Ancient Greek · ~17 min
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De petitione matris filiorum Zebedaei (+ Contra Anomoeos, homilia 8) 4.1
Not analysed yet
Ἀλλ' ἡ μὲν πρὸς τοὺς αἱρετικοὺς ἡμῖν μάχη τέλος ἔχει, καὶ τὸ τρόπαιον ἐστήσαμεν, καὶ τὴν νίκην λαμπρὰν ἠράμεθα, ἐκ τῶν εἰρημένων ἁπάντων ἀποδείξαντες, ὅτι κύριος καὶ τιμᾷν καὶ κολάζειν ἐστὶ, πᾶσάν τε τὴν κρίσιν ἔχων, καὶ τὸν ἁπάντων ἀμείνω στεφανῶν καὶ ἀνακηρύττων, καὶ ἐν ταῖς παραβολαῖς ἐκείναις ἑκάτερα αὐτὸς ἐργαζόμενος. Δεῖ δὲ λοιπὸν καὶ τὸν θόρυβον τῶν ἀδελφῶν ἐκβαλεῖν, καὶ διδάξαι τίνος ἕνεκεν οὕτως εἴρηκεν, ὅτι Οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι· καὶ γὰρ οἶμαι πολλοὺς ἐπαπορεῖν τοῖς εἰρημένοις. Ἵν' οὖν καὶ τὴν ἀπορίαν λύσωμεν, καὶ τὸν θόρυβον τῆς ψυχῆς κατευνάσωμεν, συντείνατέ μοι τὴν διάνοιαν, παρασκευάσατέ μοι τὴν γνώμην· καὶ γὰρ πλείονός μοι πόνου δεῖ νῦν. Οὐ γάρ ἐστιν ἴσον πολεμεῖν καὶ διδάσκειν, βάλλειν τὸν ἐχθρὸν, καὶ διορθοῦσθαι τὸν οἰκεῖον, ἀλλὰ πλείονός μοι χρεία ἐνταῦθα τῆς σπουδῆς, ὥστε μὴ παριδεῖν τὸ μέρος χωλεῦον, μηδέ τινα θορυβούμενον παραδραμεῖν. Λέγω γὰρ, ἀλλὰ μὴ θορυβεῖσθε πρὸς τὰ λεγόμενα, μηδὲ ταράττεσθε· οὐ μόνον γὰρ τοῦ Υἱοῦ φημι μὴ εἶναι, ἀλλ' οὐδὲ τοῦ Πατρός· καὶ μεγάλῃ ταῦτα βοῶ τῇ φωνῇ, καὶ σάλπιγγος λαμπρότερον, ὅτι οὐκ ἔστιν αὐτοῦ δοῦναι, οὔτε αὐτοῦ, οὔτε τοῦ Πατρός. Εἰ γὰρ αὐτοῦ ἦν, καὶ τοῦ Πατρὸς ἦν· εἰ τοῦ Πατρὸς ἦν, καὶ αὐτοῦ ἦν. Διὰ τοῦτο καὶ αὐτὸς οὐκ εἶπεν ἁπλῶς, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλὰ τί; Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται. Δείκνυσιν ὅτι οὔτε αὐτοῦ, οὔτε τοῦ Πατρὸς, ἀλλ' ἑτέρων τινῶν. Τί οὖν ἐστι τὸ εἰρημένον; Οἶμαι γὰρ ὑμῖν ηὐξῆσθαι τὸν θόρυβον, καὶ πλείονα γενέσθαι τὴν ἀπορίαν, καὶ ἐναγωνίους εἶναι· ἀλλὰ μὴ δείσητε· οὐ γὰρ ἀποστήσομαι, ἕως ἂν ἐπαγάγω τὴν λύσιν. Μικρὸν δὲ ἀνάσχεσθε ἀνωτέρω τὸν λόγον ἀνάγοντος· οὐ γὰρ ἑτέρως μετὰ σαφηνείας ἅπαντα ὑμῶν παρακαταθέσθαι τῇ γνώμῃ δυνατόν. Τί ποτ' οὖν ἐστι τὸ εἰρημένον; Ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου, Ἰακώβου καὶ Ἰωάννου, ἀναχωροῦντι πρὸς τὰ Ἱεροσόλυμα τῷ Ἰησοῦ προσῆλθε μετὰ τῶν παίδων λέγουσα, Εἰπὲ ἵνα οἱ δύο υἱοί μου καθίσωσιν εἷς ἐκ δεξιῶν σου, καὶ εἷς ἐξ εὐωνύμων σου. Ἕτερος δὲ εὐαγγελιστής φησιν, ὅτι οἱ παῖδες ταῦτα ᾐτοῦντο παρὰ τοῦ Χριστοῦ. Ἀλλ' οὐκ ἔστι διαφωνία (οὐδὲ γὰρ ταῦτα δεῖ τὰ μικρὰ παρατρέχειν)· ἀλλὰ τὴν μητέρα προβαλλόμενοι, ἐπειδὴ εἶπεν ἐκείνη καὶ θύραν ἤνοιξε, καὶ αὐτοὶ τὴν ἱκετηρίαν προσήγαγον, οὐκ εἰδότες μὲν ἅπερ ἔλεγον, λέγοντες δὲ ὅμως. Εἰ γὰρ καὶ ἀπόστολοι ἦσαν, ἀλλ' ἀτελέστερον ἔτι διέκειντο, καθάπερ νεοττοὶ ὡς ἐν καλιᾷ πλανώμενοι, οὐδέπω τοῦ πτεροῦ παγέντος αὐτοῖς. Καὶ τοῦτο μάλιστα ὑμᾶς ἀναγκαῖον εἰδέναι, ὅτι πρὸ τοῦ σταυροῦ ἐν πολλῇ ἦσαν ἀγνοίᾳ· διὸ καὶ ἐπιτιμῶν αὐτοῖς ἔλεγεν· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὔπω νοεῖτε οὐδὲ συνίετε, ὅτι οὐ περὶ τῶν ἄρτων εἶπον ὑμῖν προσέχειν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων; Καὶ πάλιν, Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Οὐ μόνον δὲ ἠγνόουν τὰ ὑψηλότερα, ἀλλὰ καὶ ἃ ἤκουον ἀπέβαλλον ἀπὸ φόβου καὶ δειλίας πολλάκις· ὅπερ ὀνειδίζων αὐτοῖς ἔλεγεν· Οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις; ἀλλ' ὅτι ταῦτα εἶπον ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. Καὶ πάλιν, Ἐκεῖνος ὑμᾶς ἀναμνήσει πάντα, καὶ διδάξει ὑμᾶς, περὶ τοῦ Παρακλήτου λέγων. Οὐκ ἂν δὲ εἶπεν, ἀναμνήσει, εἰ μὴ πολλὰ τῶν εἰρημένων ἐξέβαλον. Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ἐπειδὴ φαίνεται Πέτρος, νῦν μὲν ἀπηρτισμένην ὁμολογίαν ὁμολογῶν, νῦν δὲ πάντων ἐπιλελησμένος. Ὁ γὰρ εἰπὼν, Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ μακαρισθεὶς ἐπὶ τούτοις, τοιοῦτον ἥμαρτε μετὰ μικρὸν, ὡς Σατανᾶς προσαγορευθῆναι· λέγει γὰρ, Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Τί γένοιτ' ἂν ἀτελέστερον τοῦ τὰ αὐτοῦ μὴ φρονοῦντος, ἀλλὰ τὰ τῶν ἀνθρώπων; Ἐπειδὴ γὰρ περὶ σταυροῦ αὐτῷ διελέγετο καὶ ἀναστάσεως, οὐκ εἰδὼς τῶν λεγομένων τὸ βάθος, οὐδὲ τῶν δογμάτων τὸ ἀπόῤῥητον, οὐδὲ τὴν μέλλουσαν τῇ οἰκουμένῃ σωτηρίαν καταλαμβάνειν, λαβὼν αὐτὸν κατ' ἰδίαν ἔλεγεν· Ἵλεώς σοι γίνου, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. Ὁρᾷς πῶς οὐδὲ περὶ ἀναστάσεως οὐδὲν ᾔδεισαν σαφές; Καὶ τοῦτο αὐτὸ ὁ Εὐαγγελιστὴς ἐπισημαινόμενος ἔλεγεν· Οὐδέπω γὰρ ᾔδεισαν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Οἱ δὲ, ταῦτα οὐκ ἐπιστάμενοι, πολλῷ μᾶλλον τὰ ἄλλα ἠγνόουν· οἷον τὰ περὶ βασιλείας τῆς ἄνω, καὶ τῆς ἀπαρχῆς τῆς ἡμετέρας, καὶ τῆς ἀναλήψεως τῆς εἰς τὸν οὐρανὸν, καὶ χθαμαλοί τινες ἦσαν ἔτι, οὐδέπω δυνάμενοι ὑψηλὰ πέτεσθαι.