μόνον οἱ Φαρισαῖοι, ἀλλὰ καὶ φθονεροί. Παρὰ σοὶ Χριστὸς ἀνάκειται, καὶ ταῦτα εἰδώς σου τὸν τρόπον, καὶ οὐδεὶς βασκαίνει· ἦλθεν ἁμαρτωλὸς γυνὴ σωθῆναι, καὶ φθονεῖς, ὦ Φαρισαῖε; Τάχα ἂν . . . αὐτοῦ συγγενὴς ἦν, μᾶλλον δὲ τῶν δογμάτων προπάτωρ. Ἵν' οὖν γνῷς, ὅτι οὐκ ἔστι προφήτης, ἀλλ' ὁ προφήτης (ἔχει γάρ τι ἡ τοῦ ἄρθρου προσθήκη), τί μέγα ἦν, εἰ ἔγνω ὅτι ἁμαρτωλὸς ἡ γυνή; Τοῦτο καὶ διὰ φήμης ῥᾴδιον ἦν μαθεῖν· τοῦτο καὶ σὺ ὁ Φαρισαῖος, μὴ ὢν προφήτης, ἐγίνωσκες. Δείκνυσιν οὖν τὸ μεῖζον τοῦ εἰδέναι. Τὸν μὲν γὰρ ἐκείνης βίον καὶ φήμη τυχὸν διήγγελλε, καὶ μάλιστα λίαν οὔσης ἁμαρτωλοῦ· ὁ δὲ Κύριος, ἵνα δείξῃ τὴν θεϊκὴν δύναμιν, τὸν διαλογισμὸν ἀνέγνω τοῦ Φαρισαίου. Οὐδὲ γὰρ ἔχει τὸ διήγημα, ὅτι ὁ Φαρισαῖος πρός τινα τῶν ἀνακειμένων εἶπεν, ἀλλ' ἐν ἑαυτῷ ἔλεγε, καὶ διελογίζετο ἐν ἑαυτῷ. Ἵν' οὖν γνῷς, ὅτι οὐ μόνον προφήτης, ἀλλὰ καὶ ὁ προφήτης· σὺ κινεῖς ἔνδον τὸν λογισμὸν, καὶ ὁ Δεσπότης ἀναγινώσκει· σὺ στρέφεις τὰς ἐννοίας, καὶ ὁ Κύριος εὑρίσκει, καὶ θεραπεύει· καὶ οὕτω τὰ τῶν χρεωφειλετῶν τῶν δύο διηγήματα παρήγαγε, τῷ μὲν ὅτι ἀφῆκε πεντακόσια, τῷ δὲ πεντήκοντα, Τίς πλέον ἀγαπήσει; λέγων. Ἀποκρινομένου τοῦ Φαρισαίου, ᾯ τὸ πλεῖον ἐχαρίσατο, συγκρίνει λοιπὸν τὸν Φαρισαῖον, κἀκείνην τὴν γυναῖκα τὴν λαβοῦσαν πολλῶν ἁμαρτημάτων συγχώρησιν· ἣν οὐκ ἐπαινῶ τοῦ προτέρου βίου, μακαρίζω δὲ τοῦ δευτέρου τέλους. Μηδεὶς αὐτὴν μετὰ Φαρισαίων ὀνειδιζέτω· Πόρνη ἦν καὶ ἀκόλαστος. Παῦλος ἑρμηνευσάτω, Παῦλος τῇ γυναικὶ συνηγορείτω· Θεὸς ὁ δικαιῶν. Τίς ὁ κατακρίνων; Καὶ φέρε, τὸ διήγημα λεπτότερον ἐξετάσωμεν, ἵνα μὴ μακαρίζωμεν μόνον ἐκείνην, ἀλλὰ καὶ μιμησώμεθα· Ἔρχεται πρὸς τὸν Ἰησοῦν ἐμπαράσκευος, κομίζουσα μύρον ἐν ἀλαβάστρῳ, καὶ δάκρυον ἐν ὀφθαλμοῖς· τὸ ἄψυχον σκεῦος τοῦ μύρου, ἡ ἔμψυχος πηγὴ τῆς μετανοίας· ἐκ τοῦ σώματος τῆς σαρκὸς κομίζει μύρον, ἵνα σβέσῃ τὴν τῆς ἀσελγείας δυσωδίαν· δυσώδης γὰρ ἡ ἁμαρτία, καθὰ καὶ Δαυῒδ μαρτύρεται· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου, ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Πᾶς ἁμαρτάνων δυσωδίαν ἐργάζεται· πᾶς μετανοῶν μύρον σκευάζει. Ἀλλ' ὥσπερ ἐν τοῖς μύροις πολλὰ ἀρώματα, οὕτω καὶ μετανοίας πολλὰ εἴδη. Δεῖ γὰρ πολλὰς πολιτείας καὶ πολλοὺς συναγαγεῖν καρποὺς, ἵνα σκευάσωσι τῆς μετανοίας τὸ μύρον. Καὶ βούλεσθε γνῶναι τῆς γυναικὸς τὴν ταπεινοφροσύνην; Ἄλλη ποτὲ γυνὴ κομίσασα μύρον παρὰ τὸν Χριστὸν, καταχέει τῆς κεφαλῆς· εἶχε γὰρ παῤῥησίαν ἐκ πολιτευμάτων. Αὕτη διὰ τὴν συνείδησιν τῶν πταισμάτων οὐ κατατολμᾷ τῆς κεφαλῆς, ἀλλὰ τῶν ποδῶν ἄκρων ἐφήψατο. Καὶ οὐκ ἔλαττον ἐνεργοῦσιν οἱ πόδες. Εἰ γὰρ οὐ τὸ ἱμάτιον μόνον, ἀλλὰ καὶ τοῦ ἱματίου τὸ κράσπεδον τελείαν ὑγίειαν τῇ πιστευσάσῃ χαρίζεται, καὶ ποιεῖ τῇ πιστευσάσῃ ἐπαινετὴν τὴν κλοπήν· πόσῳ μᾶλλον τὰ ἴχνη τοῦ Χριστοῦ δύνανται τῶν ἁμαρτημάτων ἀπαλεῖψαι τοὺς μώλωπας. Οὐ τοίνυν τὸ μύρον μόνον κατέχεεν, ἀλλὰ καὶ τὰς πηγὰς τῶν δακρύων ἐκίνησε. Μακάριαι τῆς γυναικὸς αἱ λίμναι, ὅθεν ποταμοὶ θεραπευτικοὶ τῶν ἁμαρτημάτων προχέονται. Σοὶ γενέσθω διδάσκαλος διατί τοὺς ὀφθαλμοὺς ἡμῖν ὁ Θεὸς κεχάρισται. Ἆρα μόνον ὄψεως ὑπηρέτας; Τοῦτο καὶ ἐπὶ τῶν ἀλόγων ζώων ἕκαστον ἔχει· κἂν ἀκριβῶς ἐξετάσῃς, ἔνια τῶν ἀλόγων καὶ πλέον ὀξυδερκεῖ παρ' ἡμᾶς. Σοὶ γὰρ οὐ μόνον εἰσὶν ὄψεως ὑπηρέται, ἀλλὰ καὶ μετανοίας ἐργάται. Μακάριόν σε φυλάξαι τὸ λουτρὸν τοῦ βαπτίσματος· εἰ δὲ ὡς ἄνθρωπος προελήφθης, κίνησον δακρύων πηγάς. Ἔχεις τὸ φρέαρ· ἐκ τοῦ βάθους τῆς καρδίας τὴν λύπην ἄντλησον· κίνησον τὰς διδύμους κόρας, πρόχεε δακρύων ῥεύματα· κατ' ἀναλογίαν τῶν πεπλημμελημένων ἔστω τὰ δάκρυα. Μικραὶ ψεκάδες κοῦφα παραφέρουσι κάρφη· μεγάλα ποταμῶν βάθη καὶ ῥεύματα, χείμαῤῥοι σφοδροὶ καὶ βαθεῖς κορμῶν βάρη καὶ λίθων ἄχθη παρασύρειν πεφύκασι. Στάθμισόν σου τὰ ἁμαρτήματα. Εἰ μικρόν σου τὸ ἁμάρτημα, ἀρκεῖ καὶ βραχὺ δάκρυον· εἰ μέγα τὸ ἁμάρτημα, μείζων ὁ τῶν δακρύων γένοιτο χείμαῤῥος. Εἰ δὲ καὶ παῤῥησίαν ἔχεις βίου, καὶ ἐπιτηδειότητα δακρύων, καὶ καρδίαν κατανενυγμένην, εἰ καὶ μὴ πάντα ὑπὲρ σαυτοῦ δακρύεις, κἀμοὶ δάνεισον δακρύων μέρος· δάκρυσον ὑπὲρ ἀδελφικῶν ἁμαρτημάτων. Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε. Οὐχ ἥμαρτε Σαμουὴλ, ἀλλ' ἐπὶ Σαοὺλ ἡμαρτηκότα πενθεῖ. Παῦλός ἐστι σκεῦος ἐκλογῆς· ἀλλ' ὑπὲρ ἡμῶν ὀδυνᾶται. Τίς σκανδαλίζεται, φησὶ, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ὁρᾷς ὅτι τὰ ἐμὰ σκάνδαλα τὴν Παύλου συντρίβει καρδίαν; Πλὴν ἀλλ' ἕκαστον ἡμῶν γένοιτο τοῖς οἰκείοις ἁμαρτήμασι μετὰ τῶν δακρύων ἀρκέσαι. Μιμησώμεθα τὴν γυναῖκα· δάκρυσι βρέχει τοὺς πόδας τοῦ Ἰησοῦ, ἀλείφει τῷ μύρῳ. Δάκρυσι τοὺς πόδας. Ὅθεν τὰ ἁμαρτήματα, ἐκεῖθεν καὶ τὰ ἰάματα. Ἤκουσας τοῦ Κυρίου λέγοντος σήμερον· Ὃς ἂν ἴδῃ γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ ἑαυτοῦ. Ἐπειδὴ διὰ τοῦ βλέμματος ἡ ἁμαρτία κατήρξατο. Ὅπου ἡ ῥίζα τῆς ἀκολασίας, ἐκεῖ ἡ πηγὴ τῆς θεραπείας. Καὶ ἐξέμασσε ταῖς θριξίν. Ἆρα ἡ τὸ μύρον ἀγοράσασα, ἡ τὸ ἀλάβαστρον ἑτοιμάσασα, λέντιον οὐκ εἶχε παρεσκευασμένον, οὐκ ἠδύνατο βρέξαι μὲν τοῖς δάκρυσιν, ἐκμάξαι δὲ λεντίῳ; Ἀλλ' οὐ τολμᾷ τοῦτο ποιῆσαι· τὸ γὰρ ἐκμάσσειν λεντίῳ Χριστῷ τετήρηται. Τάχα δὲ αὐτὴ καὶ φοβουμένη πλέον ἠσφαλίσατο· οὐ βούλεται γὰρ τὰς μὲν ἁμαρτίας τοῦ σώματος εἶναι, τὰς δὲ θεραπείας ἀψύχων. Τί γὰρ ὠφελεῖτο ἐκείνη εἰ λέντιον ψαῦσαν τοῦ σώματος τοῦ Χριστοῦ τὸ ἄψυχον ἡγιάζετο; Καινοτομεῖ τὴν φύσιν, ἀντὶ λεντίου ταῖς θριξὶν ἐκμάσσει. Ὅθεν τὰ ἁμαρτήματα, ἐκεῖθεν καὶ τὰ ἰάματα. Πᾶσιν ἥμαρτεν τοῖς μέλεσι, πᾶσι θεραπεύει τοῖς μέλεσιν. Εἶδε κακῶς τὸν νέον· δακρύων προχέει πηγάς· ἥμαρτεν φιλήμασι πορνικοῖς καὶ χειρῶν ἁφῇ τὴν ψυχὴν καταῤῥυπάνασα· καταφιλεῖ τοὺς πόδας τοῦ Χριστοῦ, ἵνα ἀποσμήξῃ τὰ χείλη, καὶ τὸν ῥύπον καθάρῃ· ἐκμάσσει καὶ ταῖς θριξὶ, τάχα που καὶ διὰ τούτων γυναῖκας ἀπειροκάλους παιδεύουσα. Ἐπειδὴ γὰρ καὶ τὰ πλέγματα τῶν τριχῶν πολλάκις βρόχους τοῖς νέοις πλέκουσιν (διὸ καὶ Παῦλος καλῶς νουθετεῖ κοσμεῖν ἑαυτὰς μὴ ἐν πλέγμασιν)· ἐπειδὴ τοίνυν σύνοιδε τῇ ψυχῇ, ὅτι πολλοὺς νέους διὰ τῶν πλεγμάτων, ὥσπερ δορκάδας διὰ βρόχων ἐθήρευσε, βούλεται καὶ διὰ τῶν τριχῶν ὑπὲρ τῆς μετανοίας ἀπολογήσασθαι· καὶ ἐπειδὴ πολλάκις ἔπλεξεν ἀσεβῶς, ἅπαξ ἔλυσεν εὐσεβῶς. Τί οὖν τῶν ἐπινοιῶν τούτων λαμβάνει τὸ γέρας; Ἄκουσον τῆς Δεσποτικῆς φωνῆς· Αὐτὴ δὲ ἠγάπησε πολὺ, οὗ ἕνεκεν ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαὶ ἐκεῖναι.