Ancient Greek · ~13 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De petitione matris filiorum Zebedaei (+ Contra Anomoeos, homilia 8) 3.1
Not analysed yet
Ἀλλὰ τίς αὐτῶν ὁ δριμὺς λόγος, μᾶλλον δὲ πολλῆς ἀνοίας γέμων; ἔχειν μὲν ἐξουσίαν καὶ κολάζειν καὶ στεφανοῦν, καὶ τιμωρεῖσθαι καὶ ἀμοιβὰς διδόναι, ἀλλὰ τὴν ἀνωτάτω προεδρίαν, φησὶ, καὶ τὴν ὑψηλοτάτην τιμὴν, ταύτην ἔφησεν οὐκ εἶναι αὐτοῦ δοῦναι· Τί οὖν ἐὰν μάθῃς ὅτι οὐδέν ἐστιν ὑπεξῃρημένον αὐτοῦ τῆς ψήφου, ἀποθήσῃ ποτὲ τὴν ἄκαιρον ταύτην φιλονεικίαν; Οὐκοῦν αὐτοῦ πάλιν ἄκουε λέγοντος· Ὁ Πατὴρ οὐ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ. Εἰ τοίνυν πᾶσαν ἔχει τὴν κρίσιν, οὐδὲν ὑπεξῄρηται τῆς ψήφου· ὁ γὰρ πᾶσαν ἔχων τὴν κρίσιν, κύριός ἐστι πάντας καὶ τιμωρεῖσθαι καὶ στεφανοῦν. Τὸ δὲ, ἔδωκεν, ἐνταῦθα μὴ ἀνθρωπίνως ἀκούσῃς, ἀγαπητέ· οὐ γὰρ οὐκ ἔχοντι ἔδωκεν, οὐδὲ ἀτελῆ ἐγέννησεν, οὐδὲ ὕστερον αὐτῷ προσεγένετο, ἀλλὰ τὸ, ἔδωκε, τοιοῦτόν ἐστι, τοιοῦτον αὐτὸν ἐγέννησε, τέλειον, ἀπηρτισμένον. Ταύτῃ δὲ κέχρηται τῇ λέξει, ἵνα μὴ δύο γεννητοὺς νομίσῃς θεοὺς, ἀλλ' ἵνα εἰδῇς καὶ τὴν ῥίζαν καὶ τὸν καρπόν· οὐχ ἵνα ὕστερον αὐτῷ προσγεγενῆσθαι νομίσῃς τοῦτο. Καὶ γὰρ ἐρωτώμενος ἀλλαχοῦ, Οὐκοῦν βασιλεὺς εἶ σύ; οὐκ εἶπεν, ὅτι Ἔλαβον τὴν βασιλείαν· οὐκ εἶπεν, ὅτι προσεγένετο αὐτῷ ὕστερον ἡ βασιλεία· ἀλλ', ὅτι Ἐγὼ εἰς τοῦτο γεγέννημαι. Εἰ βασιλεὺς ἀπηρτισμένος ἐγεννήθη, εὔδηλον ὅτι καὶ κριτὴς καὶ δικαστής· βασιλέως γὰρ μάλιστα τὸ κρίνειν, καὶ δικάζειν, καὶ τιμᾷν, καὶ τιμωρεῖσθαι. Καὶ ἑτέρωθεν δὲ τοῦτο ἴδοι τις ἂν, ὅτι καὶ τὰς ἄνω τιμὰς κύριος αὐτός ἐστι διδόναι. Ὅταν γὰρ παραγάγωμεν εἰς τὸ μέσον τὸν πάντων ἀνθρώπων ἀμείνω, καὶ δείξωμεν τοῦτον ὑπ' αὐτοῦ στεφανούμενον, ποία λοιπὸν ὑπολειφθήσεται πρόφασις ὑμῖν; Τίς οὖν ἁπάντων ἀνθρώπων ἀμείνων; Τίς δὲ ἕτερος ἀλλ' ἢ ὁ σκηνοποιὸς ἐκεῖνος, ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ γῆν καὶ θάλασσαν καθάπερ ὑπόπτερος περιδραμὼν, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ νυμφαγωγὸς τοῦ Χριστοῦ, ὁ τῆς Ἐκκλησίας φυτουργὸς, ὁ σοφὸς ἀρχιτέκτων, ὁ κῆρυξ, ὁ δρομεὺς, ὁ ἀγωνιστὴς, ὁ στρατιώτης, ὁ παιδοτρίβης, ὁ πανταχοῦ τῆς οἰκουμένης ὑπομνήματα τῆς οἰκείας ἀρετῆς καταλιπὼν, ὁ πρὸ τῆς ἀναστάσεως εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, ὁ εἰς παράδεισον ἀπενεχθεὶς, ὁ ἀποῤῥήτων κοινωνήσας τῷ Θεῷ μυστηρίων, ὁ τοιαῦτα ἀκούσας καὶ λαλήσας, ἃ ἀνθρωπίνῃ φύσει λαλῆσαι οὐκ ἔνι, ὁ καὶ χάριτος πλείονος ἀπολαύσας, καὶ μείζονα κόπον ἐπιδειξάμενος; Ὅτι δὲ πλεῖον ἁπάντων ἔκαμεν, ἄκουσον αὐτοῦ λέγοντος, ὅτι Περισσότερον αὐτῶν πάντων ἐκοπίασα. Εἰ δὲ περισσότερον πάντων ἔκαμε, περισσότερον καὶ στεφανοῦται· Ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Εἰ τοίνυν μείζονα τῶν ἀποστόλων λαμβάνει στέφανον (τῶν δὲ ἀποστόλων ἴσος οὐδεὶς γέγονεν, οὗτος δὲ κἀκείνων μείζων), εὔδηλον ὅτι τῆς ἀνωτάτω ἀπολαύσεται τιμῆς καὶ προεδρίας. Τίς οὖν ἐστιν ὁ αὐτὸν στεφανῶν; Ἄκουσον αὐτοῦ λέγοντος· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος κριτής. Ὁ Πατὴρ οὐ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ. Οὐκ ἐντεῦθεν δὲ τοῦτο μόνον δῆλον, ἀλλὰ καὶ ἐκ τῶν ἑξῆς· Οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Τίνος δέ ἐστιν ἡ ἐπιφάνεια; ἄκουσον αὐτοῦ λέγοντος, Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.